Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γενομένης μάχης μεταξὺ Χριστιανῶν καὶ Ἰουδαίων, καὶ τῆς τοῦ ἐπισκόπου Κυρίλλου πρὸς τὸν ὕπαρχον Ὀρέστην διαφορᾶς.

Ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ τὸ Ἰουδαίων ἔθνος τῆς Ἀλεξανδρείας ἐξελαθῆναι ὑπὸ τοῦ ἐπισκόπου Κυρίλλου συνέβη

293
δἰ αἰτίαν τοιάνδε. Ὁ Ἀλεξανδρέων δῆμος πλέον τῶν ἄλλων δήμων χαίρει ταῖς στάσεσιν: εἰ δέ ποτε καὶ προφάσεως ἐπιλάβηται, εἰς ἀφόρητα καταστρέφει κακά: δίχα γὰρ αἵματος οὐ παύεται τῆς ὁρμῆς. Ἔτυχε δὲ τότε στασιάζειν αὐτὸ τὸ πλῆθος πρὸς ἑαυτὸ οὐ δἰ ἀναγκαίαν τινὰ πρόφασιν, ἀλλὰ διὰ τὸ ἐπιπολάζον ἁπάσαις ταῖς πόλεσι κακὸν, φημὶ δὴ τὸ σπουδάζειν περὶ τοὺς ὀρχηστάς. Ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ σαββάτου ὀρχούμενος πλείονας ὄχλους συνήθροιζε, τῷ Ἰουδαίους ἀργοῦντας ἐν αὐτῇ, μὴ τῇ ἀκροάσει τοῦ νόμου ἀλλὰ τοῖς θεατρικοῖς σχολάζειν, ἐπίμαχος τοῖς τοῦ δήμου μέρεσιν ἡ ἡμέρα κατέστη. Καὶ τούτου τρόπον τινὰ ὑπὸ τοῦ ὑπάρχου τῆς Ἀλεξανδρείας ἐν τάξει καταστάντος, οὐδὲν ἧττον ἔμειναν οἱ Ἰουδαῖοι τοῖς τοῦ ἑτέρου μέρους ἀντιπαθοῦντες: καὶ ἀεὶ μὲν πολέμιοι πανταχοῦ τοῖς Χριστιανοῖς καθεστῶτες, ἔτι δὲ πλέον διὰ τοὺς ὀρχηστὰς ἐκπεπολέμωντο καθ̓ ἑαυτῶν. [*]([kat) au)tw=n. *wal.]) Καὶ δὴ τότε Ὀρέστου τοῦ τῆς Ἀλεξανδρείας ἐπάρχου πολιτείαν ἐν τῷ θεάτρῳ ποιοῦντος,—οὕτω δὲ ὀνομάζειν εἰώθασιν τὰς δημοτικὰς διατυπώσεις,—παρῆσαν καὶ τοῦ ἐπισκόπου Κυρίλλου οἱ σπουδασταὶ, τὰς γινομένας παρὰ τοῦ ἐπάρχου διατυπώσεις γνῶναι βουλόμενοι. Ἦν δὲ ἐν αὐτοῖς τις ἀνὴρ ὀνόματι Ἱέραξ, ὃς γραμμάτων μὲν τῶν πεζῶν διδάσκαλος ἦν, διάπυρος δὲ ἀκροατὴς τοῦ ἐπισκόπου Κυρίλλου καθεστὼς, καὶ περὶ τὸ κρότους ἐν ταῖς διδασκαλίαις αὐτοῦ ἐγείρειν ἦν σπουδαιότατος. Τοῦτον τοίνυν τὸν Ἱέρακα τὸ πλῆθος τῶν Ἰουδαίων ἐν τῷ θεάτρῳ θεασάμενοι κατεβόων εὐθὺς, ὡς δι οὐδὲν ἄλλο παραβάλλει τῷ θεάτρῳ, ἢ ἵνα στάσιν τῷ δήμῳ ἐμβάλοι.’ Ὀρέστης δὲ καὶ πρότερον μὲν ἐμίσει τὴν δυναστείαν τῶν ἐπισκόπων, [*](C. 7.) ὅτι παρῃροῦντο πολὺ τῆς ἐξουσίας τῶν ἐκ βασιλέως ἄρχειν τεταγμένων: μάλιστα δὲ ὅτι καὶ ἐποπτεύειν αὐτοῦ τὰς διατυπώσεις Κύριλλος ἐβούλετο: ἁρπάσας οὖν τὸν Ἱέρακα δημοσίᾳ ἐν τῷ θεάτρῳ βασάνοις ὑπέβαλλεν. Τοῦτο γνοὺς ὁ Κύριλλος μεταπέμπεται τοὺς Ἰουδαίων πρωτεύοντας, καὶ ὅσα εἰκὸς, εἰ μὴ παύσαιντο κατὰ Χριστιανῶν στασιάζοντες, διηπείλησε. Τὸ δὲ πλῆθος τῶν Ἰουδαίων τῆς ἀπειλῆς αἰσθόμενον φιλονεικότερον γέγονε: καὶ μηχανὰς ἐπενόουν ἐπὶ βλάβῃ τῶν Χριστιανῶν, ὧν τὴν κορυφαιοτάτην καὶ αἰτίαν τοῦ ἐξελαθῆναι αὐτοὺς τῆς Ἀλεξανδρείας γενομένην διηγήσομαι. Σύνθεμα δόντες ἑαυτοῖς, δακτυλίου φόρεμα ἐκ φοίνικος γεγονὸς φλοιοῦ θαλλοῦ, νυκτομαχίαν κατὰ τῶν Χριστιανῶν ἐπενόησαν. Καὶ ἐν
294
μιᾷ τῶν νυκτῶν κηρύσσειν κατὰ τὰ κλίματα τῆς πόλεως τινὰς παρεσκεύασαν βοῶντας, ὡς ἡ ἐπώνυμος Ἀλεξάνδρου ἐκκλησία πᾶσα πυρὶ καίοιτο. Τοῦτο ἀκούσαντες Χριστιανοὶ ἄλλος ἀλλαχόθεν συνέτρεχεν, ὡς τὴν ἐκκλησίαν περισώσοντες: οἵτε Ἰουδαῖοι εὐθὺς ἐπετίθεντο καὶ ἀπέσφαττον ἀλλήλων μὲν ἀπεχόμενοι, δεικνύντες τοὺς δακτυλίους: τοὺς δὲ προσπίπτοντας τῶν Χριστιανῶν ἀναιροῦντες. Γενομένης δὲ ἡμέρας, οὐκ ἐλάνθανον οἱ τὸ ἄγος ἐργασάμενοι: ἐφ̓ ᾧ κινηθεὶς ὁ Κύριλλος σὺν πολλῷ πλήθει ἐπὶ τὰς συναγωγὰς τῶν Ἰουδαίων παραγενόμενος,—οὕτω γὰρ τοὺς εὐκτηρίους αὐτῶν ὀνομάζουσι τόπους,—τὰς μὲν ἀφαιρεῖται, τοὺς δὲ ἐξελαύνει τῆς πόλεως, καὶ τὰς οὐσίας αὐτῶν διαρπαγῆναι ὑπὸ τοῦ πλήθους ἀφείς. Οἱ μὲν οὖν Ἰουδαῖοι, ἐκ τῶν Ἀλεξάνδρου τοῦ Μακεδόνος χρόνων οἰκήσαντες τὴν πόλιν, τότε αὐτῆς γυμνοὶ ἅπαντες ἀπανέστησαν, καὶ ἄλλοι ἀλλαχοῦ διεσπάρησαν. Ἀδαμάντιος δὲ ἰατρικῶν λόγων σοφιστὴς, ἐπὶ τὴν Κωνσταντινούπολιν ὁρμήσας, καὶ τῷ ἐπισκόπῳ προσφυγὼν Ἀττικῷ, ἐπαγγειλάμενός τε Χριστιανίζειν αὖθις ὑστέρῳ χρόνῳ τὴν Ἀλεξάνδρειαν ᾤκησεν. Ὁ τοίνυν τῆς Ἀλεξανδρέων ἔπαρχος Ὀρέστης σφόδρα ἐπὶ τῷ γενομένῳ ἐχαλέπῃνε: καὶ πένθος μέγα ἐτίθετο τηλικαύτην πόλιν οὕτως ἄρδην τοσούτων ἐκκενωθῆναι ἀνθρώπων: διὸ καὶ τὰ γενόμενα ἀνέφερε βασιλεῖ. Κύριλλος δὲ καὶ αὐτὸς τὰς Ἰουδαίων πλημμελείας γνωρίμους καθιστῶν βασιλεῖ οὐδὲν ἧττον καὶ περὶ φιλίας πρὸς Ὀρέστην ἐπρεσβεύετο: τοῦτο γὰρ ὁ λαὸς τῶν Ἀλεξανδρέων αὐτὸν ποιεῖν κατηνάγκαζεν. Ἐπεὶ δὲ τοὺς περὶ φιλίας λόγους Ὀρέστης οὐ προσεδέχετο, τὴν βίβλον τῶν εὐαγγελίων ὁ Κύριλλος προΐσχετο, διὰ ταύτης γοῦν καταιδέσειν τὸν Ὀρέστην ἡγούμενος. Ὡς δὲ οὐδὲ τούτῳ τῷ τρόπῳ ὁ Ὀρέστης ἐμαλάσσετο, ἀλλ̓ ἔμενε μεταξὺ αὐτῶν ἄσπονδος πόλεμος, τάδε ἐπισυνέβη γενέσθαι.

Ὡς οἱ κατὰ τὴν Νιτρίαν μοναχοὶ εἰς Ἀλεξάνδρειαν ὑπὲρ Κυρίλλου κατελθόντες πρὸς τὸν ὕπαρχον Ὀρέστην ἐστασίασαν.

Τῶν ἐν τοῖς ὄρεσι τῆς Νιτρίας μοναχῶν τινες ἔνθερμον ἔχοντες φρόνημα ἀπὸ Θεοφίλου ἀρξάμενοι, ὅτε αὐτοὺς ἐκεῖνος κατὰ τῶν περὶ Διόσκορον ἀδίκως ἐξώπλισε, ζῆλόν τε τότε κτησάμενοι προθύμως

295
καὶ ὑπὲρ Κυρίλλου μάχεσθαι προῃροῦντο. Ἀφέμενοι οὖν τῶν μοναστηρίων ἄνδρες περὶ τοὺς πεντακοσίους, καὶ καταλαβόντες τὴν πόλιν, ἐπιτηροῦσιν ἐπὶ τοῦ ὀχήματος προϊόντα τὸν ἔπαρχον. Καὶ προσελθόντες ἀπεκάλουν θύτην καὶ Ἕλληνα, καὶ ἄλλα πολλὰ περιύβριζον. Ὁ δὲ ὑποτοπήσας σκευωρίαν αὐτῷ παρὰ Κυρίλλου γίνεσθαι, ἐβόα Χριστιανός τε εἶναι, καὶ ὑπὸ Ἀττικοῦ τοῦ ἐπισκόπου ἐν τῇ Κωνσταντινουπόλει βεβαπτίσθαι. Ὡς δὲ οὐ προσεῖχον τοῖς λεγομένοις οἱ μοναχοὶ εἷς τις ἐξ αὐτῶν Ἀμμώνιος ὄνομα λίθῳ βάλλει τὸν Ὀρέστην κατὰ τῆς κεφαλῆς. Καὶ πληροῦται μὲν αἵματι ὅλος ἐκ τοῦ τραύματος: ὑποχωροῦσι δὲ οἱ ταξεῶται πλὴν ὀλίγων, ἄλλος ἀλλαχοῦ ἐν τῷ πλήθει διαδύναντες, τὸν ἐκ τῆς βολῆς τῶν λίθων θάνατον φυλαττόμενοι. Ἐν τοσούτῳ δὲ συνέρρεον οἱ τῶν Ἀλεξανδρέων δῆμοι, ἀμύνασθαι τοὺς μοναχοὺς ὑπὲρ τοῦ ἐπάρχου προθυμούμενοι: καὶ τοὺς μὲν ἄλλους πάντας εἰς φυγὴν ἔτρεψαν, τὸν Ἀμμώνιον δὲ συλλαβόντες παρὰ τὸν ἔπαρχον ἄγουσιν: ὃς δημοσίᾳ κατὰ τοὺς νόμους ἐξετάσει αὐτὸν ὑποβαλὼν ἐπὶ τοσοῦτον ἐβασάνισεν, ὡς ἀποκτεῖναι. Οὐκ εἰς μακρὰν δὲ καὶ τὰ γενόμενα γνώριμα τοῖς κρατοῦσι κατέστησεν: οὐ μὴν ἀλλὰ καὶ Κύριλλος τὰ ἐναντία ἐγνώριζε βασιλεῖ, τοῦ δὲ Ἀμμωνίου τὸ σῶμα ἀναλαβὼν καὶ ἐν μιᾷ τῶν ἐκκλησιῶν ἀποθέμενος, ὄνομα ἕτερον αὐτῷ ἐπιθεὶς Θαυμάσιον ἐπεκάλεσε, καὶ μάρτυρα χρηματίζειν ἐκέλευσεν, ἐγκωμιάζων αὐτοῦ ἐπ̓ ἐκκλησίας τὸ φρόνημα, ὡς ἀγῶνα ὑπὲρ εὐσεβείας ἀνελομένου. Ἀλλ̓ οἱ σωφρονοῦντες, καίπερ Χριστιανοὶ ὄντες, οὐκ ἀπεδέχοντο τὴν περὶ τούτου Κυρίλλου σπουδήν. Ἠπίσταντο γὰρ προπετείας δίκην δεδωκέναι τὸν Ἀμμώνιον, οὐ μὴν ἀνάγκῃ ἀρνήσεως Χριστοῦ ἐναποθανεῖν ταῖς βασάνοις: διὸ καὶ Κύριλλος κατὰ βραχὺ τῷ ἡσυχάζειν λήθην τοῦ γινομένου εἰργάσατο. Ἀλλ̓ οὐχ ἕως τούτου ἔστη τὸ δεινὸν τῆς μεταξὺ Κυρίλλου καὶ Ὀρέστου φιλονεικίας: ἀπέσβεσε γὰρ ταύτην ἕτερόν τι ἐπισυμβὰν τοῖς φθάσασι παραπλήσιον.

Περὶ Ὑπατίας τῆς φιλοσόφου.

Ἦν τις γυνὴ ἐν τῇ Ἀλεξανδρείᾳ, τοὔνομα Ὑπατία: αὕτη Θέωνος μὲν τοῦ φιλοσόφου θυγάτηρ ἦν: ἐπὶ τοσοῦτον δὲ προὔβη

296
παιδείας, ὡς ὑπερακοντίσαι τοὺς κατ̓ αὐτὴν φιλοσόφους, τὴν δὲ Πλατωνικὴν ἀπὸ Πλωτίνου καταγομένην διατριβὴν διαδέξασθαι, καὶ πάντα τὰ φιλόσοφα μαθήματα τοῖς βουλομένοις ἐκτίθεσθαι: διὸ καὶ οἱ πανταχόθεν φιλοσοφεῖν βουλόμενοι κατέτρεχον παῤ αὐτήν. Διὰ τὴν προσοῦσαν αὐτῇ ἐκ τῆς παιδεύσεως σεμνὴν παρρησίαν καὶ τοῖς ἄρχουσι σωφρόνως εἰς πρόσωπον ἤρχετο: καὶ οὐκ ἦν τις αἰσχύνη ἐν μέσῳ ἀνδρῶν παρεῖναι αὐτήν: πάντες γὰρ δἰ ὑπερβάλλουσαν σωφροσύνην πλέον αὐτὴν ᾐδοῦντο καὶ κατεπλήττοντο. Κατὰ δὴ ταύτης τότε ὁ φθόνος ὡπλίσατο: ἐπεὶ γὰρ συνετύγχανε συχνότερον τῷ Ὀρέστῃ, διαβολὴν τοῦτ̓ ἐκίνησε κατ̓ αὐτῆς παρὰ τῷ τῆς ἐκκλησίας λαῷ, ὡς ἄρα εἴη αὕτη ἡ μὴ συγχωροῦσα τὸν Ὀρέστην εἰς φιλίαν τῷ ἐπισκόπῳ συμβῆναι. Καὶ δὴ συμφρονήσαντες ἄνδρες τὸ φρόνημα ἔνθερμοι, ὧν ἡγεῖτο Πέτρος τις ἀναγνώστης, ἐπιτηροῦσι τὴν ἄνθρωπον ἐπανιοῦσαν ἐπὶ οἰκίαν ποθέν: καὶ ἐκ τοῦ δίφρου ἐκβαλόντες, ἐπὶ τὴν ἐκκλησίαν ᾗ ἐπώνυμον Καισάριον συνέλκουσιν, ἀποδύσαντές τε τὴν ἐσθῆτα ὀστράκοις ἀνεῖλον: καὶ μεληδὸν διασπάσαντες, ἐπὶ τὸν καλούμενον Κιναρῶνα τὰ μέλη συνάραντες πυρὶ κατηνάλωσαν. Τοῦτο οὐ μικρὸν μῶμον Κυρίλλῳ καὶ τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ εἰργάσατο: ἀλλότριον γὰρ παντελῶς τῶν φρονούντων τὰ Χριστοῦ φόνοι καὶ μάχαι καὶ τὰ τούτοις παραπλήσια. Καὶ ταῦτα πέπρακται τῷ τετάρτῳ ἔτει [*](A.D. 415) τῆς Κυρίλλου ἐπισκοπῆς, ἐν ὑπατείᾳ Ὁνωρίου τὸ δέκατον, καὶ Θεοδοσίου τὸ ἕκτον, ἐν μηνὶ Μαρτίῳ, νηστειῶν οὐσῶν.

Ὡς πάλιν Ἰουδαῖοι πρὸς Χριστιανοὺς πόλεμον συμμίξαντες δίκας ἔτισαν.

Ὀλίγον δὲ μετὰ τόνδε τὸν χρόνον Ἰουδαῖοι πάλιν ἄτοπα κατὰ Χριστιανῶν πράξαντες δίκην δεδώκασιν. Ἐν Ἰνμεστὰρ, οὕτω καλουμένῳ τόπῳ, ὃς κεῖται μεταξὺ Χαλκίδος καὶ Ἀντιοχείας τῆς ἐν Συρίᾳ, Ἰουδαῖοι συνήθως ἑαυτοῖς παίγνια ἐπετέλουν τινά. Καὶ πολλὰ ἐν τῷ παίζειν ἄλογα ποιοῦντες, ὑπὸ μέθης ἐξαχθέντες, Χριστιανούς τε καὶ αὐτὸν τὸν Χριστὸν ἐν τοῖς παιγνίοις διέσυρον: γελῶντές τε τὸν σταυρὸν καὶ τοὺς ἐπηλπικότας ἐπὶ τῷ Ἐσταυρωμένῳ, καὶ τοιοῦτόν τι ἐπενόησαν. Παιδίον Χριστιανὸν συλλαβόμενοι σταυρῷ προσδήσαντες ἀπεκρέμασαν: καὶ πρῶτον μὲν

297
καταγελῶντες καὶ χλευάζοντες διετέλουν: μετ̓ οὐ πολὺ δὲ καὶ τῶν φρενῶν ἐκστάντες τὸ παιδίον ᾐκίσαντο, ὥστε καὶ ἀνελεῖν. Ἐπὶ τούτῳ χαλεπὴ μὲν συμπληγὰς μεταξὺ αὐτῶν τε καὶ Χριστιανῶν ἐγίνετο: γνώριμον δὲ τοῦτο τοῖς κρατοῦσι καταστὰν, ἐπεστάλη τοῖς κατὰ τὴν ἐπαρχίαν ἄρχουσιν, ἀναζητῆσαι τοὺς αἰτίους καὶ τιμωρήσασθαι: καὶ οὕτως οἱ ἐκεῖ Ἰουδαῖοι δίκην ἔδοσαν, ὧν παίζοντες ἐκακούργησαν.