Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius, Kirchengeschichte, Bidez, Hinrich, 1913

5. Ὄτι τρίτου τῆς βασιλείας ἔτους Οὐάλης ἐπιβάς, ἐπὶ Πέρσας ἐστράτευσε, καθ’ ὃν κα.ιρὸν καὶ Προκόπιος τὴν τυραννίδα κατὰ Κωνσταντινούπολιν ἐσκευάσατο. ὁ δὲ Προκόπιος Προκόπιος οὑτος τὸ τοῦ Ἰουλιανοῦ γένος ἀνεφέρετο· καὶ πολλοὶ ἀνεκινοῦντο λογισμοὶ τὴν βασιλείαν αὐτῷ περιάπτοντες, καὶ τοὺς λογισμοὺς καὶ λόγοι διέφερον. διὰ τοῦτο, Ἰωβιανοῦ βασιλεύσαντος, τῆς Μεσοποταμίας οὑτος ἀποδρὰς καὶ πολλοὺς ἐν ταλαιπωρίᾳ τόπους ἀμείψας, φεύγων τε μετὰ τῆς γυναικὸς καὶ κρυπτόμενος, ὡς ἀπείρηκε πλανώμενος, τὸν ἔσχατον, φησί, ἀναρρίπτει κύβον. καὶ τὴν Καλχηδόνα καταλαβών, ἐν τῷ τοῦ Εὐνομίου ἀγρῷ, τῆς πόλεως ἔξωθεν διακειμένῳ, οὐδ᾿ ἐπιδημοῦντος τοῦ δεσπότου, ἑαυτὸν κατακρύπτει· ἐκεῖθεν δὲ εἰς τὴν πόλιν διάρας, ἐγκρατὴς ἀναιμωτὶ τῆς βασιλείας γίνεται. εἶτα μετ᾿ οὐ πολὺν χρόνον πολέμῳ συρραγεὶς Οὐάλεντι, προδοσίᾳ τῶν αὐτοῦ στρατηγῶν Γομαρίου καὶ Ἀγελίου ἡττᾶται· καὶ φεύγων καταλαμβάνει τὴν Νίκαιαν. τῇ δὲ ἐπαύριον διανοηθεὶς ἐκεῖθεν ἀπαίρειν, ὑπὸ Φλωρεντίου, ὅς

[*](1ff vgl. Socrat. IV 13 u. V 24. Sozomen. VII 6, 2. Theodoret H. E. II 29, 10 ff — 15–S. 118, 7 vgl. Ammian. Marcellin. XXVI 6–9. Zosim. IV 4 ff. Eunap. Socrat. IV 3 u. 5. Sozomen. VI 8. Chronic, min. ed. Mommsen I 241 a. 366)[*](* 17 f. 23. 27 Niceph. H. E. XI 4 PG 146, 593 B)[*](7 πλησιάζον Val. πλησιάζων B | τὴν πρόνοιαν ἐλάττων συνεισάγων, die Ziffern γ aus β u. β aus γ corr., B; ἐλάττω Verbesserung von Val, | 10 ἀποτεταγμένως Bidez ἀποτεταγμένοσ, σ durch Corr., B ἀποτεταγμένης Bochart; vgl. ob. S. 36, 24 f | 12 οὐ μὲν οὖν ed. | 22 f vgl. Ammian. Marcell. XXVI 6,12: aleam . . . iecit)
118
[*](Phot.)

ὑπ’ αὐτοῦ τῆς πόλεως κατέστη, συλαμβάνεται, καὶ δεσμώτην αὐτὸν ὁ συλλαβὼν πρὸς Οὐάλην ἄγει. καὶ Προκόπιος μὲν τῆς κεφαλῆς ἀποτέμνεται, ἐπὶ μῆνας ἓξ μετεωρισθεὶς τῇ τυραννίδι· Φλωρεντίῳ δὲ οὐδὲ ἤρκεσεν εἰς σωτηρίαν ἡ προδοσία, ἀλλὰ πυρὶ διδόασιν αὐτὸν ὁ στρατὸς κατ’ ὀργὴν παλαιάν, διότι φρουρῶν ἐκεῖνος ὑπὸ Προκοπίου τὴν Νίκαιαν πολλοὺς αὐτῶν ἐκάκωσεν αἱρουμένους τὰ Οὐάλεντος.

6. Ὅτι Προκοπίῳ ἔτι τῆς τυραννίδος ἐποχουμένῳ Εὐνόμιος πρὸς αὐτὸν ἐν Κυζίκῳ διάγοντα παραγίνεται. ἡ δὲ ἄφιξις λύσιν ἔπραττεν τῶν ἐν δεσμοῖς ὑπ’ αὐτοῦ κατεχομένων· ὁ δεσμὸς δὲ τούτους ἐπίεζεν, ὅτιπερ ἔστεργον τὰ Οὐάλεντος, καὶ οἱ τῶν δεσμίων συγγενεῖς ἐξεβιάσαντο τὸν Εὐνόμιον τὴν πρεσβείαν ὑπελθεῖν. ὁ δὲ ὑπελθὼν καὶ τοὺς ἄνδρας λύσας, θᾶττον ἐπανῆκεν.

Υπὸ δὲ τοὺς αὐτοὺς χρόνους καὶ Ἀέτιον ὁ τῆς νήσου παρὰ τοῦ Προκοπίου σταλεὶς ἄρχειν διαβληθέντα παρὰ τῶν ἐπιχωρίων τὰ Οὐάλεντος αἱρεῖσθαι, εἰς κρίσιν εἶλκεν· καὶ θάνατος ἂν βίαιος διεδέξατο τὴν διαβολήν, εἰ μή τις ἀφικόμενος κατ’ ἐκεῖνο καιροῦ τῶν παραδυναστευόντων Προκοπίῳ, τὸν Ἀέτιον τοῦ ξίφους ἁρπάζει. καὶ γὰρ πρὸς γένους ὢν ὁ καταπεμφθεὶς ἐκ Προκοπίου Ἐρρενιανοῦ καὶ Γερρεσιανοῦ ἀδελφοὶ δὲ ἤστην οἧτοι, κοὶ τῷ Εὐνομίῳ συνῆσάν τε καὶ συνδιεβέβληντο), οὕτως δὲ οὗτος κατὰ πολλὴν ἐξουσίαν καὶ τὸν καταδικασάμενον αὐτοὺς ἀπειλήσας καὶ τὴν ἐπ᾿ αὐτοὺς θανατηφόρον ἀνασωσάμενος ψῆφον, καθαροὺς ἀπολύει τῶν ἐπικληθέντων.

Ὁ δὲ Ἀέτιος τοὺς μεθ’ ἑαυτοῦ συναναλαβὼν ἐπὶ τὴν Κωνσταντινούπλιν ἀπαίρει, κἀκεῖ συνῆν Εὐνομίῳ τε καὶ Φλωρεντίῳ. καὶ μετ’ οὐ πολὺν χρόνον τελευτᾷ, Εὐνομίου τό τε στόμα συνελόντος καὶ τοὺς ὀφθαλμοὺς τοῖς δακτύλοις περιστείλαντος, καί γε καὶ τὴν ἄλλην κηδείαν μετὰ τῶν ὁμοφρόνων τελεσαμένου πρὸς τὸ λαμπρόρατον.