Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

4. Ὅτι Ἀέτιος μὲν πρὸς τὴν Λυδίαν ἀφίκετο τὸν Κάνδιδον καὶ Ἀρριανὸν ταῖς ἐκκλησίαις ἐνιδρῦσαι· ὁ δὲ προειρημένος Θεοδόσιος, ἀνδρῶν ἐκείνων τὸν βίον ἔλεγχον τοῦ οἰκείου ὑπειδόμενος, δἰ ἔχθρας καθίσταται τῷ Ἀετίῳ, καίτοι γε μὴ ἀνασχόμενος πρὶν εἰς τὸν κατ’ κατ᾿ αὐτοῦ τόμον χειρογραφῆσαι. ἀλλὰ τῷ γε Φόβῳ δὲ καὶ οὑτος ἠν τῶν οὐχ ἑλομένων καταψηφίσασθαι Ἀετίου, φίλον δ᾿ αὐτὸν παλαιά τε συνήθεια ἐποίει καὶ τῆς ἐκθέσμου πολιτείας ἀπαράλλακτον), οὑτοι δὴ καὶ Αὐξιδιανὸν ἑταιρισάμενοι ἐπίσκοπος δ’ ἦν καὶ οὗτος ὥσπερ κἀκεῖνοι), κατὰ δὴ τοῦ Ἀετίου καὶ τῶν περὶ Κάνδιδον συσκευάζονται. καὶ δὴ καὶ ἑτέρους ἓξ τῶν ἐπισκόπων συναγειράμενοι καὶ συνέδριον καθίσαντες, κοινῇ ψήφῳ γράμμα τοῖς περὶ Εὐδόξιον καὶ Μάριν διαπέμπονται.

Τὸ δὲ γράμμα τήν τε χειροτονίαν Ἀετίῳ ἐπεκάλει ὡς παρὰ θεσμὸν γεγενημένην μάλιστά γε καὶ ὅτι μετὰ τὴν καθαίρεσιν τῆς διακονίας, τῶν καθελόντων αὐτὸν οὐ λυσαμένων τὴν ψῆφον, ὁ δὲ καθελκόμενος ἐκεῖθεν ὅμως καὶ πρὸς βαθμὸν ἀνεπήδησε μείζονα· καὶ μὴν καὶ τὰς περὶ Κάνδιδον χειροτονίας ἀπεδοκίμαζεν ὡς παρὰ τὴν κοινὴν νεωτερισθείσας γνώμην, ἀλλὰ γὰρ καὶ τὰς ἄλλας ὃς οἱ περὶ Ἀέτιον ἐτελέσαντο.

Δεξάμενος δὲ τὴν ἐπιστολὴν ἄσμενος ὁ Εὐδόξιος, τῶν μὲν οὓς Εὐνομίῳ ὀμώμοστο καὶ τῶν πρὸς Εὐζώïon γραμμάτων καὶ τῶν πολλῶν αὐτοῦ καὶ ποικίλων ὑποσχέσεων, τούτων οὐδὲν ἐπὶ ἐλάμβανεν· ἀντιγράφει δὲ πρὸς τοὺς περὶ Θεοδόσιον, αὐτοὺς εἰς τὴν πρᾶξιν, μᾶλλον δ’ ὑποτιθέμενος χωρεῖν κατὰ τῶν παρασχόντων ἢ τῶν δεξαμένων τὰς χειροτονίας.

5. Ὅτι ὁ βασιλεὺς Ἰωβιανὸς εἰς τὸν ἀρχαῖον κόσμον ἀποκαθίστησι

[*](15 ff s. ob. S. 84, 6 ff — 19 ff s. ob. S. 105 — 28–S. 107, 3 vgl. Theophan. 53, 33. Malalas 337, 3. Sozomen. VI 3, 4 ff. Theodoret H. E. IV 4. Rufin H. E. XI 1. Histor. acephala 12. Job. von Nikiou 81)[*](3 ὁ Ἀέτιος ed. | 7 τῷ Val. τό B | φόβω B Φοίβῳ Gotbofred., vgl. Epipban. Haer. 73, 26 PG 42, 453 B 5: Φοῖβος ἐπίσκοπος Πολυχαλάνδου τῆς Λυδίας, u. Socrat. II 40, 45: Φοῖβον | 14 μάρριν, zvreites ρ gestricben, B | 15 ὡς παρὰ Gotbofred. ὥσπερ B | 16 nach μάλιστά γε interpungiert B | 17 αὐτὸν > ed. | ὁ δὲ B in ὁ δεὸν (sic) falscb von Cod. Bern, interpretiert, wober ὅ θέον ob ὁ δὴ, oder ὅδε? s. Register ὁ δὲ | 19 »Κάνδιδον <καὶ Ἀρριανὸν> vgl. S. 107, 5 u. den Plural χειροτονίας. Loofs | παρὰ Bocbart περὶ B | 28 εἰς > ed.)
107

τὰς ἐκκλησίας, πάσης αὐτὰς ἀπαλλάξας ἐπηρείας ὅσην αὐταῖς ὁ [*](Phot.) ἀποστάτης ἐπήνεγκεν. ἀνακαλεῖται δὲ καὶ οὕς ἐκεῖνος τῆς οὐ μεθιεμένους ἐφυγάδευσεν· τούτων καὶ Οὐαλεντινιανὸς ἠν, ἀπὸ Θηβῶν τῶν Αἰγυπτίων ἀνακομισόμενος.

6. Ὅτι, φησίν, οἱ περὶ Κάνδιδον καὶ Ἀρριανόν, προσγενεῖς ὄντες τῷ βασιλεῖ, πρὸς αὐτὸν ἐν Ἐδέσῃ παραγίνονται καὶ τῷ Ἀθανασίῳ ἐξοικειώσασθαι τὸν βασιλέα σπουδάζοντι ἐμποδὼν ἵστανται· πλὴν ὅ γε βασιλεύς, εἰς δίαιταν κοινὴν τὰ παρ’ ἑκατέρου μέρους λεγόμενα ἀναθέμενος, ῥοπὴν οὐδετέροις τέως παρέσχεν ἐπίδηλον.