Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ Παύλου ἐπισκόπου Ναυατιανῶν, καὶ περὶ τοῦ γεγονότος παραδόξου σημείου ὑπ̓ αὐτοῦ μέλλοντος βαπτίζειν τὸν ἀπατεῶνα Ἰουδαῖον.

Κατὰ δὲ τὸν χρόνον τόνδε καὶ ὁ τῶν Ναυατιανῶν ἐπίσκοπος Χρύσανθος, ἐπὶ ἑπτὰ ἔτη τῶν ὑφ̓ αὑτὸν ἐκκλησιῶν προστὰς, ἐτελεύτησεν ἐν ὑπατείᾳ Μοναξίου καὶ Πλίνθα, ἕκτῃ καὶ εἰκάδι [*](A.D. 419.) Αὐγούστου μηνός. Διεδέξατο δὲ τὴν ἐπισκοπὴν Παῦλος: ὃς πρότερον μὲν λόγων Ῥωμαϊκῶν διδάσκαλος ἦν, μετὰ δὲ ταῦτα πολλὰ χαίρειν τῇ Ῥωμαϊκῇ φράσας φωνῇ, ἐπὶ τὸν ἀσκητικὸν ἐτράπη βίον: καὶ συστησάμενος ἀνδρῶν σπουδαίων μοναστήριον, οὐκ ἀλλοιότερον τῶν ἐν τῇ ἐρήμῳ μοναχῶν διετέλει. Τοιοῦτον γὰρ αὐτὸν ἐγὼ κατέλαβον ὄντα, οἵους ὁ Εὐάγριος φησὶ δεῖν εἶναι [*](See. iv. 23.) τοὺς ἐν ταῖς ἐρήμοις διατρίβοντας μοναχούς. Πάντα γὰρ ἐκείνους μιμούμενος διετέλει, τὴν συνεχῆ νηστείαν, τὸ ὀλίγα φθέγγεσθαι, τὴν ἀποχὴν τῶν ἐμψύχων: τὰ πολλὰ δὲ καὶ οἴνου καὶ ἐλαίου ἀπείχετο. Ἀλλὰ μὴν καὶ περὶ τοὺς πτωχοὺς σπουδαῖος, εἰ καί τις ἄλλος, ἐγένετο: τοὺς ἐν φυλακαῖς ἀόκνως ἐπεσκέπτετο: ὑπὲρ πολλῶν δὲ καὶ τοὺς ἄρχοντας παρεκάλει, οἳ καὶ ἑτοίμως ὑπήκουον διὰ τὴν προσοῦσαν εὐλάβειαν τῷ ἀνδρί. Καὶ τί με δεῖ μηκύνειν τὰ κατ̓ αὐτόν; ἔρχομαι γὰρ λέξων πρᾶγμα ἐν ταῖς χερσὶν αὐτοῦ γενόμενον ἄξιον τοῦ ἐν γραφῆς παραδοθῆναι μνήμῃ. Ἰουδαῖός τις ἀπατεὼν Χριστιανίζειν ὑποκρινόμενος πολλάκις ἐβαπτίζετο, καὶ διὰ ταύτης τῆς τέχνης χρήματα συνελέγετο. Ὡς δὲ πολλὰς αἱρέσεις τῇ τέχνῃ ἠπάτησε,—καὶ γὰρ Ἀρειανῶν καὶ Μακεδονιανῶν ἐδέξατο βάπτισμα,—μηκέτι ἔχων οὓς ἀπατήσειεν, τέλος ἥκει καὶ πρὸς τὸν Ναυατιανῶν ἐπίσκοπον Παῦλον: καὶ τοῦ βαπτίσματος ἐπιθυμεῖν εἰπὼν, διὰ τῆς αὐτοῦ χειρὸς παρεκάλει τούτου τυχεῖν.

298
Ὁ δὲ ἀποδέχεται μὲν αὐτοῦ τὴν προαίρεσιν: οὐ πρότερον δὲ ἔφη δώσειν τὸ βάπτισμα, εἰ μὴ κατηχηθείη τὸν περὶ τῆς πίστεως λόγον, μετὰ τοῦ νηστείαις σχολάσαι ἡμέρας πολλάς. Ὁ οὖν Ἰουδαῖος, παρὰ γνώμην νηστεύειν ἀναγκαζόμενος, σπουδαιότερον ἐνέκειτο βαπτισθῆναι παρακαλῶν. Ἐπεὶ δὲ ὁ Παῦλος ἐπικείμενον λυπεῖν οὐκ ἔτι ἐβούλετο τῇ παρολκῇ, εὐτρεπίζει τὰ πρὸς τὸ βάπτισμα. Ἐσθῆτά τε αὐτῷ λαμπρὰν ὠνησάμενος, καὶ τὴν κολυμβήθραν τοῦ βαπτιστηρίου πληρωθῆναι κελεύσας, ἦγεν ἐπ̓ αὐτὴν τὸν Ἰουδαῖον, ὡς βαπτίσων αὐτόν: Θεοῦ δέ τις ἀόρατος δύναμις ἀφανὲς τὸ ὕδωρ κατέστησεν. Ἐπεὶ δὲ ὅ τε ἐπίσκοπος καὶ οἱ παρόντες, οὐδὲν ὑπολογισάμενοι οἷον ἐγένετο, ὑπέλαβον ἐκρεῦσαι τὸ ὕδωρ διὰ τοῦ ὑποκειμένου πόρου, ὅθεν καὶ εἰώθασιν αὐτὸ ἐκπέμπειν, πάλιν ἐπλήρουν τὴν κολυμβήθραν, ἀκριβῶς πανταχόθεν τὰς ἐκροίας αὐτῆς ἀσφαλισάμενοι: αὖθις δὲ προσαγομένου αὐτῇ τοῦ Ἰουδαίου, αὖθις ἀφανὲς τὸ ὕδωρ ἐγένετο. Τότε δὴ ὁ Παῦλος, Ἢ κακουργεῖς, ἔφη, ὦ ἄνθρωπε, ἢ ἀγνοῶν ἤδη τοῦ βαπτίσματος ἔτυχες. Συνδρομῆς οὖν ἐπὶ τῷ τεραστίῳ γενομένης, ἐπέγνω τις τὸν Ἰουδαῖον, ὃς ᾔδει αὐτὸν ὑπὸ Ἀττικοῦ τοῦ ἐπισκόπου βεβαπτισμένον. Τοῦτο μὲν οὖν τὸ τεράστιον ἐν ταῖς χερσὶ τοῦ ἐπισκόπου τῶν Ναυατιανῶν Παύλου ἐγένετο.

Ὡς τοῦ βασιλέως τῶν Περσῶν Ἰσδιγέρδου τελευτήσαντος. αἱ μεταξὺ Ῥωμαίων καὶ Περσῶν σπονδαὶ διελύθησαν, καὶ πόλεμος ἰσχυρὸς γέγονεν, ἡττηθέντων τῶν Περσῶν.

Τοῦ δὴ βασιλέως Περσῶν Ἰσδιγέρδου, ὃς τοὺς ἐκεῖ Χριστιανοὺς οὐδαμῶς ἐδίωκε, τελευτήσαντος, ὁ υἱὸς αὐτοῦ Βαραράνης ὄνομα, τὴν βασιλείαν διαδεξάμενος, καὶ ὑπὸ τῶν μάγων ἀναπεισθεὶς, χαλεπῶς τοὺς Χριστιανοὺς ἤλαυνε, τιμωρίας καὶ στρέβλας Περσικὰς διαφόρους ἐπάγων αὐτοῖς. Πιεζόμενοι οὖν ὑπὸ τῆς ἀνάγκης οἱ ἐν Πέρσαις Χριστιανοὶ προσφεύγουσι Ῥωμαίοις, δεόμενοι μὴ παρορᾷν αὐτοὺς φθειρομένους. Ἀττικὸς δὲ ὁ ἐπίσκοπος ἀσμένως τοὺς ἱκετεύοντας προσδέχεται, παντοῖος δὲ ἦν ὅσα δυνατὸν ἐπαμύνειν αὐτοῖς, γνώριμά τε τῷ βασιλεῖ Θεοδοσίῳ καθιστᾷ τὰ γενόμενα. Ἔτυχε δὲ κατὰ τοῦτον τὸν καιρὸν καὶ ἄλλης ἕνεκα αἰτίας λυπεῖσθαι Ῥωμαίους πρὸς Πέρσας: ἐπειδὴ Πέρσαι, οὓς παρὰ Ῥωμαίων

299
χρυσορύκτας ἐπὶ μισθῷ λαβόντες ἔσχον, ἀποδοῦναι οὐκ ἤθελον: καὶ ὅτι τὰ φορτία τῶν ἐμπόρων Ῥωμαίων ἀφείλοντο. Συλλαμβάνεται οὖν ἐκείνῃ τῇ λύπῃ καὶ ἡ τῶν ἐκεῖ Χριστιανῶν πρὸς Ῥωμαίους καταφυγή. Εὐθὺς γὰρ ὁ Πέρσης πρεσβείας ἔπεμπε τοὺς φυγάδας ἐξαιτούμενος: Ῥωμαῖοι δὲ οὐδαμῶς προεξέδοσαν τοὺς προσφεύγοντας αὐτοῖς, οὐ μόνον ὡς ἱκέτας σώζειν ἐθέλοντες, ἀλλὰ γὰρ ὑπὲρ τοῦ Χριστιανισμοῦ πάντα ποιεῖν προθυμούμενοι. Διὸ καὶ πολεμεῖν μᾶλλον Πέρσαις ᾑροῦντο, ἢ περιορᾷν ἀπολλυμένους Χριστιανούς. Λυθεισῶν οὖν διὰ τοῦτο τῶν σπονδῶν, πόλεμος συνεκροτήθη δεινὸς, περὶ οὗ μικρὰ ἐπιδραμεῖν οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι. Φθάσας ὁ Ῥωμαίων βασιλεὺς ἀποστέλλει μερικὴν δύναμιν, ἧς ἦρχεν ὁ στρατηγὸς Ἀρδαβούριος: ὃς διὰ τῆς Ἀρμενίων χώρας ἐμβαλὼν τῇ Περσίδι, μίαν αὐτῆς τῶν ἐπαρχιῶν Ἀζαζηνὴν καλουμένην ἐπόρθει. Ἀπήντα δὲ αὐτῷ Ναρσαῖος στρατηγὸς τοῦ Περσῶν βασιλέως σὺν δυνάμει Περσικῇ: συμβαλὼν δὲ καὶ ἡττηθεὶς φυγῇ ἀνεχώρησεν: ἔγνω τε λυσιτελεῖν διὰ Μεσοποταμίας εἰς τὴν Ῥωμαίων χώραν ἀφύλακτον οὖσαν ἀπροόπτως ἐμβαλεῖν, καὶ τοῦτον τὸν τρόπον ἀμύνασθαι Ῥωμαίους. Οὐ μὴν τὸν Ῥωμαίων στρατηγὸν ἡ βουλὴ Ναρσαίου διέλαθε: λαφυραγωγήσας οὖν ᾗ τάχος τὴν Ἀζαζηνὴν, ἐπὶ τὴν Μεσοποταμίαν καὶ αὐτὸς ἐπορεύθη. Διόπερ ὁ Ναρσαῖος, καὶ αὐτὸς πολλὴν παρασκευάσας δύναμιν, ὅμως οὐκ ἴσχυσεν εἰς τὴν Ῥωμαίων ἐμβαλεῖν. Καταλαβὼν δὲ τὴν Νίσιβιν,—πόλις δὲ αὕτη μεθόριος Πέρσαις ἀνήκουσα,—ἐκ ταύτης τῷ Ἀρδαβουρίῳ ἐδήλου, κατὰ συνθήκας ποιεῖσθαι τὸν πόλεμον, ὁρίσαι τε τόπον καὶ ἡμέραν τῇ συμβολῇ. Ὁ δὲ τοῖς ἐλθοῦσιν, Ἀπαγγείλατε, ἔφη, Ναρσαίῳ, Οὐχ ὅτε σὺ θέλεις πολεμήσουσι Ῥωμαίων βασιλεῖς. Πάσῃ δὲ δυνάμει παρασκευάσασθαι τὸν Πέρσην ἐννοῶν ὁ βασιλεὺς, Θεῷ τὴν ὅλην τοῦ πολέμου ἀναθεὶς ἐλπίδα, μεγίστην προσεξαπέστειλε δύναμιν. Ὅτι δὲ πιστεύσας ὁ βασιλεὺς εὐθὺς εὕρετο τὴν παῤ αὐτοῦ εὐεργεσίαν, ἐκεῖθεν γέγονε δῆλον. Τῶν ἐν τῇ Κωνσταντινουπόλει ἐν ἀγωνίᾳ ὄντων, καὶ ἐν ἀμφιβολίᾳ τῆς ἐκ τοῦ πολέμου τύχης καθεστώτων, ἄγγελοι Θεοῦ περὶ τὴν Βιθυνίαν τοῖς ἐπὶ τὴν Κωνσταντινούπολιν κατ̓ οἰκείαν χρείαν πορευομένοις ὀφθέντες ἀπαγγέλλειν ἐκέλευον, θαρρεῖν τε καὶ εὔχεσθαι, καὶ πιστεύειν Θεῷ ὡς Ῥωμαῖοι νικήσουσιν: αὐτοὶ γὰρ βραβευταὶ τοῦ πολέμου πεπέμφθαι παρὰ
300
Θεοῦ ἔφασκον. Τοῦτο ἀκουσθὲν οὐ μόνον τὴν πόλιν ἐπέρρωσεν, ἀλλὰ καὶ τοὺς στρατιώτας θαρραλεωτέρους εἰργάσατο. Ἐπεὶ οὖν, ὡς ἔφην, ἐπὶ τὴν Μεσοποταμίαν ἐκ τῆς Ἀρμενίων χώρας ὁ πόλεμος μετενήνεκτο, οἱ Ῥωμαῖοι τοὺς ἐν τῇ Νισιβηνῶν πόλει κατακλεισθέντας Πέρσας ἐπολιόρκουν. Πύργους τε ξυλίνους συμπήξαντες ἐκ μηχανῆς τινος βαδίζοντας προσῆγον τείχεσι, καὶ πολλοὺς τειχομαχοῦντας τῶν ἀμύνασθαι σπευδόντων ἀνῄρουν. Βαραράνης δὲ ὁ Περσῶν βασιλεὺς πυθόμενος καὶ τὴν ὑπ̓ αὐτῷ Ἀζαζηνῶν χώραν πεπορθῆσθαι, καὶ πολιορκεῖσθαι τοὺς συγκλεισθέντας ἐν τῇ Νισιβηνῶν πόλει, πάσῃ μὲν δυνάμει δἰ ἑαυτοῦ ἀπαντᾷν παρεσκευάζετο: καταπλαγεὶς δὲ τὴν Ῥωμαίων δύναμιν, Σαρακηνοὺς ἐκάλεσε πρὸς βοήθειαν, ὧν ἦρχεν Ἀλαμούνδαρος, ἀνὴρ γενναῖος καὶ πολεμικός: ὅστις πολλὰς μυριάδας τῶν Σαρακηνῶν ἐπαγόμενος, θαρρεῖν ἔλεγε τῷ Περσῶν βασιλεῖ: οὐκ εἰς μακρὰν δὲ αὐτῷ Ῥωμαίους τε παραστήσεσθαι ἐπηγγέλλετο, καὶ τὴν ἐν Συρίᾳ παραδώσειν Ἀντιόχειαν. Οὐ μὴν τέλος αὐτῷ τὰ τῆς ἐπαγγελίας διεδέξατο: Θεὸς γὰρ τοῖς Σαρακηνοῖς ἄλογον φόβον ἐνέβαλε: καὶ νομίσαντες ἐπιέναι αὐτοῖς Ῥωμαίων δύναμιν, ἐν θορύβῳ γενόμενοι, οὐκ ἔχοντες ὅποι φύγωσιν, εἰς τὸν ποταμὸν Εὐφράτην ἔνοπλοι ἔρριπτον ἑαυτούς: εἰς ὃν περὶ τὰς δέκα μυριάδας ἀνδρῶν πνιγόμενοι διεφθάρησαν. Τοῦτο μὲν οὖν τοιοῦτο: οἱ δὲ τὴν Νίσιβιν πολιορκοῦντες Ῥωμαῖοι, πυθόμενοι ὡς ὁ βασιλεὺς Περσῶν πλῆθος ἐλεφάντων ἐπάγοιτο, περιδεεῖς γενόμενοι, πάσας τὰς τῆς πολιορκίας μηχανὰς ἐμπρήσαντες, εἰς τοὺς οἰκείους ὑπεχώρησαν τόπους. Ὅσαι μὲν οὖν συμβολαὶ μετὰ ταῦτα γεγόνασι, καὶ ὅπως Ἀρεόβινδος ἕτερος τῶν Ῥωμαίων στρατηγὸς τὸν γενναιότατον τῶν Περσῶν μονομαχήσας ἀπέκτεινεν, ἢ ὅπως Ἀρδαβούριος τοὺς ἑπτὰ γενναίους στρατηγοὺς τῶν Περσῶν ἐνεδρεύσας ἀνεῖλεν, ἢ τινὰ τρόπον Βιτιανὸς ἄλλος Ῥωμαίων στρατηγὸς τοὺς ὑπολειφθέντας τῶν Σαρακηνῶν κατηγωνίσατο, παραλιπεῖν μοι δοκῶ, ἵνα μὴ πολὺ τοῦ προκειμένου παρεκβαίνειν δοκῶ.

Περὶ Παλλαδίου τοῦ ταχυδρόμου.

Τὰ μέντοι γενόμενα ταχέως τῷ βασιλεῖ Θεοδοσίῳ ἐγνωρίζετο: ὅπως δὲ ὁ βασιλεὺς τὰ πόρρω γινόμενα ταχέως ἐμάνθανε διηγήσομαι.

301
Ηὐτύχησεν ἀνδρὸς γενναίου ψυχήν τε καὶ σῶμα: ὄνομα ἦν αὐτῷ Παλλάδιος: οὗτος τοσοῦτον ἱππεύων ἤλαυνεν, ὡς ἐν τρισὶν ἡμέραις καταλαμβάνειν τοὺς τόπους τοὺς ὁρίζοντας τὴν χώραν Ῥωμαίων τε καὶ Περσῶν, καὶ αὖθις ἐν τοσαύταις ἐπὶ τὴν Κωνσταντινούπολιν παραγίνεσθαι. Διέβαινε δὲ οὗτος ὁ ἀνὴρ ταχύτατα καὶ κατὰ πάντα τὰ τῆς οἰκουμένης μέρη, ἔνθα αὐτὸν ὁ αὐτοκράτωρ ἀπέστελλε. Καί ποτε τῶν ἐλλογίμων τις περὶ αὐτοῦ τοιοῦτον λόγον ἐφθέγξατο Οὗτος ὁ ἀνὴρ μεγίστην οὖσαν τὴν Ῥωμαίων ἀρχὴν μικρὰν ἔδειξε τῇ ταχυτῆτι. Κατεπλήττετο δὲ καὶ ὁ Περσῶν βασιλεὺς ταῦτα περὶ τοῦ ἀνδρὸς πυνθανόμενος: ἀλλὰ περὶ μὲν δὴ Παλλαδίου τοσαῦτα εἰρήσθω.

Ὅπως πάλιν οἱ Πέρσαι κατὰ κράτος ὑπὸ Ῥωμαίων ἡττήθησαν.

Ὁ δὲ βασιλεὺς τῶν Ῥωμαίων ἐν τῇ Κωνσταντινουπόλει διατρίβων, γνούς τε τὴν ἐναργῶς ἐκ Θεοῦ παρασχεθεῖσαν νίκην, οὕτως ἦν ἀγαθὸς ὡς καὶ εὐτυχῶς πραξάντων τῶν ὑπ̓ αὐτῷ ὅμως εἰρήνην ἀσπάζεσθαι. Πέμπει οὖν Ἡλίωνα, ἄνδρα ὃν πάνυ διὰ τιμῆς ἦγεν, εἰρήνην σπείσασθαι πρὸς Πέρσας ἐντειλάμενος. Γενόμενος δὲ Ἡλίων ἐν Μεσοποταμίᾳ, ἔνθα τὴν τάφρον οἱ Ῥωμαῖοι πρὸς οἰκείαν φυλακὴν ἐπεποίηντο, πέμπει πρεσβευτὴν περὶ εἰρήνης Μαξιμῖνον, ἄνδρα ἐλλόγιμον, ὃς τοῦ στρατηγοῦ Ἀρδαβουρίου συγκάθεδρος ἦν. Οὗτος παρὰ τὸν τῶν Περσῶν βασιλέα γενόμενος, περὶ εἰρήνης πεπέμφθαι ἔλεγεν οὐ παρὰ τοῦ βασιλέως Ῥωμαίων, ἀλλὰ παρὰ τῶν αὐτοῦ στρατηγῶν, οὔτε γὰρ γινώσκεσθαι παρὰ τοῦ βασιλέως τόνδε τὸν πόλεμον ἔφασκεν: εὐτελῆ δὲ αὐτῷ καὶ γνωσθέντα νομίζεσθαι. Τοῦ δὲ Πέρσου ἑτοίμως τὴν πρεσβείαν δέξασθαι προαιρουμένου, —ἔκαμνε γὰρ αὐτῷ ἡ στρατιὰ ὑπὸ λιμοῦ,—παρελθόντες οἱ καλούμενοι παῤ αὐτοῖς ἀθάνατοι,—ἀριθμὸς δὲ ἐστὶν οὗτος μυρίων γενναίων ἀνδρῶν,—μὴ πρότερον ἔφασαν τὴν εἰρήνην προσδέξασθαι, πρὶν ἂν αὐτοὶ ἀφυλάκτοις οὖσι νῦν τοῖς Ῥωμαίοις ἐπιθῶνται. Πείθεται ὁ βασιλεὺς, καὶ τὸν μὲν πρεσβευτὴν συγκλείσας ἐφύλαττεν: ἐκπέμπει δὲ τοὺς ἀθανάτους ἔνεδραν τοῖς Ῥωμαίοις ποιήσοντας: οἳ καὶ παραγενόμενοι, εἰς δύο τε τάγματα μερισθέντες, μεσολαβεῖν ἔγνωσαν τῶν Ῥωμαίων μοῖραν τινά. Οἱ

302
δὲ Ῥωμαῖοι τὸ μὲν ἓν τάγμα τῶν Περσῶν καθορῶντες, πρὸς τὴν αὐτῶν ὁρμὴν ηὐτρεπίζοντο: τὸ δὲ ἕτερον αὐτοῖς οὐ καθωρᾶτο: ἐξαίφνης γὰρ προσέβαλλον. Μελλούσης δὲ γίνεσθαι συμβολῆς, ἐκκύπτει κατά τινα Θεοῦ πρόνοιαν ἐκ γεωλόφου τινὸς στρατὸς Ῥωμαίων, ὑπὸ Προκοπίῳ τῷ στρατηλάτῃ ταττόμενος: ὃς κατιδὼν μέλλοντας κινδυνεύειν τοὺς ὁμοφύλους, ἐπιτίθεται κατὰ νώτου τῶν Περσῶν, καὶ μεσολαβοῦνται οἱ πρὸ μικροῦ τοὺς Ῥωμαίους μεσολαβήσαντες. Τούτους οὖν σύμπαντας οἱ Ῥωμαῖοι ἐν βραχεῖ διαφθείραντες, ἐπὶ τοὺς ἐκ τῆς ἐνέδρας ἐπιόντας ἐτράπησαν, ὁμοίως τε καὶ τούτους σύμπαντας κατηκόντισαν. Οὕτω μὲν οὖν οἱ λεγόμενοι παρὰ Πέρσαις ἀθάνατοι θνητοὶ πάντες ἐδείχθησαν, δίκην εἰσπραξαμένου τοῦ Χριστοῦ Πέρσας, ἀνθ̓ ὧν πολλοὺς αὐτοῦ τῶν θεραπευτῶν εὐσεβεῖς ἄνδρας ἀπέκτειναν. Ὁ δὲ βασιλεὺς τῶν Περσῶν γνοὺς τὸ ἀτύχημα, προσποιεῖται μὲν μὴ εἰδέναι τὰ γενόμενα: δέχεται δὲ τὴν πρεσβείαν, εἰπὼν πρὸς τὸν πρεσβευτὴν, Οὐ Ῥωμαίοις εἴκων τὴν εἰρήνην ἀσπάζομαι, ἀλλὰ σοὶ χάριν διδοὺς, ὅτι σε φρονιμώτατον πάντων Ῥωμαίων κατέλαβον. Οὕτω μὲν καὶ διὰ τοὺς ἐν Περσίδι γενόμενος Χριστιανοὺς ὁ πόλεμος κατεστάλη, [*](A.D. 422.) ὃς γέγονεν ἐν ὑπατείᾳ τῶν δύο Αὐγούστων, Ὁνωρίου τὸ τρισκαιδέκατον καὶ Θεοδοσίου τὸ δέκατον, τετάρτῳ ἔτει τῆς τριακοσιοστῆς Ὀλυμπιάδος: ἐπαύσατο δὲ καὶ ὁ ἐν Περσίδι κατὰ Χριστιανῶν διωγμός.