Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

1. Ὅτι τὸν Εὐνόμιόν τινες τῶν έν τῷ κλήρῳ Κυζίκου διαβάλλουσιν ὡς ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν εἰσηγούμενον, τὸ μὴ κατ’ οὐσίαν ὅμοιον εἰς κατηγορίαν ἀνομοιότητος πατρὸς πρὸς υἱὸν μετασκευάζοντες· καὶ τὰ παλαιὰ δὲ μετακινεῖν ἔθη, καὶ τοὺς μὴ συνασεβεῖν ἐθέλοντας διασκευάζειν. ἐπὶ τούτοις θόρυβος τὴν Κωνσταντινουπολιτῶν ἐκκλησίαν εἶχεν, ἀνακινοῦντος αὐτὴν ἐπίτηδές τινος τῶν έν αὐτῇ πρεσβυτέρου, Ἡσυχίου τοὔνομα. διὸ μετάπεμπτον ὁ Εὐδόξιος τὸν Εὐνόμιον ποιεῖται. παραγεγονὼς δὲ ὁ μὲν τῆς βραδυτῆτος καὶ ὀλιγωρίας τῶν ὑπεσχημένων τὸν Εὐδόξιον ᾐτιᾶτο· ὁ δὲ περὶ τούτων μὲν ὑπεκρίνατο μὴ ἂν ἀμελῆσαι, δεῖν δὲ πρὶν τὴν περὶ αὐτοῦ γεγενημένην διαλῦσαι στάσιν. ἐντεῦθεν εἰς ἀπολογίαν ὁ Εὐνόμιος τῷ Κωνσταντινουπόλεως κλήρῳ καταστάς, οὕτω τοὺς πρὶν θορυβοῦντας εἷλεν, ὡς μὴ μόνον εἰς τὴν ἐναντίαν μεταστῆσαι δίξαν, ἀλλὰ καὶ μάρτυρας αὐτοῦ θερμοὺς τῆς εὐσεβείας γενέσθαι. καὶ γὰρ ἀνόμοιον τῷ πατρὶ τὸν υἱὸν οὐ μόνον οὐδαμῶς ἐν οἷς ἐδημηγόρησε δογματίζειν ἐφωράθη, ἀλλά γε καὶ ὅμοιον κατὰ τὰς γραφας ἀνακηρύττειν ἐπαρρησιάζετο. τὸ μέντοι ὅμοιον κατὰ τὴν οὐσίαν οὐ προσίετο, ἴσον εἰς βλασφημίαν λέγων εἶναι ὄμοιον κατ’ οὐσίαν τῷ πατρὶ τὸν υἱὸν καὶ μὴ ὁμοιότατον φρονεῖν κατὰ τοὺς μονογενεῖ θεῷ πρὸς τὸν ἀπαθῶς γεγεννηκότα πατέρα προσήκοντας λόγους. οὐ μόνον δὲ τὸν κλῆρον οὕτως διέθηκεν, ἀλλὰ καὶ πάδημον ὅλην ἐκκλησίαν, τὰ αὐτὰ διαλεχθείς, εἰς μέγα καὶ γλυκὺ θαῦμα καὶ σοφίας καὶ εὐσεβείας εἱλκύσατο. ἐξ οὗ καὶ τὸν Εὐδόξιον ὐπεραγασθέντα ἀναβοῆσαι· »ἡ ἐμὴ ἀπολογία τοῖς ἐμὲ ἀνακρίνουσιν αὕτη [*](1 ff vgl. Sozomen. VI 26, 5 ff. Theodoret H. E. U 29, 2 ff u. Haer. Fab. IV 3 PG 83, 417 f. Socrat. V 24, 1 — 19 ff u. S. 71, 7 f vgl. Albertz, Untersuch, über die Schriften des Eunom., Diss. Halle a. S. 1908 S. 45 f u. 53 — 25 f I Kor. 9, 3) [*](1 Titel rot geschrieben B | 11 περὶ 1 M π(αρὰ) B | ἀπεκρίνατο Val. 14 εἷλεν aus εἷλον corr. B | 15 καὶ1 > ed. | 16 ἐδημιούργησε B, corr. vgl. unt. S. 71, 4)

71
ἐστίν‘, καὶ κρότον ἀγεῖραι τῷ πλήθει, ὡς εὖ καὶ κατὰ καιρὸν τὴν Phot. ἱερὰν ἀνειπόντος χρῆσιν.

2. Ὅτι ὁ δυσσεβὴς οὑτος Εὐνόμιον τὸν θεοστυγῆ κατ᾿ ἐπιτροπὴν Εὐδοξίου δημηγορῆσαι τῷ πλήθει λέγει τῆς τῶν Θεοφανίων ἑορτῆς ἐνισταμένης, ἐν ᾑ τὸ δυσσεβὲς αὐτῶν καὶ ἄθεον μάλιστα ἀπογυμνοῦται. τόν τε γὰρ Ἰωσὴφ οἱ κατάρατοι μετὰ τὴν ἄφραστον κυοφορίαν συνάπτειν οὐ πεφρίκασι τῇ παρθένῳ καὶ τὸν υἱὸν ἀναιδέστερον τοῦ πατρὸς δοῦλον καὶ ὑπηρέτην, καὶ δὴ καὶ τὸ πνεῦμα τοῦ υἱοῦ φοβερὸν οὐδὲν ἡγοῦντο λέγειν.

Ἔστι δὲ καὶ αὐτοῖς ἡ φράσις ἐν τούτοις πανηγυρικῆς χάριτος ἀπηλλοτριωμένη, ἀσαφείᾳ δὲ καὶ περιττολογίᾳ καὶ ῥημάτων οὐ καθαρῶν παραχρήσει εἰς τὸ ἀτερπέστατον καὶ καταγέλαστον καὶ τεταραγμένον εἶδος ἀνοιδουμένη, καὶ τὸν τῆς ψυχῆς γνόφον καὶ σόλον καὶ τὸ θεοβλαβὲς ἐνδεικνυμένη.

3. Ὅτι μετὰ τοὺς πολλοὺς ἐπαίνους Εὐνομίου οὐ μόνον μόνον ὡν ὑπέσχετο διενοήθη περαίνειν Εὐδόξιος, ἀλλὰ κἀκεῖνον ἐπεχείρει πείθειν γραφῇ τήν τε καθαίρεσιν Ἀετίου καὶ τὴν έν Ἀριμήνῳ ἔκθεσιν ὑποσημήνασθαι, εἰς τὸ τῆς οἰκονομίας πρόσχημα τὸ ἔκθεσμον αὐτοῖς καταρυθμίζων καὶ ἀθέλητον. ἐφ’ οἷς ὀ Εὐνόμιος βαρέως ἐνεγκὼν οὐδέτερον μὲν ὑπέστη· προσαπολιμπάνει δ᾿ αὐτοῖς καὶ τὴν Κύζικον πρῶτα μὲν λόγοις, εἶτα δὲ καὶ γράμμασι, καὶ πρὸς τὴν ἑαυτοῦ πατρίδα τὴν Καππαδοκίαν ἀφικνεῖται.

4. Ὅτι κατ’ Εὐνομίου κινηθεὶς ὁ Ἀκάκιος ἐφ᾿ ᾧ Κυζίκου κατέστη ἐπίσκοπος, συνδιαβάλλει καὶ τοὺς περὶ Εὐδόξιον, ὡς χωρὶς κοινῆς γνώμης τὸν μαθητὴν Ἀετίου κεχειροτονηκότας ἐπίσκοπον, ἄνδρα τὸν οἰκεῖον διδάσκαλον τῷ πρὸς τὴν αἵρεσιν ὀξυρρεπεστάτῳ ζήλῳ ὑπερβαλέσθαι φιλονεικήσαντα· καὶ πείθει ταῖς διαβολαῖς τὸν Κωνστάντιον μετάπεμπτον ἐν Ἀντιοχείᾳ ποιήσασθαι τὸν Εὐνόμιον. καὶ παραγεγονότα εἰς ἀπολογίαν κελεύει καταστῆναι συνοδικῇ διαίτῃ λογοθετούμενον. ἐπεὶ δὲ ἡ σύνοδος τὸν κατήγορον ἐζήτει, ὁ δὲ ἠν οὐδαμοῦ· ὁ γὰρ Ἀκάκιος ἀποδειλιάσας (καὶ γὰρ ἐνόμιζεν ἐκ μόνης τῆς [*](10–14 vgl. Photii Bibliotheca Cod. 138 — 19–21 vgl. Sozomen. VI 26 Socrat. IV 13, 1. Theodoret H. E. II 29, 10 u. Haer. Fab. IV 3 — 21 f vgl. Eunom. bei Gregor. Nyss. C. Eunom. I PG 45, 281 D 8) [*](4 Θεοφανείων ed. | 10 — 14 Philostorgius reproduzierte die Tiraden, die Photius hier charakterisiert | 18 πρόσχημα M πρόσσχημα B; vgl. ob. S. 65, 22 19 καταρυθμίζων, υ aus ϊ corr., B | 21 καὶ1 > ed. | 2.5 τὸν 1] ///// τὸν B 26 τῶν πρὸσ αἵρεσιν ὀξυρρεπεστάτων ζήλων B, corr. Val. | 26/27 ὑπερβαλλέσθαι corr. Bochart | 30 ὁ δὲ B ὅδε? Loofs)

72
[*](Phot.) πρὸς βασιλέα διαβολῆς τὸν ἐχθρὸν αἱρήσειν κατὰ κράτος) εἷς ἠν τῶν εἰς τὸ βαθύτατον σιγώντων· διὸ καὶ ὁ Κωνστάντιος ταῦτα μαθὼν δι᾿ ὑπονοίας τε τὸν Ἀκάκιον ἔσχεν, ὡς ἀπεχθημοσύνῃ μᾶλλον ἢ τρόπων εὐθύτητι τὴν κατηγορίαν ἐνστησάμενον, καὶ θᾶττον αὐτὸν εἰς τὴν ἰδίαν ἐπαναδραμεῖν ἐκέλευεν παροικίαν, μείζονι συνόδῳ ταμιευόμενος τὴν τῶν προκειμένων διάγνωσιν.

5. Ταῦτα δὲ Κωνσταντίῳ διανοουμένῳ, ἡ τοῦ Ἰουλιανοῦ ἐπανάστασις ταῖς φήμαις αὐτῷ διακομίζεται. ὁ δὲ αὐτίκα τε τὴν ἐπὶ

[*](2 σιγόντων B, corr. Μ | 5 ἐκέλευσε ed.)

5 a Artemii Passio 19: Ὁ δὲ Κωνστάντιος ἄρας ἀπὸ τῆς Κωνσταντινουπόεως τὴν ἐπὶ Συρίας ἐποιεῖτο ὁδόν· καὶ φθάσας τὴν μεγαλόπολιν Ἀντιόχειαν, αὐτοῦ κατασκηνοῖ τὸν πρὸς τοὺς Πέρσας ἑτοιμαζόμενος πόλεμον. αὐτοῦ δὲ χρονοτριβήσαντος ἐν τῇ πόλει καὶ τὸν στρατὸν ἐξαρτύοντος, ἀφίκετο γράμματα πρὸς αὐτὸν δηλοῦντα τὴν τοῦ Ιουλιανοῦ ἐπανάστασιν. ὁ γὰρ Ἰουλιανός, ὡς δεδήλωταί μοι καὶ πρόσθεν, ἡνίκα τὸν περὶ τούτων ἐποιούμην λόγον, ἐπὶ φυλακῇ τῶν Ἑσπερίων εἰς τὰς Γαλλίας ὑπὸ τοῦ Κωνσταντίου Καῖσαρ ἀναδειχθείς, αὐτὸς ἐπὶ πλεῖον ἐν τῷ τοῦ Καίσαρος σχήματι εἶναι μὴ ἀνασχόμενος, τό τε διάδημα περιτίθεται καὶ τῆς μείζονος ἀνθάπτεται βασιλείας. ἐπεὶ δὲ ἀντελάβετο τῶν πραγμάτων, οὐκέτι μικρὸν οὐδὲν ἐνενόει οὐδὲ διαμέλλειν ἐγίγνωσκε ἀλλὰ ἀλλὰ τὴν Εὐρώπην τέως ὑφ’ ἑαυτῷ ποιήσασθαι πᾶσαν Μέλων ὁπόση Ῥωμαίοις ὑπακούει,

[*](10– S. 73, 13 vgl. Zonar. XIII 10, 16 ff. Ammian. Marcellin. XX — XXI Zosim. in 9–11 — 15 f s. ob. IV 2)[*](10 Ὁ δὲ — 14 γράμματα fehlt in S | 11 nach ἐπὶ + τῆσ R | 12 nach αὐτοῦ + που Τ Symeon | 13 ἑτοιμαζόμενον R | 14 πρὸς — S. 74, 9 μόνος fehlt in V | 16 τὸν] τῶν R | 17 ὑπὸ τοῦ Κωνσταντίου > P | 18 ἀποδειχθεὶσ RSMT Symeon, vgl. ob. S. 59, 21 | 22 πτᾶσαν vor τέως ~ P | θέλων P)

5 b. [zu Ζ. 18 ff] Artemii Passio 41 [Julians Rede]: Καὶ ὁ . . . ων- στάντιος . . . τὸν ἐμὸν ἀδελφὸν Γάλλον πεφόνευκε . . . ἡμᾶς τε αὐτούς, εἰ μὴ θεῶν προνοίᾳ περιεσώθημεν, τὸ αὐτὸ ἠβούλετο δρᾶσαι. ἀλλ’ οἱ θεοὶ διεκώλυσαν, αὐτοψεί μοι τὴν σωτηρίαν μηνύσαντες· εἰς οὓς ἐγὼ τεθαρρηκὼς τὸν Χριστιανισμὸν ἐξωμοσάμην καὶ πρὸς τὸν Ἕλληνα βίον ἀπέκλινα, εὖ εἰδὼς ὡς ὁ τῶν Ἑλλήνων καὶ Ῥωμαίων ἀρχαιότατος βίος, καλοῖς ἔθεσι καὶ νόμοις χρησάμενος, θεοὺς προσαγορεύει τοὺς τὸ πιστὸν ἐκ τῶν πραγμάτων ἔχοντας.

[*](30 s. ob. S. 58 — 31–33 vgl. Zonar. XIE 10, 11 u. 11, 9. Ammian. XXI If. Zosim. III 9, 5 f. Sozomen. V 1, 8. Gregor. Nazianz. Orat. IV 47)[*](5 b fehlt in S | 31 ἐβουλεύετο MV | 33 ἐξωμοσάμην vgl. Zonar. unt. S. 76, 30 u. XIII 11, 4 | 35 ἔθνεσι M | κόμοισ P)
73

Κωνσταντινούπολιν ἐβάδιζεν καὶ σύνοδον ἅμα διώριζεν ὑπὲρ τοῦ [*](Phot.) ἑτεροουσίου κατὰ Νίκαιαν ἵστασθαι. φθάσας δὲ παρὰ τὰς Μόψου καλουμένας κρήνας καὶ νόσῳ βληθείς, εἰτα καὶ βαπτισάμενος παρὰ

[*](3– S. 74, 2 vgl. Theophylact. Bulgar. Passio XV Martyrum 9 PG 126, 165 Α. Sozomen. V 1, 6. Socrat. 11 47. Theodoret H. E. II 32, 6. Rufin H. E. X 27)[*](1 ὑπὲρ aus ὑπὸ corr. B | 2 π(αρὰ) B)

τῷ στρατῷ συνταξάμενος διὰ Γερμνῶν ἐπὶ τὸν Ἴστρον ἐχώρει καὶ [*](Art. P. 5 a) ῆς πέραν ὄχθης λαβόμενος διὰ τῶν ἐκείνης χωρίων ἤλαυνεν, ἀμφοτέρους τοὺς ὑπάρχους διαλαθών, τόν τε τῶν Ἰταλιῶν Ταῦρον οὕτω καλούμενον καὶ τὸν τῶν Ἰλλυριῶν Φλορέτιον. ἐπεὶ δὲ κατὰ Παίονας ἐγένετο, διαβὰς ἐπὶ θάτερα τὸν ποταμόν, αὐτίκα τήν τε Ἰλλυρίδα πᾶσαν ὑφ᾿ ἑαυτῷ γῆν εἶχε καὶ τὰς Ἰταλίας καὶ τὰ μέχρι τοῦ ἑσπερίου Ὠκεανοῦ σύμπαντα ἔθνη ὁπόσα τῆς Ῥωμαίων ἐπικρατήσεως ἦν. [§ 20] ὁ δὲ Κωνστάντιος ταῦτα διὰ τῶν γραμμάτων μαθὼν τε ὥσπερ καὶ εἰκὸς ἦν καὶ περὶ τῇ Κωνσταντινουπόλει μάλιστα δείσας μή, ὅπερ κἀκεῖνος διενοεῖτο, φθάσειεν αὐτὴν ὑφ᾿ ἑαυτὸν ποιησόμενος, ἠπείγετο οὐν κατὰ τὸ δυνατὸν προκαταλαβεῖν. ἐν ὅσῳ δὲ ὁ στρατὸς αὐτῷ συνελέγετο κατὰ τὰς πόλεις τῆς Ἑῴας ἐσκεδασμένος καὶ ἔμελλεν ἐξαρτύεσθαι ὡς πρὸς τοσαύτην ὁδόν, σημαίνει τοῖς ἐπισκόποις εἰς τὴν Νίκαιαν αὐτὸν ὡς ὅτι τάχιστα φθῆναι προαφικομένους· ἐμελέτα γὰρ δευτέραν ἐν αὐτῇ συγκροτῆσαι σύνοδον, παρὰ τῶν δυσσεβῶν Ἀρειανῶν κατὰ τοῦ ὁμοουσίου παροτρυνόμενος. ἐπεὶ δὲ τὴν Κιλικίαν διεξελθὼν εἰς τὰς Μόψου καλουμένας κρήνας ἀφίκετο, ἀσθένειά τις ἐξαπιναίως αὐτῷ προσέπεσε καὶ οὐχ οἱός τε ἠν ἔτι τὸ πρόσω χωρεῖν. ὡς δὲ ᾔσθετο φαύλως ἔχων ἤδη καὶ οὐκ ἂν βιώσόμεος, τὴν ταχίστην τὸν Ἀντιοχείας ἐπίσκοπον μεταπέμπεται Εὐζώϊον καὶ αὐτῷ Βαπτίσαι αὐτὸν ἐπιτρέπει. βαπτισάμενος δὲ καὶ μικρὸν ἐπιβιούς, αὐτόθι

[*](2 vgl. Gregor. Nazianz. Orat. IV 47 — 14–S. 74, 9 vgl. Synops. 56, 11 Zonar. XIII 11, lOff. Chronic. Paschal. a. 361. Theophan. 46, 10. Ammian. Marcellin. XXI 15)[*](* 19– S. 74, 9 [nach Symeon] Michael Glykas Annal. IV S. 469,8)[*](8 ὅχλησ Μ | ἐκείνῃ? Mendelssohn | 10 τὸν τὸν M Symeon τὸν R τῶν PST | φλωρέντιον SM | ἐπεὶ δὲ] ἐπειδὴ Τ Symeon | Παίονας Mai πλείονασ HSS u. Symeon, vgl. Zosim. III 10, 4: εἰς Παιονίαν ἀφίκετο | 12 ἑσπερίου > P 14 τῶν > ST | 15 τῆ κωνσταντινουπόλει PS τὴν κωνσταντίνου πόλει T τὴν M τῆσ (τῆσ > Symeon) κωνσταντινουπόλεωσ R Symeon | 17 οὖν | 20 αὐτὸν ὡς] ὡς αὐτὸν? Mendelssohn | ὀφθεῖναι ὀφθῆναι Symeon 23 κρίνασ PMT Symeon | 24 αὐτῷ > P vor ἐξαπιναίως ~ R)
74
[*](Phot.)

Εὐζωΐου, τήν τε βασιλείαν αὐτῷ βίῳ καὶ τὰς ἐπ’ ἀσεβείᾳ συνόδους ἀπολείπει.

6, Ὅτι, κομιζομένου πρὸς ταφὴν Κωνσταντίου, ὁ Ἰουλιανὸς καταλαβών, τῆς τε σοροῦ προεπόμπευε τῆς κεφαλῆς ἀφελόμενος τὸ διάδημα καὶ τιμῶν τὸν νεκρὸν οὑ τὴν ζωὴν ἀφελεῖν ἐπεστράτευεν.

[*](* 4 f Niceph. H. E. X 2 PG 146, 444 A)[*](5 ἐπεστράτευσεν ed.)[*](Art. P.)

προλείπει τὸ ζῆν, βασιλεύσας τὰ σύμπαντα ἔτη τεσσαράκοντα, τὰ μὲν ἡμίσεα μετὰ τοῦ πατρός, τὰ δὲ ἐπίλοιπα μόνος.

6 a — 7 a [ebd. Folge] Αὐτὸν δὲ ἡ στρατιὰ ὀλοφυραμένη καὶ τὰ νομιζόμενα ἐπ᾿ αὐτῷ τελέσασα, λάρνακι τοῦτον ἐνέθεσαν τοῖς εἰωθόσιν εἰς τὸ διαρκέσαι σκευάσαντες τὸν νεκρόν. καὶ εἰς ἁρμάμαξαν ἐνθέμενοι, ἐκόμιζον ἐπὶ τὴν Κωνσταντινούπολιν σὺν τοῖς οἰκείοις ἕκαστος ὅπλοις αὐτῷ ἐφεπόμενοι καὶ κατὰ τὸν αὐτὸν κόσμον ὅνπερ καὶ ζῶντος ὑπὸ τοῖς ἡγεμόσι τεταγμένοι ἐτύγχανον. [§ 21] οὑτοι μὲν δὴ τὴν εἶχον ἄγοντες τὸν νεκρόν· καὶ ὁ Ἰουλιανὸς συνωμάρτησεν ἐκ τῶν Ἰλλυριῶν ἀφικόμενος καὶ ᾔδη βεβαίως ἔχων τὴν πᾶσαν βασιλείαν, οὐδενὸς αὐτῷ μετὰ τὸν Κωνσταντίου θάνατον ἐναντιωθῆναι τολ- μήσαντος. κοιζομένου δὲ τοῦ νεκροῦ ἐπὶ τὸν ωεὼν τῶν ἀποστόλων, ἵναπερ αὐτὸν καταθήσειν πλησίον τοῦ πατρὸς ἔμελλον, αὐτὸς ἡγεῖτο τῆς κλίνης, τὸ διάδημα τῆς κεφαλῆς περιελών. ἐπεὶ δὲ ἔθαψαν

[*](10–21 vgl. Ammian. Maicellin. XXI 16, 20 f. Gregor. Nazianz. Orat. V 16 f. Liban. Orat. XVm 120. Socrat. ΙΙΙ 1, 50)[*](8 τὸ] τοῦ PT, Symeon wie im Text | 6 a — 7 a fehlt iu V | 10 στρατιὰ 25 Symeon στρατεία HSS | ὁλοφρωμένη Τ ὀλοφυρομένη Symoon Cod. A (Cod. B wie im Text) | 12 ἁρμαμάζαν RSM ἅμαξαν T ἅμαξαν Symeon | 13 ἕκαστοσ P Symeon ἕκαστοι RSMT | 15 vor τεταγμένοι + τότε Τ, Symeon wie im Text δὴ] διὰ R | 18 αὐτὸν PR Symeon Cod. A (Cod. B wie im Text) | 19 τῶ νεκρῶ R | τὸν νεὼν T Symeon zw νεῶ PRSM | 21 ἔθαψεν P)

[zu Ζ. — 21] vgl. Zonar. XIII 12, 4: Τὸ δὲ τοῦ Κωνσταντίου σῶμα τὸ σὺν ἐκείνῳ στρατιωτικὸν καὶ οἱ ἄρχοντες ἐπ’ ὀχήματος εἰς Κωνσταντινούπολιν διεκόμισαν· ᾡ καὶ ὁ Ἰουλιανὸς προσυπήντησε καὶ προέπεμψε [so Ο] περιελόμενος κεφαλῆς τὸ διάδημα. κατετέθη δὲ ὁ τοῦ τελευτήσαντος νεκρὸς αὐτοκράτορος ἐν τῷ τῶν ἁγίων ἀποστόλων ναῶ.

Cedren. I 531, 10: Οὗ (näml. τοῦ Κωνσταντίου) τὸ σῶμα Ἰοβιανὸς ταῦτα βασιλεύς, προτίκτωρ τότε ὤν, ἀποκομίσας ἀπέθετο πλησίον τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ἡρῴῳ μετὰ Εὐσεβίας τῆς αὐτοῦ πρώτης γυναικός.

75

7. Ὅτι τὴν βασίλειον ἀρχὴν ἁρπάσας ὁ Ἰουλιανός, ἅτε δὴ Ἀέτιον [*](Phot.) διὰ Γάλλον δῆθεν κινδυνεύοντα, τῆς φυγῆς ἀνακαλεῖται· οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους, ὅσοι δογμάτων ἐκκλησιαστικῶν ὑπερορίαν υπεστησαν.

[*](1 ff Julian. Epist. 31 u. 26. Vgl. Theophyliict. Bulgar. Passio XV Martyrum 10 PG 126, 165 B. Sozomen. V 5, 1, 6 u. 9. Rufin H. E. X 28. Socrat. Ill 1, 48. Theodoret H. E. III 4, 1 f. Chronic. Paschal. a. 362 S. 547, 19. Epiphan. Haeres. 76 PG 42, 637 C 7. Histor. acephala 10)

1 Ἀέτιον ἅτε δὴ ∾ Val. | 3 ob etwa δογμάτων <ἕνεκεν> ἀλλὰ τούς τε ἐπισκόπους, ὅσοι κατὰ τοὺς Κωνσταντίου καιροὺς καὶ χρόνους τῶν ἐκκλησιῶν διὰ τὴν πίστιν ἐξεδιώχθησαν, τῆς ἐξορίας ἀνακαλεῖται κα ἐκκλησίας αὐτοῖς ἀποδίδωσι

αὐτόν, ἐπὶ τὰ βασίλεια ἤδη ἀπαλλαττόμενος, τό τε διάδημα ἐπέθετο [*](Art. P.) αὖθις καὶ τῶν πραγμάτων ἐγκρατὴς ἦν, μόνος ἤδη τὴν ὅλην τῶν Ῥωμαίων βασιλείαν ὑποζωσάμενος. ἐπεὶ οὖν ὁ Κωνστάντιος ἐκ ποδῶν ἦν, εἰς τοὺς ὑπολειπομένους καὶ μάλιστα τῷ φθόνῳ τὴν αἰτίαν παρασχομένους τῆς ἀναιρέσεως Γάλλου ἀνέψυχε τὸ ζέον τῆς ὀργῆς. καὶ αὐτίκα Εὐσέβιον μὲν τὸν πραιπόσιτον τῆς κεφαλῆς ἀφαιρεῖται, διότι τὴν ἀρχήν τε ἐφαίνετο ἐκ τῶν ἑαυτοῦ διαβολῶν τὸν ἅπαντα τῷ Γάλλῳ φόνον συγκερασάμενος· Παῦλον δὲ τὸν Σπανὸν εἰς τοὺς ὑπογραφέας τοῦ βασιλέως τελοῦντα πυρὶ παραδίδωσιν, ὡς πολλὰ δὴ μάλα τῷ Γάλλῳ ἐμπικρανάμενον. τούτους μὲν οὖν ἀμφοτέρους εἰς τὴν Χαλκηδόνα διαπέμψας, ἐκεῖ τῇ οἰκείᾳ δίκῃ ὑπάγει ἑκάτερον· ἀνεῖλεν δὲ καὶ Γαυδέντιον στρατηγὸν τῆς Ἀφρικῆς καὶ ἄλλους τινάς, ὁπόσοι τι εἰς αὐτὸν πεπαρῳνήδεσαν. § 22] ἀλλὰ τούτους μὲν γραμμάτων ἐκόλασεν.

[*](16–26 vgl. Zonar. XIII 12,6. Ammian. Marcellin. XXII 3 f u. 11,1 ff Julian. Epist. 23. Liban. Orat. XVIH 152. Gregor. Nazianz. Orat. IV 64. Socrat. m 1, 49. Sozomen. V 5, 8)[*](18 πραιπώσιτον PR | 19 τε > Symeon, scheint besser | αὐτοῦ 22 ἐκπικρανάμενον P | οὖν > R | 23 χαλκιδῶνα τὸν ὁρισθέντα ἀπέδωτο θάνατον P)

7 b. Photii Bibliotheca Cod. 40 ob. S. 2, 19 ff: Ὑπὸ δ‘ὲ το,ῦ δυσσεβεστάτου Ἰουλιανοῦ ἀνεκλήθη τε (näml. ὁ Ἀέτιος — ὡς näml. ὁ φιλοστόργιος, ἱστορεῖ) καὶ φιλοφρόνως ἐδεξιώθη. καὶ ἱστορία αὐτοῦ (näml. τοῦ Φιλοστοργίου) δι᾿ συμπληρουμένη μέχρι τοῦδε πρόεισι τοῦ χρόνου.