Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Ὅπως Σαββάτιος ὁ ἐξ Ἰουδαίων, Ναυατιανῶν πρεσβύτερος, ἀπέστη τῶν ὁμοδοξούντων αὐτῷ.

Πολλοὶ δὲ παῤ οὐδὲν ταῦτα τιθέμενοι, τῇ αὐτῶν μοχθηρίᾳ ἐσχόλαζον: οὐ γὰρ μόνον Ἰουδαῖοι τοῖς γινομένοις τεραστίοις ἠπίστουν, ἀλλὰ δὴ καὶ οἱ φιλοῦντες ἐκείνοις ἀκολουθεῖν ἐφάμιλλα αὐτοῖς [*](Cp. v. 21.) φρονοῦντες ἠλέγχθησαν. Σαββάτιος μὲν οὖν, οὗ μικρὸν ἔμπροσθεν ἐμνήσθημεν, μὴ βουλόμενος ἐν τῷ οἰκείῳ τάγματι τοῦ πρεσβυτερείου μένειν, ἐπισκοπεῖν δὲ ἐξ ἀρχῆς σπεύδων, ὑπὸ τοὺς αὐτοὺς χρόνους τῆς Ναυατιανῶν ἐκκλησίας ἀνεχώρησε, πρόφασιν τὴν παρατήρησιν τοῦ Ἰουδαϊκοῦ Πάσχα ποιούμενος. Παρασυνάγων οὖν τῷ ἐπισκόπῳ ἑαυτοῦ Σισιννίῳ ἐν τόπῳ τῆς πόλεως, ᾧ προσωνυμία Ξηρόλοφος, ἐν ᾧ νῦν ἡ ἀγορὰ Ἀρκαδίου ὀνομάζεται, πρᾶγμα ἐτόλμησε πολλῶν κινδύνων ἄξιον. Ἐν ἡμέρᾳ γὰρ συνάξεως τοῦ εὐαγγελίου περιοχὴν ἀναγινώσκων ἐν ᾧ λέλεκται, ὅτι, [*](Cp. Luke xxii. 1.) Ἦν δὲ ἡ ἑορτὴ ἡ λεγομένη τῶν Ἰουδαίων Πάσχα, προστίθησι τὰ μηδαμῶς μήτε γεγραμμένα, μήτε ἀκουσθέντα ποτέ: ἔστι δὲ ταῦτα: Ἐπικατάρατος, φησὶν, ὁ ἔξω ἀζύμων τὸ Πάσχα ποιήσας. Τοῦτο ἀκουσθὲν διεδόθη εἰς τοὺς πολλούς: καὶ συναρπασθέντες οἱ ἀκέραιοι τῶν παρὰ Ναυατιανοῖς λαϊκῶν πρὸς αὐτὸν ἐχώρουν. Οὐ μὴν ἀπώνατο τοῦ σοφίσματος: εἰς κακὸν γὰρ τέλος αὐτῷ τὰ τῆς πλαστογραφίας κατέστρεψε. Μετ̓ οὐ πολὺ γὰρ τὴν ἐκ προλήψεως [*]([*wal. om. e)c e)/qous.]) λήψεως ἑορτὴν ἐπετέλει: καὶ συνέρρεον πρὸς αὐτὸν ἐξ ἔθους πολλοί: καὶ τὴν ἐξ ἔθους παννυχίδα ποιούντων, θόρυβός τις δαιμόνιος ἐνέπεσεν εἰς αὐτοὺς, ὡς ἄρα Σισίννιος ὁ αὐτῶν ἐπίσκοπος σὺν πολλῷ πλήθει ἔρχεται κατ̓ αὐτῶν. Καὶ ταραχῆς γενομένης, οἶα εἰκὸς, ἐν νυκτὶ καὶ στενῷ τόπῳ ἀποληφθέντες ἑαυτοὺς συνέτριψαν: ὡς ἀπολέσθαι ἐξ αὐτῶν ὑπὲρ τοὺς ἑβδομήκοντα ἀνθρώπους. τοῦτο γενόμενον πολλοὺς τοῦ Σαββατίου ἀπέστησε: τινὲς δὲ αὐτῷ παρέμειναν τῇ ἀγροικικῇ προλήψει κρατούμενοι. Ἀλλὰ [*](Cp. 12.) Σαββάτιος μὲν, ὡς ἐπὶ τὴν ἐπίορκον παρῆλθεν ἐπισκοπὴν, μικρὸν ὕστερον λέξομεν.

287

Περὶ τῶν προεστώτων τηνικαῦτα τῆς τῶν Ἀρειανῶν δόξης.

Δωρόθεος δὲ ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας, ὃν ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὴν Κωνσταντινούπολιν μετενηνέχθαι ὑπὸ τῶν [*](Cp. v. 12.) Ἀρειανῶν ἀνωτέρω ἐμνημονεύσαμεν, ἑκατὸν πρὸς τοῖς δεκαεννέα ἐπιβιοὺς ἔτη ἐτελεύτησεν ἐν ὑπατείᾳ Ὁνωρίου τὸ ἕβδομον καὶ [*](A.D. 407) Θεοδοσίου Αὐγούστου τὸ δεύτερον, τῇ ἕκτῃ τοῦ Νοεμβρίου μηνός. Μετὰ δὲ τοῦτον τῆς Ἀρειανῆς θρησκείας προέστη Βάρβας: ἐπὶ τούτου δὴ τοῦ Βάρβα, δύο ἀνδρῶν ἐλλογίμων ἡ τῶν Ἀρειανῶν θρησκεία ηὐτύχησε, τὴν ἀξίαν τοῦ πρεσβυτέρου ἐχόντων: Τιμόθεος θατέρῳ ὄνομα, τῷ δὲ ἑτέρῳ Γεώργιος. Ἀλλὰ Γεώργιος μὲν μᾶλλον τὴν Ἑλληνικὴν κατωρθώκει παίδευσιν: Τιμόθεος δὲ πάλιν τὰ ἱερὰ ἠσκεῖτο γράμματα. Καὶ μὴν καὶ τὰ Ἀριστοτέλους καὶ Πλάτωνος ἀεὶ μετὰ χεῖρας εἶχεν ὁ Γεώργιος: Τιμόθεος δὲ τὸν Ὠριγένην ἀνέπνεεν: καὶ δημοσίᾳ τὰ ἱερὰ ἑρμηνεύων γράμματα, οὐδὲ τῆς Ἑβραίων γλώσσης ἄμοιρος ἦν. Καὶ Τιμόθεος μὲν ἤδη πρότερον τῆς Ψαθυριανῶν θρησκείας ἦν: Γεώργιος δὲ ὑπὸ Βάρβα κεχειροτόνητο. [*](Cp. v. 23.) Τῷ δὴ Τιμοθέῳ καὶ αὐτὸς ἐντετύχηκα, καὶ ἔγνων ὅπως τοῖς ἐπερωτῶσιν ἕτοιμος ἦν ἀποκρίνεσθαι, διαλύων ὅσα ἀσαφῆ κατὰ τὰ θεῖα εὑρίσκοιτο λόγια: πανταχοῦ τε τὸν Ὠριγένην ἐκάλει ὡς ἀληθῆ μάρτυρα τῶν ὑπ̓ αὐτοῦ λεγομένων. Θαυμάσαι οὖν μοι ἔπεισι, πῶς οὗτοι οἱ ἄνδρες τῇ Ἀρειανῶν θρησκείᾳ παρέμειναν, ὧν ὁ μὲν τὸν Πλάτωνα ἀεὶ μετὰ χεῖρας εἶχεν, ὁ δὲ τὸν Ὠριγένην ἀνέπνεεν. Οὐδὲ γὰρ Πλάτων τὸ δεύτερον καὶ τὸ τρίτον αἴτιον, ὡς αὐτὸς ὀνομάζειν εἴωθεν, ἀρχὴν ὑπάρξεως εἰληφέναι φησί: καὶ Ὠριγένης συναΐδιον πανταχοῦ ὁμολογεῖ τὸν Υἱὸν τῷ Πατρί. [*](See vi. 13.) Πλὴν εἰ καὶ τῇ ἑαυτῶν ἐκκλησίᾳ παρέμειναν, ἀλλ̓ ὅμως τὴν Ἀρειανὴν θρησκείαν λεληθότως ἐπὶ τὸ κρεῖσσον μετέθεσαν: πολλὰς γὰρ τῶν Ἀρείου βλασφημιῶν ταῖς οἰκείαις διδασκαλίαις ἐξέβαλον. Ἀλλὰ περὶ μὲν τούτων τοιαῦτα εἰρήσθω: οὐκ εἰς μακρὰν δὲ καὶ Σισιννίου τοῦ Ναυατιανῶν ἐπισκόπου τελευτήσαντος ἐν τῇ αὐτῇ ὑπατείᾳ, χειροτονεῖται Χρύσανθος, περὶ οὗ μικρὸν ὕστερον λέξομεν.

288

Ὡς Θεόφιλον τὸν Ἀλεξανδρείας ἐπίσκοπον Κύριλλος διεδέξατο.

Μετ̓ οὐ πολὺ δὲ καὶ Θεόφιλος ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος [*](A.D. 412.) ληθαργικῷ πάθει περιπεσὼν ἐτελεύτησεν ἐν ὑπατείᾳ Ὁνωρίου τὸ ἔννατον καὶ Θεοδοσίου τὸ πέμπτον, τῇ πεντεκαιδεκάτῃ τοῦ Ὀκτωβρίου μηνός. Ἐπιμάχου δὲ γενομένης καὶ ἐνταῦθα τῆς ἐπισκοπῆς, οἱ μὲν ἐζήτουν ἐνθρονισθῆναι Τιμόθεον ἀρχιδιάκονον: οἱ δὲ Κύριλλον, ὃς ἦν ἀδελφιδοῦς Θεοφίλου. Στάσεως δὲ διὰ τοῦτο μεταξὺ τοῦ λαοῦ κινηθείσης, συνελαμβάνετο τῷ μέρει Τιμοθέου ὁ τοῦ στρατιωτικοῦ τάγματος ἡγεμὼν Ἀβουνδάτιος. Διὸ τρίτῃ ἡμέρᾳ μετὰ τὴν τελευτὴν Θεοφίλου ὁ Κύριλλος ἐνθρονισθεὶς, ἐπὶ τὴν ἐπισκοπὴν ἀρχικώτερον Θεοφίλου παρῆλθε: καὶ γὰρ ἐξ ἐκείνου ἡ ἐπισκοπὴ Ἀλεξανδρείας πέρα τῆς ἱερατικῆς τάξεως καταδυναστεύειν τῶν πραγμάτων ἔλαβε τὴν ἀρχήν. Εὐθέως οὖν Κύριλλος τὰς ἐν Ἀλεξανδρείᾳ Ναυατιανῶν ἐκκλησίας ἀποκλείσας, πάντα μὲν αὐτῶν τὰ ἱερὰ κειμήλια ἔλαβεν: τὸν δὲ ἐπίσκοπον αὐτῶν Θεόπεμπτον πάντων ὧν εἶχεν ἀφείλετο.

Περὶ Μαρουθᾶ τοῦ Μεσοποταμίας ἐπισκόπου, καὶ ὡς δἰ αὐτοῦ ὁ Χριστιανισμὸς ἐν Περσίδι διεπλατύνθη.

Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸν ἐν Περσίδι Χριστιανισμὸν πλατυνθῆναι συνέβη ἐξ αἰτίας τοιᾶσδε. Μεταξὺ Ῥωμαίων καὶ Περσῶν συνεχεῖς ἀεὶ πρεσβεῖαι γίνονται: διάφοροι δέ εἰσιν αἰτίαι, δἰ ἃς συνεχῶς παῤ ἀλλήλους πρεσβεύονται. Χρεία δὴ οὖν καὶ τότε ἤγαγεν, ὥστε Μαρουθᾶν τὸν Μεσοποταμίας ἐπίσκοπον, [*](Cp. vi. 15.) οὗ μικρὸν ἔμπροσθεν μνήμην πεποιήμεθα, πεμφθῆναι παρὰ τοῦ βασιλέως Ῥωμαίων πρὸς τὸν βασιλέα Περσῶν. Ὁ δὲ βασιλεὺς τῶν Περσῶν πολλὴν εὐλάβειαν παρὰ τῷ ἀνδρὶ εὑρηκὼς, διὰ τιμῆς ἦγεν αὐτὸν, καὶ ὡς ὄντως θεοφιλεῖ προσεῖχεν. Τοῦτο γινόμενον ὑπέκνιζε τοὺς μάγους, οἳ πολὺ παρὰ τῷ Περσῶν βασιλεῖ ἰσχύουσιν: ἐδεδοίκεισαν γὰρ, μὴ τὸν βασιλέα Χριστιανίζειν πείσῃ. Καὶ γὰρ κεφαλαλγίαν αὐτοῦ χρονίαν, ἣν οἱ μάγοι θεραπεῦσαι μὴ

289
δεδύνηνται, ταύτην ὁ Μαρουθᾶς εὐχαῖς ἐθεράπευσε. Βουλεύονται οὖν ἀπάτην οἱ μάγοι: καὶ ἐπειδὴ οἱ Πέρσαι τὸ πῦρ σέβουσιν, εἰώθει δὲ ὁ βασιλεὺς ἐν οἴκῳ τινὶ τὸ διηνεκῶς καιόμενον πῦρ προσκυνεῖν, ὑπὸ γῆν κατακρύψαντες ἄνθρωπον, καθ̓ ὃν εἰώθει καιρὸν ὁ βασιλεὺς εὔχεσθαι, παρεσκεύασαν ἀναφθέγγεσθαι, ἔξω βάλλεσθαι δεῖν τὸν βασιλέα, ἠσεβηκέναι γὰρ, ὅτι τὸν τῶν Χριστιανῶν ἱερέα νομίζει θεοφιλῆ. Ταῦτα ἀκούσας ὁ Ἰσδιγέρδης, ʽτοῦτο γὰρ ὄνομα τῷ Περσῶν βασιλεῖ,ʼ αἰδούμενος μὲν, ἀποπέμπεσθαι δ̓ οὖν ὅμως τὸν Μαρουθᾶν ἐβούλετο. Μαρουθᾶς δὲ ἀληθῶς θεοφιλὴς ἄνθρωπος εὐχαῖς προσέκειτο, δἰ ὧν εὑρίσκει τὸν παρὰ τῶν μάγων γενόμενον δόλον. Τῷ οὖν βασιλεῖ, Μὴ παίζου, ἔφη, βασιλεῦ: ἀλλ̓ εἰσελθὼν, ὅτε τῆς φωνῆς ἀκούσεις, ὀρύξας [*]([a)kou/sh|s.]) τὸν δόλον εὑρήσεις: οὐ γὰρ τὸ πῦρ φθέγγεται, ἀλλὰ ἀνθρώπων κατασκευὴ τοῦτο ποιεῖ. Πείθεται τῷ Μαρουθᾷ ὁ Περσῶν βασιλεὺς, καὶ αὖθις εἰσῄει εἰς τὸν οἰκίσκον, ὅπου ἦν τὸ ἄσβεστον πῦρ. Ἐπεὶ δὲ αὖθις ἀκούει τῆς αὐτῆς φωνῆς, ὀρύττεσθαι τὸν τόπον ἐκέλευσε: καὶ ὁ προπέμπων τὴν νομισθεῖσαν θεοῦ φωνὴν ἐξηλέγχετο. Περιοργὴς οὖν γενόμενος ὁ βασιλεὺς τὸ τῶν μάγων γένος ἀπεδεκάτωσε: τούτου γενομένου, εἶπεν τῷ Μαρουθᾷ, ἔνθα ἂν βούλοιτο, κτίζειν ἐκκλησίας: ἐκ τούτου παρὰ Πέρσαις ὁ Χριστιανισμὸς ἐπλατύνετο. Τότε μὲν οὖν Μαρουθᾶς ἀποχωρήσας τῶν Περσῶν, αὖθις ἐπὶ τὴν Κωνσταντινούπολιν ἐπανέρχεται: οὐκ εἰς μακρὰν δὲ πάλιν πρεσβείας ἕνεκεν ἀντεπέμπετο. Αὖθίς τε οἱ μάγοι σκευωρίας ἐπενοοῦντο, ὅπως ἂν μηδαμῶς τὸν ἄνδρα προσδέχοιτο ὁ βασιλεύς: ἐπενόησάν τε δυσωδίαν τινὰ κατασκευαστὴν, ὅθεν ὁ βασιλεὺς εἰώθει προσέρχεσθαι: διαβολῇ τε ἐχρῶντο, ὡς ἄρα ταύτην οἱ τῷ Χριστιανισμῷ συνόντες εἰργάσαντο. Ὡς δὲ ὁ βασιλεὺς, ἤδη πρότερον ὑπόπτους ἔχων τοὺς μάγους, σπουδαιότερον ἀνεζήτει τοὺς δράσαντας, αὖθις ἐξ αὐτῶν ἀνηυρίσκοντο οἱ τῆς κακῆς ὀδμῆς ποιηταί. Διὸ καὶ αὖθις πολλοὺς αὐτῶν ἐτιμωρήσατο: Μαρουθᾶν δὲ διὰ πλείονος ἦγε τιμῆς. Καὶ ἠγάπα μὲν Ῥωμαίους, καὶ τὴν πρὸς αὐτοὺς φιλίαν ἠσπάζετο: μικρὸν δὲ ἐδέησε καὶ Χριστιανίσαι αὐτὸν, πεῖραν δεδωκότος ἑτέραν τοῦ Μαρουθᾶ, σὺν Ἀβλάᾳ τῷ ἐπισκόπῳ Περσίδος. Ἄμφω γὰρ τὸν ὀχλοῦντα δαίμονα τῷ υἱῷ τοῦ βασιλέως ἀπήλασαν, νηστείαις καὶ προσευχαῖς σχολάσαντες. Καὶ ὁ Ἰσδιγέρδης μὲν ἔφθασε τελευτῆσαι, πρὶν τελείως
290
Χριστιανίσαι: εἰς δὲ τὸν υἱὸν αὐτοῦ Βαραράνην ἧκεν ἡ βασιλεία: ἐφ̓ οὗ αἱ μεταξὺ Ῥωμαίων καὶ Περσῶν σπονδαὶ διελύθησαν, ὡς [*](C. 18.) ὀλίγον ὕστερον λέξομεν.