Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

1. Ὅτι τῇ ἐπαύριον τοῦ διαφθαρῆναι τὸν ἀποστάτην ἀνίστησιν ὁ στρατὸς Ἰωβιανὸν βασιλέα. ὁ δὲ οὐ γὰρ ἦν ἄλλως διασωθῆναι, εἰς δέκατον μέρος τῆς ὅλης στρατιᾶς ἀπολεπτυνθείσης) τριακοντούτεις τίθεται πρὸς τὸν Πέρσην σπονδάς, τῆς τε Νισίβεως αὐτῷ ὑπεκστὰς καὶ τῶν φρουρίων ὅσα Ῥωμαίοις ἐπὶ Πέρσας ἄχρι τῆς Ἀρμενίας οἱονεὶ τεῖχος προὐβέβλητο.

Τὸν δὲ νεκρὸν Ἰουλιανοῦ Μεροβαύδης καὶ οἱ σὺν αὐτῷ ἐν Κιλικίᾳ κομίσαντες, οὐ κατὰ πρόνοιαν, κατὰ δέ τινα περιφορὰν ἀντικρὺ τοῦ τάφου ὃς τὰ Μαξιμίνου συνεῖχεν ὀστᾶ κατέθεντο, λεωφόρου μόνης ἀπ’ ἀλλήλων τὰς θήκας αὐτῶν διατειχιζούσης.

[*](1—9 vgl. Malalas 334 ff. Theophan. 53, 26. Zonar. XIII 14, 1 ’. Ammian. MarcelHn. XXV 5 ff. Zosim. III 30 ff. Theodoret H. E. IV If. Sozomen. VI 3 u. 7, 10. Socrat. III 22. Rufin H. E. XI 1. Hieronym. Chronic, a. Abr. 2379 f. Gregor. Na- zianz. Orat. V 15 ff. Job. Chrys. De S. Babyla c. Julian. 23 S. 576)[*](* 8—11 Niceph. H. E. X 43 PG 146, 584 B 5)[*](1 Titel rot geschrieben B | 3 vgl. Gregor. Naz. 1. 1. PG 35, 684 A 1 : τοῦ διασώσασθαι τὸν στρατόν | 4/5 τριακοντούτεις σπονδὰς auch bei Theodoret So- zomen. Zosim. | 5 αὐτῷ Bidez αὐτ(οῦ) B αὐτῆς Gothofred.; vgl. Zonar. XIII 14, 5 τῆς γὰρ Νισίβεως . . . ἐξέστη αὐτοῖς; Zosim. III 31, 1: συνεδόκει δὲ Ῥωμαίους . . . ἐκστῆναι τοῖς Πέρσαις . . . τῶν . . . φρουρίων | 6 ἁρμενίασ B)

1α. Artemii Passio 70 [unmittelbar nach λοιδορησάμενος ob. S. 103, 22]: Τοῦ δὲ παραβάτου πεσόντος ἐν τῷ μεταιχμίῳ τοῦ στρατοπέδου, Ἰοβιανὸς ἀναγορεύεται βασιλεὺς ὑπὸ τοῦ στρατοπέδου. καὶ σπονδὰς πρὸς τὸν Πέρσην εἰρηνικὰς ποιησάμενος, τὴν Νίσιβιν παραδοὺς τοῖς Πέρσαις ἄνευ τῶν οἰκητόρων, ἐξῆλθεν ἐκεῖθεν. ὁ γὰρ στρατὸς λιμῷ καὶ λοιμῷ διεφθείρετο.

[*](la fehlt in TSymeon | 23 nach παραβάτου + ἰουλιανοῦ S | 23/24 so interpungieren HSS | 24 Ἰοβιανὸς — στρατοπέδου>Ρ | ἰουβιανὸσMV | 25 νήσιβην P | 26 vgl. Malal. 330, 4: ἄνευ ἀνδρῶν τῶν οἰκούντων αὐτήν)
105

2. Ὅτι Εὐζώϊος, φηςί, καὶ οἱ σὺν αὐτῷ τ]ν μὲν ὑπὲρ Ἀετίου [*](Phot.) καὶ τοῦ δόγματος τόμον ἐξέθεσαν, οὐ μήν γε περαίνειν ταῦτα διανέστησαν. διὸ οἱ περὶ Ἀέτιον καὶ Εὐνόμιον ἐν Κωσταντινουπόλει διατρίβοντες καθ᾿ ἑαυτοὺς ἤδη τῶν πραγμάτων προΐσταντο, τά τεἄλλα ὡς αὐτοῖς ἐδόκει πρὸς τὸ ἄριστον τιθέμενοι καὶ δὴ καὶ ἐπισκόπους καθίστασαν. ὧν Κάνδιδος μὲν καὶ Ἀρριανὸς ταῖς κατὰ Λυδίαν καὶ Ἰωνίαν ἐκκληςίαις ἐφίστανται, Παλαιστίνης δὲ ὁ ἀπὸ Χαιρατόπων Θεόδουλος ἐπεσκόπησεν. ἐν δὲ Κωνσταντινοῦπόλει (καὶ γὰρ Εὐδοξίου καί τινων ἄλλων αἱρέσεων ἀπορρυὲν οὐκ ὀλίγον πλῆθος τὴν περὶ Ἀέτιον καὶ Εὐνόμιον μοῖραν ἐπηύξησεν) χειρτονοῦσι πρῶτον τῆς καθ᾿ ἑαυτοὺς ἐκκληςίας Ποιμένιον ὄνομα. ὃ καὶ τὸ Εὑδόξιον, μέχρι τότε τὰς πρὸς αὐτοὺς τῆς ἑνώσεως ἐλπίδας ὑποτρέφοντα, εἰς τὸ βεβαίως ἀντίπαλον μετεστήσατο. Ποιμενίου δὲ μετ᾿ οὐ πολὺν ἀποβιώσαντος χρόνον, ἀντικαθιστῶσι Φλωρέντιον, εἰς δὲ τὴν Λέσβον, τοῦ ταύτης ἀποιχομένου ποιμένος, χειροτονοῦσι Θάλλον. τῇ δὲ πρὸς τῷ Πόντῳ Γαλατίᾳ καὶ Καππαδοκίᾳ Εὐφρόνιον προχειρίζονται· τὴν δὲ Κιλικίαν Ἰουλιανὸς ἐγχειρίζεται. πρὸς δὲ τὴν ἐν τῇ κοίλῃ Συρίᾶ Ἀντιόχειαν μετ᾿ οὐ πολὺν χρόνον ἐθελοντὴν ἀφικνεῖται Θεόφιλος ὁ Ἰνδός, ἐφ᾿ ᾧ τὸν Εὐζώϊον μὲν κατὰ τὸ προηγούμενον ἀναστῆσαι εἰς τέλος ἀγαγεῖν τὰ ὐπὲρ Ἀετίου ἐγνωσμένα· εἰ δὲ μή, αὐτός γε καθηγήσεσθαι τοῦ ἐκεῖσε πλήθους ὅσον τὴν ἐκείνου γνώμην ἠσπάζετο. ἑκατέρας δὲ Λιβύιης καὶ ὅσον ἐν τῇ Αἰγύπτῳ τὸ αὐτῶν διέσωζε φρόνημα, τοῖς ἀμφὶ Σέρραν τε καὶ Στέφανον καὶ Ἡλιόδωρον ἔμελεν.

Τούτους μὲν οὖν ἅπαντας ὁ Φιλοστοόργιος ἐπαίνοις οὐκ ἔχει κόρον διακοσμεῖμ, τήν τε δύναμιν τῶν λόγων ἀνυμνῶν και τὸν βίον ἀποθειάζων.

3. Ὅτι θεοδόσιόν τινα τῶν ἐπισκόπων θερμὸν ἐραστὴν τὴς αὐτοῦ αἱρέσεως εἰσάγει, καὶ πρὸς τὰς διὰ τῶν γυναικῶν ἡδονὰς ἀποκλῖναι, καὶ ἄλλα τε δυσσεβῆ τῇ ἀρχαίᾳ δόξῃ συνάψαι καὶ δὴ καὶ ὡς ὁ Χριστὸς τρεπτὸς μὲν τῇ γε φύσει τῇ οἰκείᾳ, ἐπιμελείᾳ δὲ τῶν ἀρετῶν ἀνυπερβλήτῳ εἰς τὸ ἄτρεπτον ἀνυψωθῆναι· καὶ ὅτι μηδὲ φθέγγοιτο μηδ᾿ ἀκούοι τὸ θεῖον, ἐπεὶ χεῖρες ἂν αὐτῷ καὶ ἀκοαὶ [*](1 f s. ob. S. 86, 2 f) [*](2/3 διανέστησαν vgl. ob. S. 13, 16 u. ἀναστῆσαι unt. Z.19 | 8 ἐπισκόπησεν Β, corr. Migne | 12 ὑποστρέφοντα ed. | 15 ταύτης Val. ταύτην Β | 16 Πόντῳ Holstein ποντίω Β | Eὐφρόνιον Val. εὐφράνιον Β | 23 ἔμελεν Bochart ἔμελλεν Β | 27 θεοδώσιν Β, corr. M | 28 <πρὸς> Val., vgl. unt. S. 106, 4 ff | 29 καὶ 3 >ed. | 32 φθέγγοιτο Μ φθέγοιτο Β | ἀκούοι τὸ] ἀκούοιτο τὸ Β, ich corrigiere)

106
[*](Phot.) συμπλασθήσονται· καὶ ἄλλα δὲ τοιουτότροπά φησιν αὐτὸν δυσσεβῆσαι.