Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

1. Ὅτι, φησί, μετὰ ταῦτα Ἀκάκιος τοὺς περὶ Βασίλειον καὶ Εὐστάθιον, βασιλέα πείσας καὶ αἰτίαις ἄλλους ἄλλαις ὑποβαλών, καθαιρεῖ τῶν θρόνων. καθαιρεῖ δὲ καὶ Μακεδόνιον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον. παυθέντος δὲ τοῦ Μακεδονίου, Εὐδόξιος ἐξ Ἀντιοχείας Κωνσταντίου γνώμῃ ἀντικαθιδρύεται τῷ θρόνῳ. ὑπερορίζονται δὲ καὶ οἱ καθαιρεθέντες, Βασίλειος μὲν εἰς Ἰλλυριούς, οἱ δὲ λοιποὶ ἄλλος ἀλλαχόσε· οἳ πρὸς τὴν ὑπερορίαν στελλόμενοι ἀθετοῦσι μὲν τὰς οἰκείας ὑπογραφάς, αἷς τὴν ἐν Ἀριμήωῳ πίστιν ὑπεσημήναντο· ἀνακηρύττουσι δὲ πάλιν οἱ μὲν τὸ ὁμοούσιον, οἱ δὲ τὸ ὁμοιοούσιον. καὶ ὁ Ἀέτιος δέ, καθαιρεθεὶς διότι τὸ ἀπαράλλακτον εἰσηγήσατο, ὅπερ αὐτοῦ ταῖς ἄλλαις ὁμιλίαις καὶ συγγραφαῖς διαρρήδην ἀπεμάχετο, ὑπερόριος εἰς Μοψουεστίαν τῆς Κιλικίας ἐκπέμπεται, ὐπογραψάντων κατ’ αὐτοῦ, οὐ μόνον δὲ ἀλλὰ κα κατὰ τῆς πίστεως ἣν ἐκήρυττεν, μικροῦ πάντων αὐτοῦ τῶν ἐνιστῶν καὶ ὁμοφρόνων, τῶν μὲν ἐκ μεταβολῆς τῶν πάλαι δεδογένων, τῶν δὲ τοῖς καιροῖς ἐνδόντων καὶ τὴν τοῦ βασιλέως γνώμην κρείττω τῆς παρὰ σφίσιν ἀληθείας ποιησαμένων. ὁ δὲ Ἀκάκιος, τοὺς περὶ Βασίλειον δι᾿ ἰδίαν ἔχθραν καὶ τὸν Ἀέτιον διὰ τὸ ἑτεροδοξεῖν καθελὼν καὶ ὑπερορίους ποιησάμενος, ἀνατρέχων ἐπὶ τὴν Καισάρειαν ταῖς χηρευούσαις ἐκκλησίαις ἀρχιερεῖς καθίστη τὸ ὁμοούσιον θρησκεύοντας. καὶ καθίστησι μὲν ἐν Νικομηδείᾳ ἀντὶ Κεκροπίου Ὀνήσιμον, ἀντὶ δὲ Βασιλείου τῇ Ἀγκύρᾳ Ἀθανάσιον, Ἀκάκιον δὲ ἕτερον ἀντὶ Σιλβανοῦ τῇ Ταρσῷ. ἐν δὲ τῇ Ἀντιοχείᾳ, ὅσοι μέν ποτε τῶν ἐν τῷ κλήρῳ συνέπραξαν Βασιλείῳ ἐν τοῖς κατὰ τοῦ Εὐδοξίου καὶ Ἀετίου τολμηθεῖσιν ἐρήμην [*](1– S. 67, 9 vgl. Sozomen. IV 24 f. Theodoret H. E. II 27, —29, 1. Socrat II 42 f. Basil. C. Eunom. I 2 PG 29, 505 — 4–6 vgl. Chronic, ’aschal. a.) [*](1 Titel rot geschrieben B | 3 αἰτίαισ M σἰτίοισ B | 8 ὑπερόριον ed. 11 ὁμοιούσιον ed. | 18 ποιησαμένων Gothofred. ποιησαμε B | 25 ἀετίου καὶ εὐδοξίου B)

67
ἠλαύνοντο· Μελέτιον δὲ τῆς Σεβαστείας τῶν Ἀρμενίων μεταπαεμψάμενος [*](Phot.) ἀντὶ Εὐδοξίου τῷ θρόνῳ ἐγκαθιδρύει, ἤδη γὰρ Εὐδόξιος Κωνσταντινουπόλεως ἐπέβαινεν. ὁ δὲ Μελέτιος τὰ μὲν πρῶτα τῇ τοῦ βασιλέως ῥοπῇ θεραπεύων τὸ ἑτεροούσιον ὑπεκρίνετο καὶ τῷ τόμῳ τῶν Ἑσπερίων ὑπέγραψεν· τοῦ δὲ τῆς Ἀντιοχείας ἐπάρξας θρόνου, θερμὸς ἦν τοῦ ὁμοουσίου ὑπέρμαχος. χειροτονεῖ δὲ καὶ Πελάγιον ὁ Ἀκάκιος ἐν Λαοδικείᾳ· καὶ ἁπλῶς, ἔνθα ἂν ἡ δύναμις εἵπετο, τὴν βουλὴν ἐδίδου κατὰ τὸ κράτιστον ἀντὶ τῶν ἐξελασθέντων τοὺς τὸ ὁμοούσιον εἰς τὸ ἀπροφάσιστον τιμῶντας ἐγκαθιστάναι.

2. Ὅτι, φησίν, μαθὼν ὁ βασιλεὺς παρὰ Ἀκακίου ὡς ὁ Ἀέτιος ὑπὸ Αὐξεντίου τοῦ Μοψουεστίας ἐπισκόπου ἐς τὰ πάλιστα φιλοφροσύνης σύνης ἀξιοῦται, εἰς Ἄμβλαδα τοῦτον μεθορισθῆναι παρακελεύεται,

[*](1–6 vgl. Sozomen. IV 28, 3 ff. Epiphan. Haeres. 73, Τι f. Socrat. II 44. H. E. II 31. Hieronym. Chronic, a. Abr. 2376 — 12f vgl. Epiphan. Haeres. 76,2 u. 73,38)

1 ἁρμενίων B | 4 ὑπεκλίνετο Val., wohl richtig; vgl. ob. S. 17, 21 | 8 ἐξελαθέντων M, wie ob. S. 46, 35; 43, 22 u. oft | 9 ἐγκαθιστάνει B, corr. Gothofred. 10 μαθὼν > aber am Rand hinzugefügt mit Hinweisungszeichen nach φησὶν Β

2a. [zu Z. 10 — 12] Suidas s. v. Αὐξέντιος· Μοψονεστίας ἐπίσκοπος, ὃς ἦν τῶν ὁμολογητῶν ὀνομαζομένων. ἠν δὲ παρὰ τῶν ἐπιφανῶς τῷ βασιλεῖ Λικινίῳ στρατευσαμένων τῶν ὑπογραφεων τουτου γενόμενος, οὓς δὴ νοταρίους Ῥωμαῖοι καλοῦσι. τὸ δὲ τῆς ὁμολογίας τοιόνδε γέγονεν εἶδος· ἦν ἔν τινι τῆς βασιλικῆς ἑστιας αὐλῇ κρήνη τε ὕδατος καὶ ἐπ’ αὐτῇ Διονύσου ἄγαλμα, καὶ ἄμπελος μεγάλη περικειμένη καὶ σκιερὸν ἐπιεικῶς καὶ συνηρεφῆ τὸν ἅπαντα τόπον ἐργζομένη. ἐνταῦθα ὁ Λικίνιος κατὰ πρόφασιν ἀπαγωγῆς ἀφικόμενος, τοῦ τε Αὐξεντίου αὐτῷ καὶ ἄλλων πολλῶν ἐκ τῆς θεραπείας παρεπομένων, εἰς τὴν ἄμπελον ἀνιδών, ἐθεάσατο βότρυν ὡραῖόν τινα καὶ μέγαν τῶν κλημάτων ἀπαιωρούμενον. τοῦτον προσέταξε τῷ Αὐξεντίῳ τεμεῖν. ὁ δὲ αὐτίκα τὸ προσηρτημένον ταῖς ἀναξυρίσιν αὐτοῦ μαχαίριον ἀφελόμενος ἔτεμε μηδὲν ὑπεδόμενος. ὁ οὖν Λικί-

[*](* 25 ἐνταῦθα — 26 ἀφικόμενος wiederholt Suidas s. v. Ἀπαγωγάς)[*](18 μομψονεστίασ TUAR | 19 nach ἐπίσκοπος + στρατιώτησ (στρατιότησ ἐπιφανὴσ λικινίου λικιννίου · καὶ ὁμολογητὴσ · διὸ καὶ παρ’ αὐτοῦ διωχθεὶσ παρὰ τῶν ἐντοπίων προεχειρίσθη ἐπίσκοποσ SV | παρὰ] περὶ B 19/20 ἐπιφανῶν BE | 20 λικινίω V u. (λικινίω A.) Α2 λικιννίων S | 21 SV | 22 τοιόνδε] τοιοῦτον U | 23 αὐλὴ TUAR | 25 u. 30 | λικίννιοσ A 26 αὐτὸν SV | 28 καὶ μέγαν > BE | μέγα SV | 30 ὑπειδόμενοσ so HSS)
68
[*](Phot.)

ἐκεῖ κακῶς ἀπορρῆξαι τὸν βίον διὰ τὸ βάβαρον καὶ μισάνθρωπον τῶν ἐνοικούντων. αὐχμοῦ δὲ καὶ λοιμοῦ τὴν χώραν ἔχοντος ἀνυποστάτου, ὡς οὗτος ὁ δυσσεβὴς ψευδολογεῖ, τὸν Ἀέτιον ἐξιλεωσάμενον τὸ θεῖον λῦσαι μὲν τὰ δεινά, παμπόλλης δὲ τυχεῖν ὑπὸ τῶν ἐνοικούντων εὐνοίας τε καὶ σεβασμιότητος.

3. Ὅτι, τῶν περὶ Εὐστάθιον καὶ Εὐσέβιον καὶ Ἐλεύσιον καθαιρεθέντων, οἱ ἀμφὶ τὸν Μάριν καὶ Εὐδόξιον γνώμῃ Κωνσταντίου τῆς

[*](6 ff vgl. Sozomen. IV 25, 6. Theodoret H. E. 11 27, 21; 29, 2 u. Haer. Fab. IV 3 PG 83, 417 A. Basil. C. Eunom. I 2 PG 29, 505 AB u. Eunom. bei Gregor. Nyss. C. Eunom. I PG 45, 285 A. Socrat. IV 7)[*](2/3 ἀνυποίστου ed. | 3 ὡς] καὶ M | δυσεβὴσ B, corr. M | 4 παμπόλησ B, corr. Gothofred. | 6 περὶ M π(αρὰ) B | 7 μάρην B, corr. Reading)[*](Suid.)

νιος πρὸς αὐτόν· θὲς τοίνυν τὸν βότρυν‘, ἔφη, πρὸς τοῖς τοῦ Διονύσου ποσίν‘. ὁ δέ· »μή, ὦ βασιλεῦ‘, ἀπεκρίνατο, Χριστιανὸς γάρ εἰμι«. κἀκεῖνος· »οὐκοῦν ἐκ ποδῶν οἰχήσῃ τῆς στρατείας ἀποπαυσάμενος· θάτερον γὰρ τοῖν δυοῖν ἀνάγκη ποιεῖν‘. ὁ δὲ μηδὲν μελλήσας τήν τε ζώνην ἑαυτοῦ λύεται καὶ ἄσμενος ἐξεχώρησεν ὡς εἶχε τῶν βασιλείων. καὶ αὐτὸν οἱ ἔφοροι μετὰ τινα χρόνον ὕστερον ἐπίσκοπον ἐστήσαντο τῆς Μοψουεστίας. τούτου δὲ ἀδελφὸς νεώτερος Θεόδωρος ἦν, ἀνὴρ τῶν Ἀθήνησι παιδευθέντων. ὃς καὶ αὐτὸς χρόνω ὕστερον ἐπισκοπὴν τῆς Ταρσοῦ ἐκκλησίας ἔτυχε κληρωσάμενος.

Ὁ γὰρ δὴ Ἀέτιος τὰ πρότερα δι’ ἑαυτοῦ τόν τε Εὐδόξιον αὐτὸν καὶ ἄλλους τοὺς πλείστου λόγου ἀξίους διδάσκων, ἐπειδὴ τὸν Εὐνόμιον εἰς τὸ τῆς διδασκαλίας προὐβίβασεν ἔργον, τούτῳ ἤδη κατὰ τὸ πλεῖστον ἀνθ’ ἑαυτοῦ διδασκάλῳ ἐχρῆτο πρὸς τοὺς ἄλλους καὶ τοὺς μάλιστα τελεωτέρας μαθήσεως δεομένους. καὶ γὰρ ἐκεῖνος μὲν ἠν ἀρχὰς παρασχεῖν ἄριστος, οὗτος δὲ τὰς δοθείσας ἐργάσασθαι καὶ σαφῶς τε ἅμα καὶ μεγαλοπρεπῶς ἑρμηνεῦσαι παρὰ πολὺ δυνατώτερος.

[*](13/14 διον AV διὁνυσίου sie S | 14 παισίν Τ | 15 ἐκποδὼν TURB 16 πιεῖν A | μελήσασ TUSVBE | 17 αὐτοῦ BE | 19 μοψουεστίασ SVBE μοψουεστίασ A μο in μομ corr. Α2 μουψουεστίασ TUR | Θεόδωρος > 20 ἀνὴρ > SV | 21 θαρσοῦ SV | ἔτυχεν ἐκ ἐκκλησίας ~ SV | 22 vor ’O ücke, oder war diese Stelle [Z. 22 — 28] in anderem Zusammenhang bei vgl. unt. Vin 18 | ὐδόξιον] Εὐνόμιον Val.; nichts zu ändern; über des Eudoxius Beziehungen zu Aetius, s. Sozomen. IV 13, 2f; Theodoret H. E. II 27, 9 u. 13; Athanas. De synod. 38 PG 26, 761 A, u. ob. IV 4–5 | 23 τοῦ SV> BE | 26 ἦν μὲν ~ SV | 28 τε ἅμα καὶ μεγαλοπρεπῶς >)
69

Κυζίκου τὸν Εὐνόμιον ἐπίσκοπον χειροτονοῦσιν, οὐκ ἄλλως ἐκείνου [*](Phot.) τὴν χειροτονίαν ἀνασχομένου, εἰ μὴ παρ’ αὐτῶν ὑποσχέσεις λάβοι τὸν Ἀέτιον καὶ τῆς ὑπερορίας καὶ τῆς καθαιρέσεως ἀθωωθῆναι· καὶ χρόνος ἦν ὁ τῆς προθεσμίας εἰς τρεῖς ἀπαρτιζόμενος μῆνας.

4. Ὅτι, φησίν, εἰωθὼς Κωνστάντιος τῶν πολεμίων κρατεῖν, ἐπειδὴ ὁμογνίῳ λύθρῳ τὴν δεξιὰν ἐξεμίανεν κοὶ τοὺς ἀμφὶ Θεόφιλον καὶ Ἀέτιον καὶ Σέρραν, διαβολαῖς ἀναπεισθεὶς Βασιλείου, ὑπερορίους ἐποιήσατο, πρὸς Πέρσας συμπλακεὶς τὸ ἧττον ἤνεγκεν.

5. Ὅτι φησὶν οὗτος ὁ δυσσεβὴς τὸν Ἀντιοχείας Μελέτιον ὑπὸ τοῦ Κωνσταντίου καὶ αὐτοῦ ἐν Ἀντιοχείᾳ διατρίωοντος ὑπερόριον εἰς τὴν ἑαυτοῦ πατρίδα τὴν Μελιτινὴν ἐκπεμφθῆναι, ὡς ἐπιορκίαις ἁλόντα καὶ ὅτι, τὸ ὁμοούσιον πρεσβεύων ἐκτόπως, τὸ ἑτεροούσιον κατεσχηματίζετο. μεταπέμπεται δὲ ἐξ Ἀλεξανδρείας τὸν συναιρεσιώτην Ἀρείου Ἀρειου καὶ τούτῳ χεῖρας ἐπιθεῖναι τοὺς ἐπισκόπους κελεύσας, ἐπίσκοπον Ἀντιοχείας ἀποκαθίστησιν.

[*](6 f vgl. Julian. Epist. ad Atheniens. 271 A — 9–15 vgl. Theodoret H. E. 31, 10. Sozomen. IV 28, 9 f. Socrat. II 44, 5. Epiphan. Haeres. 73, 34f. Joh. Chrys. De S. Meletio If. Chronic. Paschal. a. 362 S. 547, 23. Hieronym. Chronic, a. Abr. 2376)[*](6 ὁμογνίῳ λύθρῳ s. ob. S. 58 | 11 ἐς ed. | ἐκπεμφθῆναι Bidez ἐκπέμψαι B | ἐπιορκίας oder <ἐπ> ἐπιορκίαις Loofs | 12 τὸ1 > ed. nach ἐκτόπως interpungiert B)