Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

6. Ὅτι, φησίν, Εὐδοξίου τὴν Ἀντιόχειαν ἐγχειρισθέντος, ὁ Ἀγκύρας Βασίλειος ἐδυσχέραινεν· αὐτὸς γὰρ ἐπ’ αὐτὴν εἶχεν τὸ βλέμμα τῇ γνώμῃ στηριζόμενον.

7. Ὅτι, φησί, τῆς Κωνσταντίου γυναικὸς τῷ τῆς μητρομανίας ἁλούσης πάθει, ἐξεκρέματο δὲ τοῖς ἱμέροις αὐτῆς ὁ Κωνστάντιος, εἰς ἀνάγκην ἧκε τὸν Θεόφιλον τῆς ὑπερορίας ἀνακαλέσασθαι· ἐφημίζετο γὰρ οὗτος παθῶν εἶναι θείᾳ δυνάμει θεραπευτής. παραγεγονότα δέ, καὶ συγγνώμην οἶς εἰς αὐτὸν ἥμαρτεν αἰτῆσαι κοὶ πρὸς τὴν τῆς γυναικὸς θεραπείαν ἐκλιπαρῆσαι, καὶ μὴ διαμαρτεῖν, ὡς οὑτος λέγει, τῆς αἰτήσεως. ἐπιθέντος γὰρ τὰς ἱλαστηρίους χεῖρας τοῦ Θεοφίλου, ἀπαλλαγῆναι τοῦ πάθους τὸ γύναιον.

8. Ὅτι, φησί, Βασίλειος, συλλαβὼν μεθ’ ἑαυτοῦ τόν τε τῆς Σε-

[*](9 f vgl. Cedren. I 529, 15 Zonar. XITI 11, 29 f — — S. 62, 24 vgl. Eunom. bei Gregor. Nyss. C.Eunom. I PG 45, 256 — 260 A u. 265 BC. Sozomen. IV 24, 4f — 17—18 S. 62, 15 vgl. Sozomen. TV 13 f. Theodoret H. E. II 25, 3 ff)[*](1 καθάρσιόν Gothofred. καθαρσίων B | 4 ἐκεῖνον τῆς] τῆς ἐκείνων Val., unrichtig; ἐκεῖνον = τὸν Εὐδόξιον; vgl. ob. S. 60, 14 — 16 | 6 ἀντιοχείαν 8 ob τῆς γνώμης? | 9 τῷ Val. τὸ B; vgl. Cedren.: τῷ τῆς μητρομανίας περιέπεσε πάθει; μητρομανίας auch bei Zonar. | 11 εὐφημίζετο ed.)

τὸν τοῦ μαρτυρίου στέρανον ἀνεδήσατο, Καίτοι πρότερον ἡδονῶν [*](Suid.) ἥττων φανείς. ἀλλ’ ἐβουλήθη τὰς πρώτας κηλῖδας διὰ τοῦ μαρτυρικοῦ αἵματος ἀπορρύψασθαι. ἥλους γὰρ μεγάλους ἑκατέρου τῶν ποδῶν ἓξ τὸν ἀριθμὸν αὐτῷ διαπερονήσαντες, πυρὶ παρέδοσαν· καὶ ἐπειδὴ αὐτίκα πρὸς τὴν φλόγα χανὼν ἀπέθανεν, ἡμίφλεκτον ἔτι καὶ σῶν οἱ προσήκοντες τὸν νεκρὸν ἀνελόμενοι ἔν τινι ἀγρῷ Σουβὶλ λεγομένῳ κατέθεσαν.

[*](25 ἀνεδύσατο SE | ἡδονῆσ SV | 26 ἀλλ’ — 27 ἀπορρίψασθαι > τοῦ BE > AR | 27 ob ἥλοις γὰρ μεγάλοις ἑκάτερον? | ἑκατέρου ἑκα τῶν ποδῶν nach 28 διαπερονήσαντες ~ SV | nach ποδῶν + αὐτοῦ E 28 τὸν ἀριθμὸν aus τῶν ἀριθμῶν corr. AS > E | αὐτῶ R αὐτοῦ ABs > καὶ ἐπειδὴ — 31 κατέθεσαν] ἐτάφη ἔν τινι τόπω σούβιλον λεγομένω SV | 29 Χανὼν] χωρῶν BE | σῶιν A σῶον BE | 30 σουβὶ AR)
62
[*](Phot.)

βαστείας Εὐστάθιον καὶ ἑτέρους ἐκκλησιῶν προεστῶτας, τόν τε Ἀέτιον μάλιστα εἶτα δὲ καὶ τὸν Εὐδόξιον πρὸς τὸν βασιλέα διασύρει, ἄλλα τε πλάττων περὶ αὐτῶν καὶ ὡς εἴησαν μύσται καὶ κοινωνοὶ τῆς κατὰ Γάλλον ἐπαναστάσεως, συμπεριλαβὼν ταῖς κατ’ ἐκείνων διαβολαῖς καὶ τὸν Θεόφιλον. ὁ δὲ πεισθείς, μάλιστα δὲ διὰ τῶν γυναικῶν ταύτας γὰρ οἱ περὶ Βασίλειον πρὸς τὴν ἑαυτοῦ γνώμην προκατειρrάσαντο), τῷ μὲν Θεοφίλῳ ζημίαν ἐπιβάλλει τὴν ἐν τῷ Πόντῳ Ἡράκλειαν οἰκεῖν ὑπερόριον, τὸν δὲ Εὐδόξιον τῆς Ἀντιοχείας ἀποστάντα διαμένειν οἴκοι, Ἀέτιον δὲ καὶ ἑτέρους τινὰς τῶν σὺν αὐτοῖς εἰς τὴν τῶν διαβαλλόντων διδωσιν ἐξουσίαν. ἐτύγχανον δὲ οἱ περὶ Βασίλειον καὶ κατὰ πρόσωπον τοῦ βασιλέως περὶ τῆς πίστεως διειλεγμένοι, έν οἷς τὸ μὲν ὄμοιον τῷ πατρὶ λέγειν κατὰ πάντα τὸν υἱὸν διετρανοῦτο, οὐσίας δὲ ὅλως οὐδὲ ὀνόματι μνήμη τοῖς ἄλλοις λόγοις συνεισήγετο. ταύτην δὲ τὴν δόξαν καὶ συνόδου κρίσει καὶ ὑπογραφαῖς βεβαιῶσαι διεσπούδασαν. μετ’ οὐ πολὺ δὲ καὶ Εὐνόμιος, τῆς φήμης τῶν ὑπὸ Βασιλείου πραχθέντων καταλαβούσης τὴν Ἀντιόχειαν, τήν τε χειροτονίαν τοῦ διακόνου ὑποδέχεται καὶ πρέσβυς ἀποσταλεὶς πρὸς Κωνστάντιον ἀναλῦσαι τὰ ἀψηφισμένα, ἁλίσκεται κατὰ τὴν ὁδὸν ὑπὸ τῶν ἀμφὶ Βασίλειον καὶ εἰς Μιδάειον φυγαδεύεται, πόλιν τῆς Φρυγίας· τὸν δὲ Ἀέτιον, ὑπὸ τὴν ἐξουσίαν πεσόντα τῶν ἀμφὶ τὸν Βασίλειον, ὑπερόριον ἡ Πέπουζα τῆς Φρυγίας εἶχεν· Εὐδόξιος δὲ εἰς τὴν ἑαυτοῦ πατρίδα ὑπεχώρησεν τὴν Ἀρμενίαν. ἀλλὰ καὶ ἕτεροι ταῖς ὑπερορίαις ἐδόθησαν, ταῖς περὶ τὸν Βασίλειον ὑπαγόμενοι ψήφοις, ὧν ὁ ἀριθμὸς εἰς ἑβδομήκοντα σύμπας ἐκεφαλαιοῦτο.

9. Ὅτι οἱ ἀμφὶ Βασίλειον ταῦτα διαπραξάμενοι πάντα, πανταχοῦ φοιτῶντες, τὸ ὁμοούσιον συνεκρότουν· καὶ πολλῶν πειθομένων καὶ τὸν Κωνσταντινουπόλεως Μακεδόνιον, καίτοι τοῖς περὶ Εὐνόμιον προαποκεκλιμένον, εἰς τὴν ἑαυτῶν ὅμως ἐπεσπάσαντο δόξαν, ἀλλὰ καὶ πολλοὺς ἑτέρους τῶν ἐπισκόπων, τοὺς μὲν ὑπάγοντες γόγοις, τοὺς δὲ τῇ πειθῷ συνεπικεραννύντες τὴν βίαν.

[*](3f vgl. Sozomen. V 5, 9 — 12 ff vgl. Socrat, II 37, 18 ff. Athanas. De synod. 8 — 20 f vgl. Theodoret Haer. Fab. IV 3 Anfang)[*](* 2–8 Niceph. H. E. IX 18 PG 146, 297 A)[*](3 περὶ M π(αρὰ) B | 6 ob ἑαυτῶν wie unt. Ζ. 28? | 13 μνήμη Lowth μνήμησ Β | 17 χειτονίαν Β | πρέσβυς GoVnohQA. πρέσβισ B | 19 Μιδαῖον ed. | φυγαδεύται B, corr. M | 22 ἁρμενίαν B | 23 ob <τῶν> περὶ τὁν? 30 τῆ πειθῶ B τὴν πειθὼ Val., ob τῇ πειθοῖ? | τὴν τὴν βίαν τῆ βία B)
63

Kirch engeschichte Π — 11 63 10 Ὅτι Πατρόφιλον τὸν Σκυθοπόλεως καὶ Νάρκισσον τὸν Εἰρηνουπόλεως Phot. καὶ ἑτέρους σὺν αὐτοῖς, ἐν Σιγγηδόνι τῆς Μυσίας παραγενομένους, τὸν Κωνστάντιόν φησιν ἀναδιδάξαι τὰ παρὰ του Βασιλείου δεδραματουργημένα· καὶ τὸν καταπλαγέντα καὶ ὑπεραλγήσαντα τῶν μὲν μεθορίων τοὺς κατεψηφισμένους ἀνεῖναι, συνόδους δὲ γενέσθαι προστάξαι δύο, τὴν μὲν ἐν Ἀριμήνῳ τοὺς ἀπὸ Δύσεως συναλίζουσαν, τὴν δὲ τοὺς ἐξ Ἑῴας καὶ Λιβύης καὶ Θρᾴκης ἐν Νικομηδείᾳ, αἳ τὰ παρ’ ἑκατέρου μέρους λεγόμενα δοκιμασίαις ἔμελλον παραβάλλειν. ἀλλὰ τὴν μὲν ἐν Νικομηδείᾳ, ὡς οὗτος ὁ δυσσεβὴς δυσφημεῖ, τῶν πλειόνων πρὸς τὸ ὁμοούσιον νενευκότων, σεισμὸς ἀναστέλλει, ὃς τοῖς προκαταλαβοῦσιν, εἰς δεκαπέντε τὸν ἀριθμὸν ἀνηνεγμένοις, ἅμα τοῦ ταύτης ἐπισκόπου Κεκροπίου ἐπικατασείσας τὸν ναὸν ἐν ᾡ συνεδρίζον διαφθείρει. ἡ δὲ ἐν Ἀριμήνῳ | εἰς τριακοσίους ἄνδρας συνελθοῦσα τὸ μὲν τῆς οὐσίας ὄνομα εἰς τὸ παντελὲς διώσατο, ὅμοιον δὲ τὸν υἱὸν τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνακηρύξασα ὑπογραφαῖς ἰδίαις κατησφαλίσαντο. Ὅτι, τῆς Νικομηδείας σεισμῷ καὶ πυρὶ καὶ θαλάσσης ἐπικλύσει κατερειπωθείσης, ὡς οὗτος λέγει, καὶ πολλῶν ἀνθρώπων διαφθαρέντων, ἡ σύνοδος ἐν Σελευκείᾳ τὴν σύστασιν λαμβάνει· τῶν μὲν περὶ Βασίλειον τὴν Νίκαιαν παραιτησαμένων, τῶν δὲ ἀμφὶ τὸν Εὐδόξιον καὶ Ἀέτιον τὴν Ταρσὸν οὐ προσηκαμένων. οἱ δὲ περὶ Βασίλειον, μηχαναῖς τὴν σύνοδον διαστήσαντες καὶ καθ᾿ ἑαυτοὺς συνεδριάσαντες, κυροῦσι μὲν τὸ κατ’ οὐσίαν ὅμοιον, τοὺς δ’ ἀντιφερομένους καθαιροῦσιν, ἀποκηρύξαντες τὸ ἑτεροούσιον, καὶ χειροτονοῦσιν αὐτοὶ καθ ἑαυτοὺς ἐπίσκοπον τῆς Ἀντιοχείας Ἀνιανόν· πλήν γε καὶ οἱ περὶ Εὐδόξιον καὶ Ἀέτιον, τὸ ἑτεροούσιον ἐγγράφως κρατυνάμενοι, πανταχοῦ τὸν τόμον διαπέμπουσιν.

[*](5 ff vgl. Socrat. II 37, 1 ff — 9 ff u. —19 vgl. Sozomen. IT 16, 4. Chronic. Paschal. a. 359. Theophan. 45, 25. Socrat. II 39, 2. Ammian. Marcellin. XVII 7 — 13–16 vgl. Sozomen. IT 19, 9 ff. Hieronym. Adv. Luciferianos 18 — 19 ff Socrat. II 39, 3 f. Sozomen. IV 16, 1 f u. 16. Theodoret H. E. II 26, 1 — 2127 Sozomen. IV 22. Socrat. II 39, 5 ff. Theodoret H. E. II 26, 4 ff 1/2 Εἰρηνοπόλεως ed. | 2 συγγηδόνι, υ in ε corr., B Σεγγιδόνι M, ich corrigiere | 3 περαὶ B | 6. 13 u. immer Ἀριμίνῳ ed. | 11 τοὺς προκαταλαβόντας Lowth, aber s. Register ἐπικατασείω | ἀνηνεγμέν(ουσ) B, corr. Val. 20 Νικαίαν ed. | 24 ἑτεροούσιον, ἑτεροου auf Rasur, B)
64
[*](Phot.)

12. Ὁ δὲ βασιλεὺς ταῦτα μαθὼν προσέταξεν ἅπαντας εἰς τὴν Κωνσταντινούπολιν ἀπαντᾶν, καὶ δὴ συναθροίζονται ἔκ τε τῶν Ἑσπερίων καὶ τῆς Ἑῴας καὶ Λιβύης μικροῦ σύμπαντες. προειστήκεισαν δὲ τῶν μὲν κατ’ οὐσίαν ὅμοιον πρεσβευόντων Βασίλειός τε καὶ Εὐστάθιος· οἷς ἄλλοι τε καὶ Βασίλειος ἕτερος παρῆν συνασπίζων, διακόνων ἔτι τάξιν ἔχων, δυνάμει μὲν τοῦ λ·έγειν πολλῶν προφέρων, τῷ δὲ τῆς γνώμης ἀθαρσεῖ πρὸς τοὺς κοινοὺς ὑποστελλόμενος ἀγῶνας. τῶν δὲ τὸ ἑτεροούσιον Ἀέτιος μὲν καὶ Εὐνόμιος ὑπῆρχον, οἱ τὴν δύναμιν ἄκροι, διακόνων ἑκάτερος βαθμὸν ἀνέχων· ἐπίσκοποι δὲ δευτεραγωνιστῶν χορὸν ἐκπληροῦντες Μάρις τε καὶ Εὐδόξιος, ὁ τότε τῆ.ς Ἀντιοχείας ἐπισκοπήσας, ὕστερον δὲ καὶ τὸν Κωνσταντινουπόλεως ὑπελθὼν θρόνον, καὶ δὴ καὶ Ἀκάκιος ὁ τῆς Παλαιστίνων Καισαρείας, τὴν πρὸς ἐκείνους ὑποκρινόμενος ὁμοδοξίαν ἐφ᾿ ᾡ τοὺς περὶ Βασίλειον ἀντιλυπῆσαι, διότι κἀκεῖνοι Κύριλλον, τῶν Ἱερσολύμων ὑπαὐτοῦ παυθέντα τοῦ ἱερᾶσθαι, διὰ τιμῆς ἔφερον. ἦν δὲ ὁ Ἀκάκιος μὲν θαρσαλέος μὲν ἐν τοῖς ἀγῶσι, διανοηθῆναί τε πράγματος φύσιν ὀξὺς καὶ λόγῳ δηλῶσαι τὸ γνωσθὲν ἱκανός. ἐξ οὑ καὶ τὰ ταύτης τῆς συνόδου γράμματα (πολλὰ δέ ἐστιν) οὑτος ἠν μόνος διατιθέμενος.

Εἰς ἅμιλλαν οὖν δογμάτων ἑκατέρας μοίρας καταστάσης, ὁ μὲν Βασίλειος τῶν τὸ ὁμοούσιον δοξαζόντων προηγόρει, οἱ δὲ τοῦ ἑτεροουσίου ὑπὲρ ἁπάντων λέγειν τὸν Ἀέτιον προὔστησαν, συνασπίζοντος αὐτῷ καὶ Εὐνομίου. ὡς δὲ εἶδον οἱ ἀμφὶ τὸν Βασίλειον προβεβλημένον αὐτοῖς εἰς ἀντιλογίαν τὸν Ἀέτιον, δείσαντες αὐτοῦ τὴν δύναμιν τῶν λόγων, οὐκ ἔφασαν δεῖν ἐπισκόπους ὄντας διακόνῳ περὶ δογμάτων εἰς λόγους καθίστασθαι. ἀντειπόντων δὲ τῶν διαφερο-

[*](1 ff vgl. Chronic. Paschal. a. 360. Sozomen. IV 23 f. Socrat. H 41. Theodoret H. E. II 26, 11 ff — 7 vgl. Eunom. bei Gregor. Nyss. C. Eunom. I PG 45, 273 — 276. 288 B 4 ff u. 289 D 4 ff)[*](4 ob <τὸ> κατ᾿ οὐσίαν? | 6 τῷ Val. τ(ῶν) Β | 7 ἀγῶνας wohl auch 1. 1. PG 45, 276, A 1, B 1 u. 9 usw. | 8 οἱ] οἳ ed. | 9 ἀνέχων] ἔχων M | 10 μάρησ B, ich corrigiere | ὁ τότε Val. ὅ, τε B | 16 μὲν1] Gothofred. | 25 περὶ M π(αρὰ) B)

12a. [zu Z. 15–17] Photii Bibliotheca Cod. 40 ob. S. 2, 28 ff: δὲ (näml. ὁ Φιλοστόργιος) Ἀκακίου μάλιστα τοῦ Καισαρείας κατἀ Παλαιστίνην ἐπισκοπήσαντος δεινότητά τε ἀνυπέρβλητον καὶ πανουργίαν ἄμαχον, μεθ’ ὧν καὶ πάντων φησὶ κατισχῦσαι, τῶν τε ὁμοφρόνων δοκούντων, εἰς ἔχθραν δέ τινα καταστάντων, καὶ τῶν τἀναντία θρησκευόντων.

[*](33–38 vgl. unt. S. 66, 18 ff)
65

μένων ὡς οὐκ ἀξίας νῦν ἐστι κρίσις ἀλλ᾿ ἀληθείας ἐπιζήτησις, [*](Phot.) δέχονται μὲν καὶ ἄκοντες οἱ περὶ Βασίλειον τὸν ἀγῶνα· καί, ὡς οὑτος λέγει, κατὰ κράτος τῇ τοῦ Ἀετίου γλώσσῃ ἡττήθησαν, ὡς μὴ μόνον ὁμολογῆσαι παρηλλάχθαι τὴν τοῦ γεννηθέντος οὐσίαν πρὸς τὴν τοῦ γειναμένου καὶ κατὰ μηδὲν κοινωνεῖν, ἀλλὰ καὶ χειρὶ οἰκείᾳ τὴν ὁμολογίαν, Ἀετίου τοῦτο προσαπαιτήσαντος, Βεβαιώσασθαι.

Μαθόντα δὲ ταῦτα τὸν βασιλέα καὶ ἣν πάλαι Βασίλειος κατὰ Ἀετίου διαβολὴν συνεσκευάκει κατὰ μέσης τῆς καρδίας ἀκμάζουσαν φέρονται τὸ συνενεχθὲν ἁρπάσαι πρὸς τὴν τῆς ὀργῆς ἐκπλήρωσιν. διόπερ ἄμφω μὲν εἰς θέαν παρίστησι, διαπυνθάνεται δὲ τοῦ Βασιλείου τίνα ἂν εἴη οἷς ἐπαιτιᾶται τὸν Ἀέτιον. ὁ δέ· ὡς ἀνόμοιον«, ἴφη, τῷ πατρὶ τὸν υἱὸν εἰσηγεῖται«. ἀμείψασθαι δὲ πρὸς ταῦτα τὸν Ἀέτιον τοσοῦτον ἐνδεῖν τῷ πατρὶ τὸν υἱὸν ἀνόμοιον εἰπεῖν ἢ δοξάσαι, ὥστε καὶ ἀπαραλλάκτως ὅμοιον αὐτὸν κηρύττειν. τῆς δὲ τοῦ ἀπαραλλάκτου φωνῆς ὑποδραξάμενος ὁ Κωνστάντιος, καὶ μηδ ἀνασχόμενος ὅλως ἔτι καταμαθεῖν καθ᾿ ὃν ἐκεῖνος τρόπον ἀνεφθέγξατο τὸ ἀπαράλλακτον, ἐκβληθῆναι μὲν κελεύει τῶν βασιλείων τὸν Αέτιον· ὕστερον δὲ τῇ συνδρομῇ Ἀκακίου καὶ καθαιρέσεως ὑποβληθῆναι ψήφοις, οὐ τῶν ὀρθοδοξούντων μόνων ὑποσημηναμένων τῇ καθαιρέσει, ἀλλὰ καὶ αὐτῶν τῶν εἰς τὰ μάλιστα τῷ φρονήματι κοινωνούντων, τῶν μὲν καὶ τὴν γωώμημ μεταβληθέντων, τῶν δὲ τὴν ἀκούσιον πρᾶξιν οἰκονομίας ῥήματι κατασχηματιζόντων. ὁ δὲ Κωνστάντιος, τὸν τῶν Ἑσπερίων τόμον προκομισάμενος, τούτῳ καὶ τῶν παρόντων τοὺς ἄλλους ὑποσημήνασθαι χειρὶ οἰκείᾳ διεκελεύσατο. περιείχετο δὲ τῷ τόμῳ ὅμοιον τῷ πατρὶ κατὰ τὰς γραφὰς ἀνομολογεῖν τὸν υἱόν. καὶ πάλιν ἐνταῦθα συνδρομῇ τοῦ Ἀκακίου, ὃς ἕτερος μὲν ἦν τὴν δόξαν, ἕτερος δὲ τὴν γλῶτταν, ὑπογράφουσι πάντες ὅσοι παρῆσαν, καὶ ὄσοι πρὶν ἐπρέσβευον τὸ ἑτεροούσιον.

[*](7 f s. ob. S. 61, 17 ff — 18–22 vgl. unt. S. 66, 14–18 — 25 f 30 De synod. 30. Socrat. II 41, 8 ff)[*](1 πιζήτησισ B | 19 τῶν Gothofred. τ(ὴν) B | μόνων aus μόνον corr. B 23 τούτῳ Bidez τούτων B τοῦτον Val. | 24 τοὺς ἄλλους > ed.)

12b [zu Z. 18 ff u. unt. S. 66, 14 ff] Photii Bibliotheca Cod. 40 ob. S. 2, 16 ff: Οὗτος δὲ ὁ Ἀέτιος παρ’ αὐτῶν μὲν τῶν συναιρεσιωτῶν διὰ τὸ κἀκείνους ὑπερβαλέσθαι τῇ δυσσεβείᾳ, ὡς αὐτὸς οὗτος (näml. ὁ Φιλοστόργιος) καὶ μὴ βουλόμενος ἱστορεῖ, τῆς διακονίας καθῃρέθη.