Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Οἷα τοῖς τῶν Περσῶν αἰχμαλώτοις Ἀκάκιος Ἀμίδης ἐπίσκοπος πεποίηκε.

Τότε δὴ καὶ Ἀκάκιον τὸν τῆς Ἀμίδης ἐπίσκοπον πρᾶξις ἀγαθὴ περιφανέστερον πεποίηκε τοῖς πᾶσιν. Ὡς γὰρ οἱ Ῥωμαίων στρατιῶται τοὺς αἰχμαλώτους Περσῶν, οὓς τὴν Ἀζαζηνὴν πορθήσαντες ἔλαβον, ἀποδοῦναι τῷ Περσῶν βασιλεῖ κατ̓ οὐδένα τρόπον ἐβούλοντο, λιμῷ τε οἱ αἰχμάλωτοι ἐφθείροντο, περὶ τοὺς ἑπτακισχιλίους ὄντες τὸν ἀριθμὸν, καὶ ταῦτα οὐ μικρῶς ἐλύπει τὸν βασιλέα τῶν Περσῶν, τότε ὁ Ἀκάκιος οὐ παρεῖδε ταῦτα γινόμενα: συγκαλέσας [*]([klhrikou\s, *(/andres, e)/fh, *wal.]) δὲ τοὺς ὑφ̓ αὑτῷ κληρικοὺς ἄνδρας ἔφη: Ὁ Θεὸς ἡμῶν οὔτε δίσκων οὔτε ποτηρίων χρῄζει, οὔτε γὰρ ἐσθίει, οὔτε πίνει, ἐπεὶ μὴ δὲ προσδεής ἐστιν: ἐπεὶ τοίνυν πολλὰ κειμήλια χρυσᾶ τε καὶ

303
ἀργυρᾶ ἡ ἐκκλησία ἐκ τῆς εὐγνωμοσύνης τῶν προσηκόντων αὐτῇ κέκτηται, προσήκει ἐκ τούτων ῥύσασθαί τε τῶν στρατιωτῶν τοὺς αἰχμαλώτους, καὶ διαθρέψαι αὐτούς. Ταῦτα καὶ ἄλλα πλείονα τούτοις παραπλήσια διεξελθὼν, χωνεύει μὲν τὰ κειμήλια: τιμήματα δὲ τοῖς στρατιώταις ὑπὲρ τῶν αἰχμαλώτων καταβαλὼν, καὶ διαθρέψας αὐτοὺς, εἶτα δοὺς ἐφόδια, τῷ οἰκείῳ ἀπέπεμψε βασιλεῖ. Αὕτη ἡ τοῦ θαυμαστοῦ Ἀκακίου πρᾶξις πλέον τὸν Περσῶν βασιλέα κατέπληττεν, ὅτι ἀμφότερα Ῥωμαῖοι μεμελετήκασι πολέμῳ τε καὶ εὐεργεσίᾳ νικᾷν. Φασὶν δὲ ὡς καὶ ἐπιθυμήσειεν ὁ Περσῶν βασιλεὺς [*]([e)pequ/mhsen, *wal.]) εἰς ὄψιν ἐλθεῖν αὐτῷ τὸν Ἀκάκιον, ἐφ̓ ᾧτε καὶ τῆς θέας ἀπολαῦσαί τ̓ ἀνδρὸς, καὶ τοῦτο γενέσθαι τοῦ βασιλέως Θεοδοσίου [*]([tou=?]) κελεύσαντος. Τῆς οὖν ἐκ Θεοῦ νίκης τοῖς Ῥωμαίοις ὑπαρξάσης, πολλοὶ τῶν ἐν λόγοις ἀνθούντων εἰς τὸν βασιλέα βασιλικοὺς ἔγραφον λόγους, δημοσίᾳ τε τούτους παρῄεσαν. Καὶ δὴ καὶ ἡ τοῦ βασιλέως γαμετὴ ἡρωϊκῷ μέτρῳ ποιήματα ἔγραφεν: ἦν γὰρ ἐλλόγιμος: Λεοντίου γὰρ τοῦ σοφιστοῦ τῶν Ἀθηνῶν θυγάτηρ οὖσα, ὑπὸ τῷ πατρὶ ἐπαιδεύθη, καὶ διὰ λόγων ἐληλύθει παντοίων. Ταύτην ἡνίκα ὁ βασιλεὺς ἔμελλεν ἄγεσθαι, Χριστιανὴν ὁ ἐπίσκοπος Ἀττικὸς ποιήσας ἐν τῷ βαπτίζειν ἀντὶ Ἀθηναΐδος Εὐδοκίαν ὠνόμασεν. Πολλοὶ μὲν οὖν, ὡς ἔφην, βασιλικοὺς ἔλεγον λόγους: ὁ μέν τις τῷ βασιλεῖ γνώριμος βουλόμενος γενέσθαι: ὁ δέ τις τὴν οἰκείαν ἐν λόγοις δύναμιν εἰς πολλοὺς ἄγειν ἐσπουδακὼς, μηδαμῶς ἀγνοεῖσθαι θέλων ἣν πολλοῖς πόνοις παιδείαν ἐκτήσατο.

Περὶ τῶν προσόντων καλῶν τῷ βασιλεῖ Θεοδοσίῳ τῷ νέῳ.

Ἐγὼ δὲ οὔτε τῷ βασιλεῖ γνωρισθῆναι σπουδάζων, οὔτε λόγων ἐπίδειξιν ποιήσασθαι βουλόμενος, αὐτὰ ψιλὰ μετὰ τῆς ἀληθείας τὰ προσόντα καλὰ τῷ βασιλεῖ ἀπομνημονεῦσαι προῄρημαι: ἐπεὶ καὶ τῷ σιγῆσαι αὐτὰ οὕτως ὄντα χρηστὰ ζημίαν κρίνω μὴ γνωσθέντα [*]([Al. to/.]) τοῖς μεθ̓ ἡμᾶς. Πρῶτον μὲν γὰρ, ἐν βασιλείᾳ τεχθεὶς καὶ τραφεὶς, οὐδὲν ἐκ τῆς ἀνατροφῆς εἶχε βλακῶδες: ἀλλ̓ οὕτως ἦν φρόνιμος, ὡς τοῖς ἐντυγχάνουσι νομίζεσθαι διάπειραν πολλῶν εἰληφέναι πραγμάτων. Καρτερικὸς δὲ οὕτως ἦν, ὡς καὶ κρύος καὶ καῦμα γενναίως ὑπομένειν: νηστεύειν τε τὰ πολλὰ, καὶ μάλιστα

304
τὰς καλουμένας τετράδας καὶ παρασκευὰς ἡμέρας: καὶ τοῦτο ἐποίει ἄκρως Χριστιανίζειν ἐσπουδακώς. Οὐκ ἀλλοιότερα δὲ ἀσκητηρίου [*]([su\n tai=s, *wal.]) κατέστησε τὰ βασίλεια: αὐτὸς τοιγαροῦν ταῖς ἑαυτοῦ ἀδελφαῖς ὀρθρίζων, ἀντιφώνους ὕμνους εἰς τὸ θεῖον ἔλεγε. Διὸ καὶ τὰ ἱερὰ γράμματα ἀπὸ στήθους ἀπήγγειλεν: ἐντυγχάνουσι γοῦν τοῖς ἐπισκόποις, ὡς ἱερεὺς πάλαι καθεστὼς, ἐκ τῶν γραφῶν διελέγετο: συνῆγε δὲ καὶ τὰς βίβλους τὰς ἱερὰς, καὶ ὅσας οἱ ἑρμηνεῖς αὐτῶν συνέγραψαν, μᾶλλον ἢ Πτολεμαῖος ὁ Φιλάδελφος πρότερον. Τὸ ἀνεξίκακον καὶ φιλάνθρωπον πάντας ἀνθρώπους ὑπερηκόντιζεν. Ἰουλιανὸς μὲν γὰρ ὁ βασιλεὺς, καίπερ φιλοσοφεῖν ἐπαγγειλάμενος, [*](See iii. 19.) ὅμως οὐκ ἤνεγκε τὴν ὀργὴν κατὰ τῶν ἐν Ἀντιοχείᾳ αἰνιξαμένων αὐτόν: ἀλλὰ βασάνους μεγίστας τῷ Θεοδώρῳ προσήγαγεν. Θεοδόσιος δὲ πολλὰ χαίρειν τοῖς Ἀριστοτέλους φράσας συλλογισμοῖς, τὴν δἰ ἔργων ἤσκει φιλοσοφίαν, ὀργῆς τε κρατῶν καὶ λύπης καὶ ἡδονῆς: καὶ οὐδένα τῶν ἠδικηκότων ἠμύνατο: ἀλλ̓ οὐδὲ ὅλως αὐτὸν ὀργιζόμενόν τις τεθέαται. Καί ποτέ τινος τῶν γνωρίμων αὐτὸν ἐρομένου, Διὰ τί μηδένα τῶν ἀδικούντων θανάτῳ ποτὲ ἐζημίωσας; Εἴθε, φησὶ, δυνατὸν ἦν καὶ τοὺς τελευτήσαντας ἐπαναγαγεῖν εἰς τὴν ζωήν. Πρὸς ἄλλον δὲ περὶ τοῦ αὐτοῦ ἐρωτήσαντα, Οὐ μέγα, ἔφη, οὐδὲ δυσχερὲς, ἄνθρωπον ὄντα ἀποθανεῖν: ὅτι μηδὲ Θεῷ μόνῳ τὸν ἅπαξ θανόντα ἐκ μετανοίας ἀνακαλέσασθαι. Οὕτω δὲ τοῦτο βεβαίως αὐτῷ κατώρθωτο, ὥστε εἴποτέ τις ἄξια κεφαλικῆς ἐπλημμέλησε τιμωρίας, οὐδ̓ ἄχρι τῆς πόλεως τῶν πυλῶν τὴν ἐπὶ θανάτῳ ἀπήγετο, καὶ ἡ ἐκ τῆς φιλανθρωπίας εὐθὺς ἀνάκλησις εἵπετο. Κυνήγια δέ ποτε ἐν τῷ ἀμφιθεάτρῳ τῆς Κωνσταντινουπόλεως ἐπιτελοῦντος αὐτοῦ, ὁ δῆμος κατεβόα, δεινῷ θηρίῳ ἕνα τῶν εὐφυῶν παραβόλων μάχεσθαι: ὁ δὲ πρὸς αὐτοὺς, Οὐκ οἴδατε, ἔφη, ὅτι ἡμεῖς φιλανθρώπως εἰθίσμεθα θεωρεῖν; καὶ τοῦτο εἰπὼν, τοῦ λοιποῦ τὸν δῆμον φιλανθρώπως θεᾶσθαι ἐπαίδευσεν. Οὕτω δὲ ἦν εὐσεβὴς, ὥστε πάντας μὲν τοὺς τῷ Θεῷ ἱερωμένους τιμᾷν, ἐξαιρέτως δὲ οὓς ἐπυνθάνετο ἐπ̓ εὐλαβείᾳ πλέον ἐκπρέποντας. Λέγεται δὲ ὅτι τοῦ Χεβρῶν ἐπισκόπου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, σάγιον ἐπιζητῆσαι, καὶ σφόδρα ἐρρυπωμένον περιβαλέσθαι, πιστεύσας μεταλαβεῖν τι ἐκ τῆς τοῦ τελευτήσαντος ἁγιότητος. Δυσχειμέρου δέ ποτε γενομένου τοῦ ἔτους, τὰ συνήθη καὶ ὡρισμένα τῶν ἐν τῷ ἱπποδρομίῳ θεαμάτων διὰ τὸν
305
δῆμον ταῦτα ἐπιζητοῦντα ἀναγκαίως ἐπετέλει. Ὡς δὲ πεπληρωμένου ἀνδρῶν ἱπποδρόμου ἐπέτεινεν ὁ χειμὼν πολλοῦ νιφετοῦ καταρραγέντος, τότε δὴ τὴν ἑαυτοῦ γνώμην ὁ βασιλεὺς, οἵαν εἶχε περὶ τὸ θεῖον, δήλην καθίστησι, τῷ δήμῳ προσφωνήσας διὰ τῶν κηρύκων: Ἀλλὰ πολλῷ κρεῖσσον, ἔφη, καταφρονήσαντας τῆς θέας κοινῇ πάντας λιτανεῦσαι Θεὸν, ὅπως ἀβλαβεῖς τοῦ ἐπικειμένου χειμῶνος φυλαχθείημεν. Καὶ οὔπω πᾶν εἴρητο τὸ ἔπος, καὶ σὺν χαρᾷ μεγίστῃ ἐν τῷ ἱπποδρόμῳ λιτανεύοντες, ὕμνους ἐκ συμφωνίας πάντες ἀνέπεμπον τῷ Θεῷ: καὶ ὅλη μὲν ἡ πόλις μία ἐκκλησία ἐγένετο: βασιλεὺς δὲ μέσος ἐξήρχετο τῶν ὕμνων, ἐν ἰδιωτικῷ σχήματι πορευόμενος. Καὶ τῆς ἐλπίδος οὐχ ἥμαρτεν: ὁ ἀὴρ γὰρ εἰς τὸ εὐδιεινὸν μετεβάλλετο: καὶ ἐκ σιτοδείας ἡ τοῦ Θεοῦ φιλανθρωπία εὐετηρίαν παρεῖχε τοῖς σύμπασιν. Εἰ δέ ποτε πόλεμος ἐκινεῖτο, κατὰ τὸν Δαβὶδ τῷ Θεῷ προσέφευγεν, εἰδὼς αὐτὸν τῶν πολέμων εἶναι ταμίαν: καὶ εὐχῇ τούτους κατώρθου. Αὐτίκα γοῦν ὀλίγον μετὰ τὸν πρὸς Πέρσας πόλεμον τοῦ βασιλέως Ὁνωρίου τελευτήσαντος, ἐν ὑπατείᾳ Ἀσκληπιοδότου καὶ Μαριανοῦ, [*](A.D. 423.) τῇ πεντεκαιδεκάτῃ τοῦ Αὐγούστου μηνὸς, ὅπως τὸν τύραννον Ἰωάννην Θεῷ πιστεύσας ἐτροπώσατο, διηγήσομαι. Ἄξια γὰρ μνήμης κρίνω τὰ τότε γενόμενα: ὅτι οἷα ἐπὶ Μωϋσέως τοῖς Ἑβραίοις ὑπῆρξε τὴν ἐρυθρὰν θάλασσαν διαβαίνουσι, τοιαῦτα καὶ τοῖς αὐτοῦ στρατηγοῖς, ἡνίκα αὐτοὺς ἐπὶ τὸν τύραννον ἔπεμψεν: ἅπερ διὰ βραχέων ἐκθήσομαι, τὸ μέγεθος αὐτῶν ἰδίας πραγματείας δεόμενον ἑτέροις παρείς.

Περὶ Ἰωάννου τοῦ τυραννήσαντος ἐν Ῥώμῃ, μετὰ θάνατον Ὁνωρίου τοῦ βασιλέως: καὶ ὅπως αὐτὸν ὁ Θεὸς ταῖς εὐχαῖς Θεοδοσίου καμφθεὶς χερσὶ τοῦ Ῥωμαϊκοῦ στρατοῦ παραδέδωκε.

Τελευτήσαντος δὴ τοῦ βασιλέως Ὁνωρίου, μαθὼν ὁ αὐτοκράτωρ Θεοδόσιος κρύπτει μὲν τὸ γενόμενον, καὶ ἄλλοτε ἄλλως τοὺς πολλοὺς ἀπεπλάνα. Ὑποπέμπει δὲ λαθραίως στρατιώτην εἰς Σαλῶνας ʽπόλις δὲ αὕτη τῆς Δαλματίασ̓: ἵνα εἰ συμβῇ τι νεωτερισθῆναι περὶ τὰ ἑσπέρια μέρη, μὴ πόρρωθεν ὦσιν οἱ ἀμυνόμενοι: καὶ τοῦτο οὕτως προευτρεπίσας, τότε καταφανῆ τὸν θάνατον τοῦ θείου πεποίηκεν. Ἐν τοσούτῳ δὲ Ἰωάννης, πρωτοστάτης ὢν τῶν βασιλικῶν

306
ὑπογραφέων, μὴ ἐνεγκὼν τὴν εὐτυχίαν τῆς ἰδίας ἀξίας, τὴν βασιλείαν ἁρπάζει, καὶ πρεσβείας ἀποστέλλει πρὸς τὸν αὐτοκράτορα Θεοδόσιον, δεχθῆναι εἰς βασιλέα δεόμενος. Ὁ δὲ τοὺς μὲν πρεσβευτὰς εἰς φρουρὰν κατέστησεν: ἐξαποστέλλει δὲ τὸν στρατηλάτην Ἀρδαβούριον, ὃς καὶ ἐν τῷ Περσικῷ πολέμῳ τὰ μέγιστα ἠγωνίσατο. Οὗτος εἰς τὰς Σαλῶνας παραγενόμενος, ἔπλει ἐξ αὐτῆς ἐπὶ τὴν Ἀκυλήϊαν, καὶ χρῆται τύχῃ καθὼς ἐνομίζετο, ἠτύχει δὲ ὡς ὕστερον ἐδείχθη. Ἄνεμος γὰρ οὐκ αἴσιος πνεύσας εἰς τὰς χεῖρας αὐτὸν ἐνέβαλε τοῦ τυράννου: ὃς συλλαβὼν αὐτὸν, ἤλπιζεν εἰς ἀνάγκην καταστῆσαι τὸν αὐτοκράτορα, ὥστε ψηφίσασθαι καὶ ἀναδεῖξαι αὐτὸν βασιλέα, εἰ σώζεσθαι τὸν στρατηλάτην προῃρεῖτο. Ἀληθῶς τε ἐν ἀγῶνι ἦν ὅ τε βασιλεὺς ταῦτα πυθόμενος, καὶ ὁ ἐπὶ τὸν τύραννον ἀποσταλεὶς στρατιώτης, μήτι πάθῃ κακὸν ὑπὸ τοῦ τυράννου ὁ Ἀρδαβούριος. Ἄσπαρ δὲ ὁ τοῦ Ἀρδαβουρίου υἱὸς μαθὼν καὶ τὸν πατέρα παρὰ τοῦ τυράννου κατέχεσθαι, καὶ πολλὰς μυριάδας βαρβάρων ἐπὶ συμμαχίᾳ τοῦ τυράννου παρεῖναι εἰδὼς, οὐκ ἔσχεν ὅ, τι καὶ πράξειεν. Τότε δὴ καὶ τοῦ θεοφιλοῦς βασιλέως εὐχὴ πάλιν ἐξίσχυεν: ἄγγελος γὰρ Θεοῦ ἐν σχήματι ποιμένος ὁδηγεῖ τὸν Ἄσπαρα καὶ τοὺς σὺν αὐτῷ, καὶ ἄγει διὰ τῆς παρακειμένης τῇ Ῥαβέννῃ λίμνης,—ἐν ταύτῃ γὰρ τῇ πόλει ὁ τύραννος διατρίβων εἶχε τὸν στρατηγὸν,—ὅθεν οὐδεὶς οὐδὲ πώποτε διαβεβηκέναι ἱστόρητο. Τότε δὴ καὶ ὁ Θεὸς τὴν ἄβατον βατὴν ἀπειργάσατο: [*]([*wal. w(s dia/.]) διαβάντες γὰρ διὰ ξηρᾶς τὸ τῆς λίμνης ὕδωρ, ἀνεῳγμένας τε τὰς πύλας εὑρόντες τῆς πόλεως, ἐγκρατεῖς τοῦ τυράννου ἐγένοντο. Τότε δὴ ὁ εὐσεβέστατος βασιλεὺς ἣν εἶχε περὶ τὸ θεῖον εὐλάβειαν ἐπεδείξατο: ἱπποδρομίας γὰρ ἐπιτελοῦντι ἐμηνύθη ἀνῃρῆσθαι ὁ τύραννος: προσφωνεῖ οὖν τῷ δήμῳ, Δεῦρο μᾶλλον, εἰ δοκεῖ, ἔφη, παρέντες τὴν τέρψιν, ἐπὶ τὸν εὐκτήριον οἶκον γενόμενοι εὐχαριστηρίους εὐχὰς τῷ Θεῷ ἀναπέμψωμεν, ἀνθ̓ ὧν ἡ αὐτοῦ χεὶρ καθεῖλε τὸν τύραννον. Ταῦτα εἴρητο: καὶ τὰ μὲν τῆς θέας ἐπέπαυτό τε καὶ ἠμέλητο: διὰ μέσου δὲ τοῦ ἱπποδρόμου πάντες συμφώνως ἅμα αὐτῷ εὐχαριστηρίως ψάλλοντες, ἐπὶ τὴν ἐκκλησίαν τοῦ Θεοῦ ἐπορεύοντο: καὶ ὅλη μὲν ἡ πόλις μία ἐκκλησία ἐγίνετο: ἐν δὲ τῷ εὐκτηρίῳ τόπῳ γενόμενοι ἐκεῖ διημέρευον.
307

Ὡς μετὰ τὴν ἀναίρεσιν τοῦ τυράννου Ἰωάννου, Οὐαλεντινιανὸν τὸν Κωνσταντίου καὶ Πλακιδίας τῆς αὐτοῦ θείας ὁ βασιλεὺς Θεοδόσιος βασιλέα τῆς Ῥώμης ἀνέδειξε.

Τοῦ δὲ τυράννου ἀναιρεθέντος, ἔμφροντις ἦν ὁ αὐτοκράτωρ Θεοδόσιος, τίνα τῶν ἑσπερίων μερῶν ἀναδείξειε βασιλέα. Ἦν δὲ ἀνεψιὸς αὐτῷ κομιδῇ νέος, Οὐαλεντινιανὸς ὄνομα, ἐκ Πλακιδίας τῆς αὑτοῦ θείας γενόμενος: ἥτις θυγάτηρ μὲν ἦν Θεοδοσίου τοῦ μεγάλου βασιλέως, Ἀρκαδίου δὲ καὶ Ὁνωρίου τῶν δύο Αὐγούστων ἀδελφή: πατρὸς δὲ ἦν ὁ Οὐαλεντινιανὸς Κωνσταντίου, ὃς ὑπὸ Ὁνωρίου βασιλεὺς ἀναδειχθεὶς, καὶ βραχὺν αὐτῷ χρόνον συμβασιλεύσας, εὐθὺς ἐτελεύτησε. Τοῦτον τὸν ἀνεψιὸν Καίσαρα καταστήσας, ἐπὶ τὰ ἐσπέρια μέρη ἀνέπεμψε, τῇ μητρὶ αὐτοῦ Πλακιδίᾳ τὴν φροντίδα τῶν πραγμάτων ἐπιτρέψας. Σπεύδων δὲ καὶ αὐτὸς καταλαβεῖν τὴν Ἰταλίαν, ὥστε τὸν μὲν ἀνεψιὸν ἀναγορεῦσαι βασιλέα, παρὼν δὲ τῇ αὐτοῦ φρονήσει παιδεῦσαι τοὺς ἐκεῖ μὴ ὑπονεύειν τοῖς τυράννοις ῥᾳδίως, ἄχρι τῆς Θεσσαλονίκης γενόμενος, ὑπ̓ ἀρρωστίας διεκωλύθη. Πέμψας οὖν τὸν βασιλικὸν στέφανον τῷ ἀνεψιῷ διὰ τοῦ πατρικίου Ἡλίωνος, αὐτὸς ἐπὶ τὴν Κωνσταντινούπολιν ἐξυπέστρεψεν. Ἀλλὰ περὶ μὲν τούτων ἐξαρκεῖν ἡγοῦμαι τὴν διήγησιν.