Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Οἱ κατὰ τούσδε τοὺς χρόνους ἐν Ἀντιοχείᾳ καὶ Ῥώμῃ ἐπισκοπήσαντες.

Περὶ δὲ τοὺς αὐτοὺς χρόνους κατὰ τὴν Ἀντιόχειαν Φλαβιανοῦ τελευτήσαντος, Πορφύριος τὴν ἐπισκοπὴν διεδέξατο: μετὰ δὴ Πορφύριον αὖθις Ἀλέξανδρος τῆς ἐκεῖσε ἐκκλησίας προέστη. Κατὰ δὲ τὴν Ῥωμαίων, Δάμασον ἐπὶ δεκαοκτὼ ἔτη τῆς ἐπισκοπῆς κρατήσαντα Σιρίκιος διεδέξατο: Σιρικίου δὲ δεκαπέντε ἔτη κρατήσαντος, Ἀναστάσιος ἐπὶ ἔτη τρία τῆς ἐκκλησίας ἐκράτησε: μετὰ δὲ Ἀναστάσιον Ἰνοκέντιος: ὃς πρῶτος τοὺς ἐν Ῥώμῃ Ναυατιανοὺς ἐλαύνειν ἤρξατο, πολλάς τε αὐτῶν ἐκκλησίας ἀφείλετο.

Ὡς κατὰ τόνδε τὸν χρόνον ἡ Ῥώμη ὑπὸ βαρβάροις γέγονεν, Ἀλαρίχου ταύτην πορθήσαντος.

Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὴν Ῥώμην ὑπὸ βαρβάρων ἁλῶναι συνέβη. Ἀλάριχος γάρ τις βάρβαρος, ὑπόσπονδος ὢν Ῥωμαίοις, καὶ τῷ βασιλεῖ Θεοδοσίῳ εἰς τὸν κατὰ Εὐγενίου τοῦ τυράννου πόλεμον συμμαχήσας, καὶ διὰ τοῦτο Ῥωμαϊκῇ ἀξίᾳ τιμηθεὶς, οὐκ ἤνεγκε τὴν εὐτυχίαν. Ἀλλὰ βασιλεύειν μὲν οὐ προείλετο: ἀναχωρήσας δὲ τῆς Κωνσταντινουπόλεως, ἐπὶ τὰ ἑσπέρια μέρη διέβαινε: γενόμενος δὲ ἐπὶ τὰ Ἰλλυριῶν εὐθὺς πάντα ἀνέτρεπε. Διαβαίνοντι δὲ αὐτῷ Θεσσαλοὶ ἀντέστησαν περὶ τὰς ἐκβολὰς τοῦ Πηνειοῦ ποταμοῦ, ὅθεν δἰ ὄρους Πίνδου ἐπὶ Νικόπολιν τῆς Ἠπείρου διαβῆναι ἐστί: καὶ συμβαλόντες περὶ τρισχιλίους ἀνεῖλον οἱ Θεσσαλοί. Μετὰ δὲ ταῦτα πᾶν τὸ παραπεσὸν ἀφανίζοντες οἱ σὺν αὐτῷ, τέλος καὶ τὴν Ῥώμην κατέλαβον: [*]([e)kei=, *wal.]) καὶ πορθήσαντες αὐτὴν, τὰ μὲν πολλὰ τῶν θαυμαστῶν ἐκείνων θεαμάτων κατέκαυσαν: τὰ δὲ χρήματα δἰ ἁρπαγῆς ἔλαβον: καὶ πολλοὺς τῆς συγκλήτου βουλῆς διαφόροις δίκαις ὑποβαλόντες ἀπώλεσαν. Καταπαίζων τε τῆς βασιλείας ἀναδείκνυσι βασιλέα, ὀνόματι Ἄτταλον: ὃν μίαν μὲν ἡμέραν ὡς βασιλέα δορυφορούμενον

291
προϊέναι ἐκέλευε, τὴν δὲ ἄλλην ἐν δούλου τάξει φαίνεσθαι παρεσκεύαζεν. Καὶ ταῦτα καταπραξάμενος εἰς φυγὴν ἐτράπη, φήμης αὐτὸν ἐν φόβῳ καταστησάσης, ὡς εἴη ὁ βασιλεὺς Θεοδόσιος δύναμιν ἀποστείλας τὴν αὐτῷ πολεμήσουσαν. Τὰ μὲν οὖν τῆς φήμης οὐκ ἦν πεπλασμένα: ἀληθῶς γὰρ ἡ δύναμις ἐπορεύετο: κἀκεῖνος τὴν φήμην οὐχ ὑπομείνας, ἀλλ̓, ὡς ἔφην, ἀποδρὰς ᾤχετο. Λέγεται δὲ ὡς ἀπιόντι αὐτῷ ἐπὶ τὴν Ῥώμην εὐλαβής τις ἀνὴρ, μοναχὸς τὸν βίον, παρῄνει, μὴ ἐπιχαίρειν ἐν τηλικούτοις κακοῖς, μηδὲ χαίρειν φόνοις καὶ αἵμασιν. Ὁ δὲ, Οὐκ ἐγὼ, ἔφη, ἐθελοντὴς ἐπὶ τὰ ἐκεῖ πορεύομαι: ἀλλά τις καθ̓ ἑκάστην ὀχλεῖ μοι βασανίζων, καὶ λέγων, Ἄπιθι, τὴν Ῥωμαίων πόρθησον πόλιν. Τοσαῦτα μὲν καὶ περὶ τούτου.

Περὶ τῶν ἐν Ῥώμῃ ἐπισκοπησάντων.

Μετὰ δὲ Ἰνοκέντιον Ζώσιμος τῆς ἐν Ῥώμῃ ἐκκλησίας ἐπὶ δύο ἔτη ἐκράτησε: καὶ μετὰ τοῦτον δὲ Βονιφάτιος ἔτη τρία τῆς ἐκκλησίας προέστη: ὃν Κελεστῖνος διεδέξατο. Καὶ οὗτος ὁ Κελεστῖνος τὰς ἐν Ῥώμῃ Ναυατιανῶν ἐκκλησίας ἀφείλετο, καὶ τὸν ἐπίσκοπον αὐτῶν Ῥουστικούλαν κατ̓ οἰκίας ἐν παραβύστῳ συνάγειν ἠνάγκασεν. Ἄχρι γὰρ τούτου Ναυατιανοὶ μεγάλως ἐπὶ τῆς Ῥώμης ἤνθησαν, ἐκκλησίας πλείστας ἔχοντες, καὶ λαὸν πολὺν συναθροίζοντες. Ἀλλ̓ ὁ φθόνος καὶ τούτων ἥψατο, τῆς Ῥωμαίων ἐπισκοπῆς ὁμοίως τῇ Ἀλεξανδρέων πέρα τῆς ἱερωσύνης ἐπὶ δυναστείαν ἤδη πάλαι προελθούσης. Καὶ διὰ τοῦτο οὐδὲ τοὺς ὁμοφρονοῦντας οἱ ἐπίσκοποι ἐπ̓ ἀδείας συνάγεσθαι συνεχώρησαν: ἀλλὰ πάντα λαβόντες αὐτῶν, μόνον διὰ τὴν ὁμοφροσύνην ἐπαινοῦσιν αὐτούς. Οὐ μὴν οἱ ἐν Κωνσταντινουπόλει τοῦτο πεπόνθασιν: ἀλλὰ μετὰ τοῦ στέργειν αὐτοὺς καὶ ἔνδον πόλεως συνάγειν εἴασαν, ὡς δὴ πρότερον ἤδη ταῦτα ἱκανῶς ἔφην. [*](Cp. v. 10; vi. 22.)

Περὶ Χρυσάνθου τοῦ Ναυατιανῶν ἐν Κωνσταντινουπόλει ἐπισκόπου.

Σισιννίου δὲ τελευτήσαντος, Χρύσανθος καθειλκύσθη εἰς τὴν ἐπισκοπήν: ὃς υἱὸς μὲν ἦν Μαρκιανοῦ τοῦ γενομένου Ναυατιανῶν

292
ἐπισκόπου πρὸ Σισιννίου. Ἐκ νέας δὲ ἡλικίας κατὰ τὰ βασίλεια στρατευσάμενος, ὕστερον ἐπὶ τοῦ μεγάλου Θεοδοσίου τοῦ βασιλέως ὑπατικὸς τῆς Ἰταλίας γενόμενος, μετὰ ταῦτα καὶ βικάριος τῶν Βρεττανικῶν νήσων καταστὰς ἐθαυμάσθη ἐπὶ ταῖς διοικήσεσι. Προβὰς δὲ τῇ ἡλικίᾳ, καὶ καταλαβὼν τὴν Κωνσταντινούπολιν, σπεύδων δὲ ἔπαρχος γενέσθαι πόλεως, εἰς τὴν ἐπισκοπὴν ἄκων εἱλκύσθη. Σισιννίου γὰρ ἐν καιρῷ τελευτῆς μνείαν αὐτοῦ ὡς ἐπιτηδείου πρὸς τὴν ἐπισκοπὴν ποιησαμένου, ὁ Ναυατιανῶν λαὸς ὡς νόμον τὴν ἐκείνου φωνὴν λαβὼν, καὶ ἄκοντα βιαίως ἕλκειν ἐπεχείρουν. Τοῦ δὴ Χρυσάνθου φυγόντος, Σαββάτιος καιρὸν νομίσας εὑρηκέναι εὔκαιρον, ἐν ᾧ τῶν ἐκκλησιῶν ἐγκρατὴς γένηται, κατασκευάζει χεῖρας ἐπιθεῖναι αὐτῷ τινὰς ἀσήμους, τὸν ὅρκον ὃν [*](Cp. v. 21.) ὀμωμόκει παῤ οὐδὲν θέμενος. Ἐν δὲ τοῖς χειροτονήσασιν αὐτὸν ἦν καὶ Ἑρμογένης, ὃς ἐπὶ βλασφήμοις συγγράμμασιν ὑπ̓ αὐτοῦ μετὰ κατάρας ἐκκεκήρυκτο. Οὐ μὴν αὐτῷ ὁ σκοπὸς τέλος ἐδέξατο: μισήσας γὰρ αὐτοῦ ὁ λαὸς τὸ δύστροπον, ὅτι πάντα σκοπὸν τοῦ παρεισδῦναι εἰς τὴν ἐπισκοπὴν ἔπραττε, παντοῖος ἐγένετο ἀνερευνᾷν τὸν Χρύσανθον: ὃν καὶ εὑρόντες περὶ Βιθυνίαν κρυπτόμενον, πρὸς τὴν ἐπισκοπὴν ἑλκύσαντες προεβάλοντο. Οὗτος ὁ ἀνὴρ φρόνιμος ἐν ταὐτῷ καὶ σώφρων, εἰ καί τις ἄλλος, ὑπῆρχε: καὶ σφόδρα τὰς Ναυατιανῶν ἐκκλησίας ἐν τῇ Κωνσταντινουπόλει συνεκρότησέν τε καὶ ηὔξησε. Καὶ πρῶτος τοῖς πτωχοῖς οἴκοθεν χρυσίον διένειμεν: ἀπό τε τῶν ἐκκλησιῶν οὐδὲν ἐδέξατο, πλὴν κατὰ Κυριακὴν δύο ἄρτους τῶν εὐλογιῶν ἐλάμβανεν. Οὕτω δὲ ἦν περὶ τὴν ἑαυτοῦ [*]([Qu. om. e(auto(??).]) ἐκκλησίαν σπουδαῖος, ὡς καὶ Ἀβλάβιον τὸν ἑαυτοῦ γενναιότατον ῥήτορα τοῦ σοφιστοῦ Τρωΐλου συλλαβεῖν, καὶ πρὸς τὴν τοῦ πρεσβυτέρου τάξιν προχειρίσασθαι: οὗ γλαφυραὶ προσομιλίαι καὶ σύντονοι φέρονται. Ἀλλ̓ Ἀβλάβιος μὲν ὕστερον τῆς ἐν Νικαίᾳ τῶν Ναυατιανῶν ἐκκλησίας ἐπίσκοπος κατέστη, ἐν ταὐτῷ καὶ [*]([au)th=|.]) σοφιστεύων ἐν ταύτῃ.