Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ Ἰουλιανοῦ καὶ γένους αὐτοῦ καὶ παιδεύσεως, καὶ ὅπως ἐπὶ τὴν βασιλείαν παρελθὼν ἐπὶ τὸ ἑλληνίζειν ἀπέκλινεν.

Ὁ μὲν βασιλεὺς Κωνστάντιος ἐν μεθορίοις τῆς Κιλικίας περὶ τρίτην τοῦ Νοεμβρίου μηνὸς, ὑπατευόντων Ταύρου καὶ Φλωρεντίου, ἐτελεύτα τὸν βίον. Ἰουλιανὸς δὲ ἐπὶ τῶν αὐτῶν ὑπάτων, περὶ τὴν ἑνδεκάτην τοῦ ἑξῆς μηνὸς Δεκεμβρίου, ἐκ τῶν ἑσπερίων μερῶν ἐλάσας, εἰς τὴν Κωνσταντινούπολιν εἰσελήλυθε, καὶ ἐν αὐτῇ αὐτοκράτωρ ἀποδείκνυται. Ἐπεὶ δὲ περὶ Ἰουλιανοῦ τοῦ βασιλέως, ἐλλογίμου ἀνδρὸς, ὀλίγα διεξελθεῖν πρόκειται, μηδεὶς τῶν αὐτῷ γνωρίμων ἐπιζητείτω κόμπον φράσεως, ὡς δέον τὸν περὶ τοῦ τοιούτου λόγον μὴ ἀπολείπεσθαι, περὶ οὗ ὁ λόγος. Χριστιανικῆς δ̓ οὔσης τῆς ἱστορίας, διὰ σαφήνειαν ταπεινὸς καὶ χαμαίζηλος [*](i. præf.) πρόεισιν ὁ λόγος: καὶ τοῦτο ἐξ ἀρχῆς ἐπηγγείλατο. Ὅμως δὲ λεκτέον περὶ αὐτοῦ καὶ γένους αὐτοῦ καὶ παιδεύσεως, καὶ ὅπως ἐπὶ τὴν βασιλείαν παρῆλθεν: καὶ τοῦτο ποιητέον ἡμῖν μικρὸν ἄνωθεν ἀρξαμένοις. Κωνσταντῖνος, ὁ τὸ Βυζάντιον τῷ ἰδίῳ προσαγορεύσας ὀνόματι, δύο ἔσχεν ὁμοπατρίους ἀδελφοὺς οὐκ ἐκ τῆς αὐτῆς γενομένους μητρός: Δαλμάτιος ὄνομα τῷ ἑνὶ, θατέρῳ δὲ Κωνστάντιος. [*](ii. 25.) Καὶ Δαλμάτιος μὲν υἱὸν ἔσχεν ὁμώνυμον αὐτῷ: Κωνσταντίῳ δὲ δύο ἐγεννήθησαν υἱοὶ, Γάλλος καὶ Ἰουλιανός. Ὡς οὖν μετὰ τὴν τελευτὴν τοῦ κτίστου τῆς Κωνσταντινουπόλεως οἱ στρατιῶται τὸν νέον ἀνεῖλον Δαλμάτιον, τότε δὴ καὶ οὗτοι ἀπορφανισθέντες τοῦ οἰκείου πατρὸς μικροῦ δεῖν τῷ Δαλματίῳ συνεκινδύνευσαν: εἰ μὴ Γάλλον μὲν νόσος προσδοκίαν ἔχουσα θανάτου ἐρρύσατο, Ἰουλιανὸν δὲ ἡ ἡλικία—ὀκταετὴς γὰρ ἦν ἔτι—διέσωσεν. Ἐπεὶ δὲ ἡ κατ̓ αὐτῶν τοῦ βασιλέως ὁρμὴ ἐκεχαύνωτο, Γάλλος μὲν τοῖς ἐν Ἰωνίᾳ κατὰ τὴν Ἔφεσον ἐφοίτα διδασκάλοις, ἔνθα αὐτοῖς καὶ κτῆσις ἦν ἐκ προγόνων πολλή: Ἰουλιανὸς δὲ αὐξηθεὶς τῶν ἐν Κωνσταντινουπόλει

137
παιδευτηρίων ἠκροᾶτο, εἰς τὴν βασιλικὴν, ἔνθα τότε τὰ παιδευτηρία ἦν, ἐν λιτῷ σχήματι προϊὼν, καὶ ὑπὸ Μαρδονίου τοῦ εὐνούχου παιδαγωγούμενος. Τῶν μὲν οὖν γραμματικῶν λόγων Νικοκλῆς ὁ Λάκων ἦν αὐτῷ παιδευτὴς, ῥητορικὴν δὲ παρὰ Ἐκηβολίῳ [*](c. 13.) κατώρθου τῷ σοφιστῇ, Χριστιανῷ τότε τυγχάνοντι. Τούτου δὲ ὁ βασιλεὺς Κωνστάντιος προενόησε, μήπως Ἕλληνος διδασκάλου ἀκροώμενος πρὸς δεισιδαιμονίαν ἐκκλίνοι. Χριστιανὸς γὰρ ἦν ἐξ ἀρχῆς Ἰουλιανός. Ἀκμάζοντος δὲ αὐτοῦ περὶ τοὺς λόγους, φήμη τις εἰς τὸν δῆμον διέτρεχεν, ὡς εἴη ἱκανὸς τὰ Ῥωμαίων πράγματα διοικεῖν. Καὶ τοῦτο λοιπὸν φανερῶς θρυλούμενον ταραχὴν ἐποίει τῷ βασιλεῖ: διὸ μεθίστησιν αὐτὸν ἐκ τῆς μεγαλοπόλεως εἰς τὴν Νικομήδειαν, κελεύσας μὴ φοιτᾷν παρὰ Λιβανίῳ τῷ Σύρῳ σοφιστῇ. Τότε γὰρ ὁ Λιβάνιος, ὑπὸ τῶν παιδαγωγῶν τῆς Κωνσταντινουπόλεως ἐκβληθεὶς, ἐν τῇ Νικομηδείᾳ τὰς διατριβὰς ἐποιεῖτο. Οὗτος μὲν οὖν τὴν ὀργὴν κατὰ τῶν παιδαγωγῶν εἰς τὸν κατ̓ αὐτῶν αὐτῷ γραφέντα λόγον ἐκένωσεν: Ἰουλιανὸς δ̓ ἐκωλύετο φοιτᾷν παῤ αὐτὸν, διότι Λιβάνιος Ἕλλην τὴν θρησκείαν ἐτύγχανεν ὤν: ὅμως δὲ, ἐραστὴς ὢν τῶν λόγων αὐτοῦ, λεληθότως συνάγων αὐτοὺς ἠσκεῖτο. Προκόπτοντος δὲ αὐτοῦ κατὰ τὴν ῥητορικὴν, ἐφίσταται τῇ Νικομηδείᾳ Μάξιμος ὁ φιλόσοφος, οὐχ ὁ Βυζάντιος ὁ Εὐκλείδου πατὴρ, ἀλλ̓ ὁ Ἐφέσιος, ὃν ὕστερον ὡς μαγγανείας ποιοῦντα ὁ βασιλεὺς Οὐαλεντινιανὸς ἀναιρεθῆναι ἐκέλευσε. Τοῦτο μὲν οὖν ὕστερον γέγονε: τότε δὲ οὐ δἰ ἕτερόν τι παρῆν εἰς τὴν Νικομήδειαν, ἀλλὰ Ἰουλιανοῦ φήμη ἦγεν αὐτόν. Παρὰ τούτῳ δὴ φιλοσόφων λόγων γευσάμενος, εὐθὺς ἐμιμεῖτο καὶ τὴν θρησκείαν τοῦ παιδευτοῦ, τοῦ καὶ ἐπιθυμίαν τῆς βασιλείας ἐμβαλόντος αὐτῷ. Ἐπεὶ δὲ ταῦτα τὰς ἀκοὰς τοῦ κρατοῦντος οὐκ ἐλάνθανεν, ἐν μέσῳ ἐλπίδος καὶ φόβου ὢν τὴν ὑπόνοιαν ἐκφυγεῖν βουλόμενος, ὁ πρώην γνήσιος Χριστιανὸς τότε πλαστὸς ἐγένετο, ἐν χρῷ τε κειράμενος τὸν τῶν μοναχῶν ὑπεκρίνετο βίον. Καὶ λεληθότως μὲν ἠσκεῖτο τὰ φιλόσοφα: ἐν δὲ τῷ φανερῷ τὰ ἱερὰ τῶν Χριστιανῶν ἀνεγίνωσκε γράμματα, καὶ δὴ τῆς ἐν Νικομηδείᾳ ἐκκλησίας ἀναγνώστης καθίσταται: καὶ διὰ τοῦ τοιούτου πρόσχηματος τὴν τοῦ βασιλέως ἐλάνθανεν ὁρμήν. Καὶ διὰ μὲν τὸν φόβον ταῦτα ἔπραττεν: τῆς δὲ ἐλπίδος οὐκ ἀφιστάμενος, πολλοῖς τῶν γνωρίμων εὐδαιμονήσειν ἔλεγε τοὺς καιροὺς, ἢν αὐτὸς τῶν ὅλων
138
κρατήσειεν. Ἐν τούτοις δὴ καθεστώτων τῶν κατ̓ αὐτὸν, Γάλλος ὁ ἀδελφὸς αὐτοῦ Καῖσαρ ἀναδειχθεὶς ἧκεν ὀψόμενος αὐτὸν εἰς τὴν Νικομήδειαν, ὅτε ἐπὶ τὴν ἑῴαν ἐπορεύετο. Ἐπεὶ δὲ Γάλλος μικρὸν ὕστερον ἀνῃρέθη, παραχρῆμα καὶ Ἰουλιανὸς ὕποπτος κατέστη τῷ βασιλεῖ: διὸ καὶ φρουρεῖσθαι αὐτὸν ἐκέλευσεν: ἰσχύσας δὲ διαδρᾶσαι τοὺς φρουροῦντας αὐτὸν, τόπον ἐκ τόπου ἀμείβων διεσώζετο. Ὀψὲ δέ ποτε ἡ τοῦ βασιλέως γαμετὴ Εὐσεβία κρυπτόμενον ἀνευροῦσα, πείθει τὸν βασιλέα μηδὲν μὲν αὐτὸν δρᾶσαι κακὸν, συγχωρῆσαι δὲ ἐπὶ τὰς Ἀθήνας ἐλθόντι φιλοσοφεῖν. Ἐντεῦθεν αὐτὸν, ὡς συντόμως εἰπεῖν, ὁ βασιλεὺς μεταπεμψάμενος κατέστησε Καίσαρα: καὶ δοὺς αὐτῷ γυναῖκα τὴν ἀδελφὴν Ἑλένην ἐπὶ τὰς Γαλλίας κατὰ τῶν βαρβάρων ἀπέστειλεν. Οἱ γὰρ δὴ βάρβαροι, οὓς ὁ βασιλεὺς Κωνστάντιος εἰς συμμαχίαν κατὰ Μαγνεντίου μικρὸν ἔμπροσθεν ἐμισθώσατο, εἰς οὐδὲν χρήσιμον κατὰ τοῦ τυράννου γενόμενοι, τὰς Ῥωμαίων ἔφθειρον πόλεις. Καὶ ἐπειδὴ νέος ἦν τὴν ἡλικίαν, ἐκέλευσε μηδὲν αὐτὸν πράττειν δίχα γνώμης τῶν ἡγουμένων τοῦ στρατοῦ. Ὡς δὲ ἐκεῖνοι τῆς ἐξουσίας ταύτης λαβόμενοι ῥαθυμότερον τῶν πραγμάτων ἐφρόντιζον, καὶ διὰ τοῦτο τὰ βαρβάρων ἐπικρατέστερα ἦν, ὁ Ἰουλιανὸς τοὺς μὲν στρατηγοὺς εἴα τρυφαῖς καὶ πότοις σχολάζειν, τοὺς δὲ στρατιώτας προθυμοτέρους ἐποίησε, μισθὸν ὡρισμένον τῷ ἀνελόντι βάρβαρον ὑποσχόμενος. Τοῦτο παρέσχεν ἀρχὴν τοῦ καὶ τὰ βαρβάρων ἐλαττοῦσθαι, καὶ αὐτὸν ἐράσμιον παρὰ τοῖς στρατιώταις γενέσθαι. Λόγος δέ τις, ὅτι εἰς ἓν τῶν πολιχνίων εἰσελθόντος αὐτοῦ, στέφανος ἀφ̓ ὧν τὰς πόλεις κοσμοῦσιν, ἐν μέσῳ τῶν κιόνων ἐκ καλωδίων ἠρτημένος, τῇ κεφαλῇ κατενεχθεὶς ἥρμοσεν, ἐπί τε τούτῳ πάντας τοὺς παρόντας ἀναβοῆσαι: προδηλοῦσθαι γὰρ αὐτῷ διὰ τοῦ γενομένου σημείου τὴν βασιλείαν. Φασὶ δέ τινες, ὡς Κωνστάντιος αὐτὸν διὰ τοῦτο ἐπὶ τοὺς βαρβάρους ἀπέστειλεν, ἵνα ἐκεῖ διαφθαρῇ συμπλεκόμενος αὐτοῖς. Οὐκ οἶδα δὲ, εἰ οἱ τὸ τοιοῦτο λεγόντες ἀληθεύουσιν: ὁ γὰρ τὴν ἀδελφὴν τὴν ἰδίαν αὐτῷ συνοικίσας, ἐπιβουλεύων, οὐδὲν ἄλλο ἢ καθ̓ ἑαυτοῦ τὴν ἐπιβουλὴν ἔτρεπε. Τοῦτο μὲν οὖν, ὡς ἑκάστῳ δοκεῖ, κρινέτω. Ἰουλιανοῦ δὲ μεμψαμένου παρὰ βασιλεῖ τὴν ῥαθυμίαν τῶν στρατηγούντων, ἕτερος ἐπέμφθη στρατηγὸς ἡρμοσμένος τῇ προθυμίᾳ Ἰουλιανοῦ: ὃν ἔχων ὑπουργὸν θαρρῶν τοῖς βαρβάροις συνέβαλλεν. Οἱ δὲ
139
διεπρεσβεύοντο πρὸς αὐτὸν, δεικνύντες ὡς τὰ βασιλέως γράμματα εἰς τὴν Ῥωμαίων χώραν παρεῖναι κελεύει αὐτοὺς, καὶ τὰς ἐπιστολὰς ἐπεδείκνυον. Ὁ δὲ τὸν μὲν πρεσβευτὴν δεσμώτην ἐποίησε: συμβάλλει δὲ τῷ πλήθει, καὶ κατὰ κράτος νικᾷ: καὶ τὸν βασιλέα τῶν βαρβάρων αἰχμάλωτον λαβὼν Κωνσταντίῳ ἔπεμψε. Ταῦτα εὐτυχήσας ἀναγορεύεται ὑπὸ τῶν στρατιωτῶν βασιλεύς: ὡς δὲ στέφανος βασιλικὸς οὐ παρῆν, εἶς τῶν δορυφόρων ὃν εἶχε περιτραχήλιον ἑαυτοῦ στρεπτὸν λαβὼν, τῇ κεφαλῇ Ἰουλιανοῦ περιτέθεικε. Τοῦτον μὲν οὖν τὸν τρόπον Ἰουλιανὸς ἐβασίλευσε. Τὰ δὲ ἐντεῦθεν, εἰ φιλοσόφου, δοκιμαζέτωσαν οἱ ἀκούοντες. Μὴ διαπρεσβευσάμενος γὰρ πρὸς Κωνστάντιον, μηδὲ θεραπεύσας ὡς εὐεργέτην, πάντα ἔπραττεν ἃ ἐδόκει αὐτῷ. Καὶ τοὺς μὲν κατ̓ ἐπαρχίαν ἄρχοντας ἤμειβε: διέσυρε δὲ τὸν Κωνστάντιον κατὰ πόλεις, ἀναγινώσκων αὐτοῦ δημοσίᾳ τὰς πρὸς τοὺς βαρβάρους ἐπιστολάς: διόπερ αὐτῷ προσετίθεντο, Κωνσταντίου δὲ ἀφίσταντο. Τότε δὴ καὶ τὴν ὑπόκρισιν τοῦ Χριστιανίζειν φανερῶς ἀπεδύσατο: περιϊὼν γὰρ κατὰ πόλεις, τούς τε ναοὺς ἀνοίγων, τοῖς ἀγάλμασι προσέφερε, καὶ ἑαυτὸν ἀρχιερέα ὠνόμαζεν: οἵ τε τὴν θρησκείαν Ἕλληνες ἑορτὰς ἐπετέλουν Ἑλληνικάς. Καὶ ταῦτα ποιῶν πόλεμον ἐμφύλιον ἀνερρίπιζε κατὰ Κωνσταντίου, ποιούμενος τὰς ἀφορμάς: καὶ ὅσον μέντοι ἐπ̓ αὐτῷ, πάντα ἂν ἐγεγόνει, ὅσα ὁ πόλεμος ἔχει κακά. Οὐ γὰρ ἂν δίχα πολλῶν αἱμάτων διεκρίθη ἡ τοῦ φιλοσόφου σπουδή. Θεὸς δὲ, ὁ τῶν ἰδίων βουλημάτων κριτὴς, τὸν ἕτερον τῶν ἀνταγωνιστῶν δίχα τῆς τῶν ἄλλων ζημίας ἔπαυσε τῆς ὁρμῆς. Γενομένου γὰρ Ἰουλιανοῦ περὶ τὰ Θρᾳκῶν ἔθνη, ἀπηγγέλθη τεθνηκέναι Κωνστάντιον: καὶ οὕτω τὸν ἐμφύλιον πόλεμον τότε διέφυγεν ἡ Ῥωμαίων ἀρχή. Καταλαβὼν δὲ Ἰουλιανὸς τὴν Κωνσταντινούπολιν, εὐθὺς ἐσκόπει τίνα τρόπον οἰκειώσεται τὰ πλήθη, καὶ τὴν ἀπ̓ αὐτῶν εὔνοιαν ἐπισπάσεται. Τέχνῃ οὖν χρῆται τοιαύτῃ: εὖ ἠπίστατο Κωνστάντιον ὑπὸ ὅλων τῶν λαῶν τῶν τὸ ὁμοούσιον φρονούντων μισούμενον, ἐφ̓ οἶς τε τῶν ἐκκλησιῶν ἠλαύνοντο, καὶ ὅτι τοὺς αὐτοῖς καθήκοντας ἐπισκόπους δημεύσας ἐξώρισεν. Ἐγίνωσκέ τε σαφῶς τοὺς Ἑλληνίζοντας ἀνιωμένους, ἐφ̓ οἶς θύειν ἐκωλύοντο: ἐπιθυμεῖν τε καιροῦ δράξασθαι, ἐν ᾧ καὶ τὰ ἱερὰ ἀνοιγήσεται, καὶ ἐξέσται αὐτοῖς θυσίας ἀναφέρειν τοῖς ἀγάλμασιν. Οὕτω μὲν οὖν ἑκατέρους ἰδίᾳ λυπουμένους πρὸς τὸν ἀπελθόντα
140
ἐγίνωσκε: κοινῇ δὲ πάντας πρὸς τὴν τῶν εὐνούχων βίαν καὶ τοὺς [*]([*wal. *eu)sebi/ou te tou= prwtotu/pou ta\s a(rp.]) πρωτοτύπους Εὐσεβίου τε τὰς ἁρπαγὰς ἀχθομένους ἐφεύρισκεν. Πᾶσιν οὖν τεχνικῶς προσεφέρετο: καὶ τοὺς μὲν εἰρωνεύετο, τινὰς δὲ καὶ πρὸς τὸ κενόδοξον ἀφορῶν εὐηργέτει: κοινῇ δὲ πᾶσιν ὅπως εἶχε περὶ τὴν δεισιδαιμονίαν ἐδείκνυε. Καὶ πρῶτον μὲν τὴν Κωνσταντίου ὠμότητα περὶ τοὺς ὑπηκόους διαβάλλειν καὶ ἐξελέγχειν παρὰ τῷ πλήθει βουλόμενος, τοὺς ἐξορισθέντας ἐπισκόπους ἀνακληθῆναι ἐκέλευσε, καὶ τὰς δημευθείσας οὐσίας αὐτοῖς ἀπεδίδου: καὶ τὰ ἱερὰ τῶν Ἑλλήνων ᾗ τάχος ἀνοίγειν τοῖς ἐπιτηδείοις προσέταττε: τοὺς δὲ ὑπὸ τῶν εὐνούχων ἀδικηθέντας ἀπολαμβάνειν τὰ κακῶς ἀφαιρεθέντα ἐθέσπιζεν. Εὐσέβιον δὲ τὸν προεστῶτα τοῦ βασιλικοῦ κοιτῶνος ἐζημίωσε θανάτῳ, οὐ μόνον δὲ διὰ τὸ πολλοὺς ἠδικῆσθαι ὑπ̓ αὐτοῦ, ἀλλ̓ ὅτι καὶ Γάλλον τὸν ἑαυτοῦ ἀδελφὸν ἀναιρεῖσθαι ἐκ τῆς ἐκείνου διαβολῆς ἐπυνθάνετο. Καὶ τὸ μὲν σῶμα Κωνσταντίου βασιλικῶς τιμήσας ἐκήδευσεν: ἐξέβαλε δὲ τῶν βασιλείων εὐνούχους, κουρεῖς, μαγείρους: εὐνούχους μὲν, διὰ τὸ ἀποβεβληκέναι τὴν γαμετὴν, μεθ̓ ἣν ἄλλην οὐκέτι ἠγάγετο: μαγείρους δὲ, διὰ τὸ λιτῇ χρῆσθαι διαίτῃ: κουρεὺς δὲ, ἔφη, εἶς πολλοῖς ἀρκέσειε. Τοὺς μὲν οὖν διὰ ταύτας τὰς αἰτίας ἐξέβαλε. Τῶν μέντοι ὑπογραφέων τοὺς πλείστους τῇ ἐξ ἀρχῆς παραδοὺς τύχῃ, τοῖς λοιποῖς αὐτῶν μισθὸν ὑπογραφέως ἐκέλευσε δίδοσθαι. Περιεῖλε δὲ καὶ τὸν δημόσιον τῶν χρειῶν [*](ii. 23.) δρόμον, οἷον ἡμιόνων, βοῶν, καὶ ὄνων: μόνον δὲ τῶν ἵππων ταῖς δημοσίαις χρείαις συνεχώρησεν ὑπουργεῖν. Ταῦτα δὲ αὐτοῦ ἐπαινοῦσι μὲν ὀλίγοι: οἱ πλείους δὲ ψέγουσιν, ὅτι παυομένη ἡ ἐκ τοῦ βασιλικοῦ πλούτου τοῖς πολλοῖς ἐγγινομένη κατάπληξις εὐκαταφρόνητον ἐποίει τὴν βασιλείαν. Οὐ μὴν ἀλλὰ καὶ διανυκτερεύων λόγους συνέγραφε, καὶ τούτους κατιὼν εἰς τὴν συγκλήτου βουλὴν ἐπεδείκνυτο: μόνος γὰρ βασιλέων ἀπὸ Ἰουλίου Καίσαρος πρῶτος εἰς τὴν τῆς συγκλήτου βουλὴν λόγους ἐπεδείκνυτο. Ἐτίμα δὲ καὶ τοὺς περὶ παιδείαν ἐσπουδακότας: μάλιστα δὲ τοὺς ἐπαγγελλομένους φιλοσοφεῖν. Διὸ καὶ τοὺς πανταχῆ ἦγεν ἡ φήμη βρυάζοντας ἐπὶ τὰ βασίλεια: οἳ φοροῦντες τοὺς τρίβωνας, πολλοὶ ἐκ τοῦ σχήματος μᾶλλον ἢ ἐκ παιδείας ἐδείκνυντο: πάντες δὲ ἦσαν βαρεῖς τοῖς Χριστιανίζουσιν, ἄνδρες ἀπατεῶνες, καὶ ἀεὶ τοῦ κρατοῦντος οἰκειούμενοι τὴν θρησκείαν. Ἔχων δὲ ὁ βασιλεὺς πλεονάζον
141
ἐν ἑαυτῷ τὸ κενόδοξον, πάντας τοὺς πρὸ αὐτοῦ βασιλεῖς ἐκωμῴδησεν ἐν τῷ λόγῳ ὃν ἐπέγραψε Καίσαρας. Ἐκ τοῦ τοιούτου ἤθους κινούμενος καὶ τοὺς κατὰ Χριστιανῶν λόγους συνέγραψε. Τὸ μὲν γὰρ μαγείρους καὶ κουρεῖς ἐκβαλεῖν φιλοσόφου ἔργον, οὐ μὴν βασιλέως: τὸ δὲ διασύρειν ἢ σκώπτειν οὐκέτι φιλοσόφου, ἀλλὰ μὴν οὐδὲ βασιλέως. Ἀμφότεροι γὰρ πᾶσαν λοιδορίαν καὶ βασκανίαν ὑπερβεβήκασι. Βασιλεῖ μὲν γὰρ ἐξέστω φιλοσοφεῖν, ὅσα πρὸς σωφροσύνην ὁρᾷ: φιλόσοφος δὲ, εἰ πάντα τῶν βασιλέων μιμήσοιτο, διαπεσεῖται τοῦ σκοποῦ. Περὶ μὲν δὴ Ἰουλιανοῦ τοῦ βασιλέως γένους τε αὐτοῦ καὶ παιδεύσεως καὶ ἤθους, καὶ ὅπως ἐπὶ τὴν βασιλείαν παρῆλθεν, τοσαῦτα ὡς ἐν ἐπιδρομῇ εἰρήσθω.

Περὶ τῆς ἐν Ἀλεξανδρείᾳ γενομένης στάσεως, καὶ ὅπως Γεώργιος ἀνῃρέθη.

Αὖθις δὲ τῶν περὶ τὰς ἐκκλησίας ὑπὸ τὸν αὐτὸν γενομένων χρόνον μνήμην ποιούμεθα. Κατὰ τὴν μεγάλην Ἀλεξάνδρου πόλιν συνέβη ταραχὴν γενέσθαι ἐξ αἰτίας τοιάσδε. Τόπος ἦν τῇ πόλει ἐκ παλαιῶν τῶν χρόνων ἔρημος καὶ ἠμελημένος, συρφετοῦ τε γέμων πολλοῦ, ἐν ᾧ οἱ Ἕλληνες τὸ παλαιὸν τῷ Μίθρᾳ τελετὰς [*](Cp. v. 16.) ποιοῦντες ἀνθρώπους κατέθυον. Τοῦτον Κωνστάντιος ὡς σχολαῖον ἤδη πρότερον τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ προσκεκυρώκει. Γεώργιος δὲ βουλόμενος ἐν αὐτῷ εὐκτήριον οἶκον κατασκευάσαι, ἀνακαθαρθῆναι κελεύει τὸν τόπον. Καὶ δὴ ἀνακαθαιρομένου, ἄδυτον ηὕρηται κατὰ βάθους πολλοῦ, ἐν ᾧ τὰ μυστήρια τῶν Ἑλλήνων ἐκέκρυπτο. Ταῦτα δὲ ἦν κρανία ἀνθρώπων πολλὰ νέων τε καὶ παλαιῶν, οὓς λόγος κατεῖχε πάλαι ἀναιρεῖσθαι, ὅτι ταῖς διὰ σπλάγχνων μαντείαις ἐχρῶντο οἱ Ἕλληνες, καὶ μαγικὰς ἐτέλουν θυσίας, καταμαγγανεύοντες τὰς ψυχάς. Οἱ οὖν Χριστιανοὶ ταῦτα εὑρόντες ἐν τῷ ἀδύτῳ τοῦ Μιθρείου, σπουδὴν ἔθεντο πᾶσιν ἐν τῷ φανερῷ γέλωτα δεῖξαι τὰ Ἑλλήνων μυστήρια: ἐξεπόμπευον δὲ εὐθὺς γυμνὰ τῷ δήμῳ τὰ κρανία δεικνύοντες. Ταῦτα ὁρῶντες οἱ κατὰ Ἀλεξάνδρειαν Ἕλληνες, καὶ μὴ φέροντες τὸ τοῦ πράγματος ἐπονείδιστον, εἰς ὀργὴν ἐξάπτονται: καὶ πᾶν τὸ παρατυχὸν ὅπλον ποιούμενοι ὥρμησαν κατὰ τῶν Χριστιανῶν, καὶ διὰ πάσης ἰδέας θανάτου ἀνεῖλον πολλοὺς ἐξ αὐτῶν. Τοὺς μὲν γὰρ ξίφεσι, τοὺς δὲ ξύλοις

142
ἢ λίθοις ἀπέκτειναν, ἄλλους δὲ σχοινίοις ἀπέπνιξαν: τινὰς δὲ αὐτῶν καὶ ἐσταύρωσαν, ἐφ̓ ὕβρει τοῦ σταυροῦ τοῦτον ἐπάγοντες τὸν θάνατον: τοὺς δὲ πλείστους τραυματίας ἐποίησαν. Τότε δὲ, οἶα ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, οὐδὲ τῶν οἰκειοτάτων ἀπέσχοντο: ἀλλὰ καὶ φίλος φίλον ἔπληξε, καὶ ἀδελφὸς ἀδελφὸν, καὶ γονεῖς παῖδας, καὶ ἀλλήλων πρὸς φόνον ὥρμησαν. Διὸ καὶ οἱ Χριστιανοὶ τοῦ ἐκκαθαίρειν τὸ Μιθρεῖον ἐπαύσαντο: οἱ δὲ τὸν Γεώργιον τῆς ἐκκλησίας ἐκσύραντες, καμήλῳ τε προσδήσαντες, καὶ σπαράξαντες, σὺν αὐτῇ κατέκαυσαν.

Ὡς ὁ βασιλεὺς ἐπὶ τῇ Γεωργίου χαλεπῄνας ἀναιρέσει δἰ ἐπιστολῆς τῶν Ἀλεξανδρέων καθήψατο.

Ἐπὶ μὲν οὖν τῇ Γεωργίου ἀναιρέσει χαλεπῄνας ὁ βασιλεὺς, δἰ ἐπιστολῆς τοῦ Ἀλεξανδρέων δήμου καθήψατο. Λόγος δὲ διεδόθη, ὡς ταῦτα εἰς Γεώργιον ἔδρασαν οἱ δἰ Ἀθανάσιον ἀπεχθῶς ἔχοντες πρὸς αὐτόν. Ἐγὼ δὲ ἡγοῦμαι μὲν καὶ τοὺς μισοῦντας ἐν ταῖς στάσεσι συνεπιτίθεσθαι τοῖς ἀδικοῦσιν: ἡ μέντοι τοῦ βασιλέως ἐπιστολὴ τῷ δήμῳ μᾶλλον ἢ Χριστιανοῖς ἐγκαλεῖ. Καὶ φαίνεται δὲ Γεώργιος καὶ πρότερον καὶ μετὰ ταῦτα βαρὺς γεγονὼς καὶ ὀχληρὸς τοῖς πᾶσι: καὶ διὰ τοῦτο ἐξεκαύθη εἰς φιλονεικίαν τὰ πλήθη. Ὅτι δὲ τῷ δήμῳ μᾶλλον ἐγκαλεῖ, αὐτῆς ἐπάκουε τῆς ἐπιστολῆς: [*](Julian. Ep. 10.) Αὐτοκράτωρ Καῖσαρ Ἰουλιανὸς, μέγιστος, σεβαστὸς, Ἀλεξανδρέων τῷ δήμῳ. Εἰ μὴ τὸν Ἀλέξανδρον τὸν οἰκιστὴν ὑμῶν, καὶ πρό γε τούτου τὸν θεὸν τὸν μέγαν, τὸν ἁγιώτατον Σάραπιν αἰδεῖσθε, τοῦ κοινοῦ γοῦν ὑμᾶς καὶ ἀνθρωπίνου καὶ πρέποντος πῶς οὐδεὶς εἰσῆλθε λόγος; προσθήσω δὲ ὅτι καὶ ἡμῶν, οὓς οἱ θεοὶ πάντες, ἐν πρώτοις δὲ ὁ μέγας Σάραπις, ἄρχειν ἐδικαίωσαν τῆς οἰκουμένης, οἷς πρέπον ἦν τὴν ὑπὲρ τῶν ἠδικηκότων ὑμᾶς φυλάξαι διάγνωσιν. Ἀλλ̓ ὀργὴ τυχὸν ἴσως ὑμᾶς ἐξηπάτησε καὶ θυμὸς, ὅσπερ οὖν εἴωθε τὰ δεινὰ πράττειν, τὰς φρένας μετοικίσας. Εἶτα τῆς ὁρμῆς ἀναστείλαντες, τοῖς παραχρῆμα βεβουλευμένοις καλῶς ὕστερον ἐπηγάγετε τὴν παρανομίαν: οὐδ̓ ᾐσχύνθητε δῆμος ὄντες τολμῆσαι ταῦτα, ἐφ̓ οἷς ἐκείνους ἐμισήσατε δικαίως. Εἴπατε γάρ μοι πρὸς τοῦ Σαράπιδος, ὑπὲρ ποίων ἀδικημάτων ἐχαλεπῄνατε Γεωργίῳ; Τὸν μακαριώτατον Κωνστάντιον, ἐρεῖτε δήπουθεν, ὅτι καθ̓ ὑμῶν παρώξυνεν. Εἶτα εἰσήγαγεν εἰς τὴν ἱερὰν πόλιν στρατόπεδον: καὶ κατέλαβεν

143
ὁ στρατηγὸς τῆς Αἰγύπτου τὸ ἁγιώτατον τοῦ θεοῦ τέμενος, ἀποσυλήσας ἐκεῖθεν εἰκόνας καὶ ἀναθήματα, καὶ τὸν ἐν τοῖς ἱεροῖς κόσμον. Ὑμῶν δὲ ἀγανακτούντων εἰκότως, καὶ πειρωμένων ἀμύνειν τῷ θεῷ, μᾶλλον δὲ τοῖς τοῦ θεοῦ κτήμασιν, ὁ δὲ ἐτόλμησεν ὑμῖν ἐπιπέμψαι τοὺς ὁπλίτας ἀδίκως καὶ [*]([o(/de, Jul.]) παρανόμως καὶ ἀσεβῶς. Ἴσως Γεώργιον μᾶλλον ἢ τὸν Κωνστάντιον δεδοικὼς, ἑαυτὸν παρεφύλαττεν, εἰ μετριώτερον ὑμῖν καὶ πολιτικώτερον, ἀλλὰ μὴ τυραννικώτερον πόρρωθεν προσεφέρετο. Τούτων οὖν ἕνεκεν ὀργιζόμενοι τῷ θεοῖς ἐχθρῷ Γεωργίῳ, τὴν ἱερὰν αὖθις ἐμιάνατε πόλιν, ἐξὸν ὑποβάλλειν αὐτὸν ταῖς τῶν δικαστῶν ψήφοις. Οὕτω γὰρ ἐγίνετο ἂν οὐ φόνος οὐδὲ παρανομία τὸ πρᾶγμα, δίκη δὲ ἐμμελὴς, ὑμᾶς μὲν ἀθῴους πάντῃ φυλάττουσα, τιμωρουμένη μὲν τὸν ἀνίατα δυσσεβήσαντα, σωφρονίζουσα δὲ τοὺς ἄλλους πάντας, ὅσοι τῶν θεῶν ὀλιγωροῦσι, καὶ προσέτι τὰς τοιαύτας πόλεις καὶ τοὺς ἀνθοῦντας δήμους ἐν οὐδενὶ τίθενται, τῆς ἑαυτῶν δὲ ποιοῦνται πάρεργον δυναστείας τὴν κατ̓ ἐκείνων ὠμότητα. Παραβάλλετε τοίνυν ταύτην μου τὴν ἐπιστολὴν, ᾗ μικρῷ πρώην ἐπέστειλα: καὶ τὸ διάφορον κατανοήσατε, πόσους μὲν ὑμῶν ἐπαίνους ἔγραφον τότε. Νυνὶ δὲ, μὰ τοὺς θεοὺς, ὀφείλων ὑμᾶς ἐπαινεῖν, οὐ δύναμαι διὰ τὴν παρανομίαν. Τολμᾷ δῆμος, ὥσπερ οἱ κύνες, ἄνθρωπον σπαράττειν: εἶτα οὐκ αἰσχύνεται καὶ φυλάττει καθαρὰς τὰς χεῖρας, ὡς προσάγειν πρὸς τοὺς θεοὺς αἵματος καθαρευούσας. Ἀλλὰ Γεώργιος ἄξιος ἦν τοῦ τοιαῦτα παθεῖν: καὶ τούτων ἴσως ἐγὼ φαίην ἂν χείρονα καὶ πικρότερα: καὶ δἰ ὑμᾶς, ἐρεῖτε: σύμφημι καὶ αὐτός: παῤ ὑμῶν δὲ εἰ λέγοιτο τοῦτο, οὐκέτι συγχωρῶ: νόμοι γὰρ ὑμῖν εἰσὶν, οὓς χρὴ τιμᾶσθαι μάλιστα μὲν ὑπὸ πάντων ἰδίᾳ καὶ στέργεσθαι. Πλὴν ἐπειδὴ συμβαίνει τῶν καθ̓ ἕκαστόν τινας παρανομεῖν, ἀλλὰ τὰ κοινὰ γοῦν εὐνομεῖσθαι χρὴ, καὶ πειθαρχεῖν τοῖς νόμοις ὑμᾶς, καὶ μὴ παραβαίνειν ὅσαπερ ἐξ ἀρχῆς ἐνομίσθη καλῶς. Εὐτύχημα γέγονεν ὑμῖν, ἄνδρες Ἀλεξανδρεῖς, ἐπ̓ ἐμοῦ πλημμελῆσαι τοιοῦτό τι ὑμᾶς, ὃς αἰδοῖ τῇ πρὸς τὸν θεὸν, καὶ διὰ τὸν πάππον τὸν ἐμὸν καὶ ὁμώνυμον, ὃς ἦρξεν αὐτῆς τε Αἰγύπτου, καὶ τῆς ὑμετέρας πόλεως, ἀδελφικὴν ὑμῖν εὔνοιαν ἀποσώζω. Τὸ γὰρ τῆς ἐξουσίας ἀκαταφρόνητον, καὶ τὸ ἀπηνέστερον καὶ καθαρὸν τῆς ἀρχῆς, οὔποτε ἂν δήμου περιίδοιεν τόλμημα, μὴ, καθάπερ νόσημα χαλεπὸν, πικροτέρῳ διακαθᾶραι φαρμάκῳ. Προσφέρω δὲ ἐγὼ ὑμῖν, δἰ ἅσπερ ἔναγχος ἔφην αἰτίας, τὸ προσηνέστατον, παραίνεσιν καὶ λόγους. Ὑφ̓ ὧν εὖ οἶδ̓ ὅτι πείσεσθε μᾶλλον, εἴπερ ἐστὲ, καθάπερ ἀκούω, τό τε ἀρχαῖον Ἕλληνες, καὶ τὰ νῦν ἔτι τῆς εὐγενείας ἐκείνης ὕπεστιν ὑμῖν ἀξιόλογος καὶ γενναῖος ἐν τῇ διανοίᾳ καὶ τοῖς ἐπιτηδεύμασιν ὁ χαρακτήρ. Προτεθήτω τοῖς ἐμοῖς πολίταις Ἀλεξανδρεῦσιν. Τοιαῦτα μὲν οὖν ὁ βασιλεύς.
144

Ὡς Γεωργίου ἀναιρεθέντος, Ἀθανάσιος κατελθὼν εἰς τὴν ἐκκλησίαν τῆς Ἀλεξανδρείας ἐγκρατὴς ἐγένετο.

Οὐκ εἰς μακρὰν δὲ ἐκ τῆς φυγῆς κατελθόντα Ἀθανάσιον ἀσμένως ὁ τῶν Ἀλεξανδρέων λαὸς ἐδέξατο: ἐξώθησαν τότε ἐκ τῶν ἐκκλησιῶν τοὺς τοῦ Ἀρειανοῦ δόγματος, παραδιδόασι δὲ Ἀθανασίῳ τοὺς εὐκτηρίους τόπους. Οἱ δὲ Ἀρειανίζοντες ἐν οἰκίσκοις ἀσήμοις συναγόμενοι εἰς τόπον Γεωργίου Λούκιον προχειρίζονται. Ἐν τοιαύτῃ μὲν δὴ καταστάσει τὰ κατὰ τὴν Ἀλεξάνδρειαν ἦν.

Περὶ Λουκίφερος καὶ Εὐσεβίου.

Ἐν δὲ δὴ τῷδε τῷ χρόνῳ Λούκιφερ καὶ Εὐσέβιος προστάγματι τοῦ βασιλέως τῆς ἐξορίας ἀνακέκληντο: Λούκιφερ μὲν Καράλων ἐπίσκοπος, ἥ ἐστι πόλις Σαρδανίας, Εὐσέβιος δὲ Βρεκέλλων: πόλις δὲ αὕτη τῶν ἐν Ἰταλίᾳ Λιγύων, ὥς μοι καὶ πρότερον εἴρηται. Ἄμφω οὖν τῶν ἄνω Θηβῶν τῆς ἐξορίας ἐπανϊόντες, συμβουλὴν ἐποιοῦντο, τίνα τρόπον τὸν τῆς ἐκκλησίας κανόνα διαφθειρόμενον μὴ παρίδωσιν.

Ὡς Λούκιφερ ἐν Ἀντιοχείᾳ γενόμενος Παυλῖνον ἐχειροτόνησεν.

Ἐδόκει οὖν, Λουκίφερα μὲν ἐπὶ τὴν Συρίας Ἀντιόχειαν παραγενέσθαι, Εὐσέβιον δὲ ἐπ̓ Ἀλεξάνδρειαν: ὅπως ἂν σύνοδον ἅμα Ἀθανασίῳ ἀθροίσαντες τὰ τῆς ἐκκλησίας κρατύνωσι δόγματα. Λούκιφερ μὲν οὖν διάκονον εἰς τὸν αὐτοῦ τόπον ἀποστέλλει, δἰ οὗ στέρξειν ὡμολόγει τὰ ὑπὸ τῆς συνόδου τυπούμενα. Αὐτὸς δὲ ἐπὶ τὴν Ἀντιόχειαν χωρήσας, εὑρίσκει τεταραγμένην τὴν ἐκκλησίαν: ἐδιχονόει γὰρ τὰ πλήθη πρὸς ἑαυτά. Οὐ γὰρ μόνον ἡ Ἀρειανὴ αἵρεσις ὑπὸ Εὐζωΐου τυγχάνουσα τὴν ἐκκλησίαν ἐχώριζεν: ἀλλὰ [*](Cp. ii. 44.) γὰρ καὶ, ὡς ἤδη πρότερον ἔφην, καὶ οἱ Μελετίῳ ἀκολουθήσαντες, ἐν σπουδῇ τῇ περὶ τὸν καθηγητὴν, πρὸς τοὺς ὁμόφρονας διεκρίνοντο. [*](Cp. c. 9; v. 3.) Καταστήσας οὖν Παυλῖνον ἐπίσκοπον αὐτοῖς, αὖθις ἀπεχώρει.

145

Ὡς Εὐσέβιος ἑνωθεὶς Ἀθανασίῳ σύνοδον ἐπισκόπων πεποιήκασιν ἐν Ἀλεξανδρείᾳ, τρανῶς τὴν Τριάδα ὁμοούσιον ἀνακηρύξαντες.

Εὐσέβιος δὲ καταλαβὼν τὴν Ἀλεξάνδρειαν, σπουδαιότερον ἅμα Ἀθανασίῳ συνεκρότει τὴν σύνοδον: συνῆλθόν τε ἐκ διαφόρων πόλεων ἐπίσκοποι, καὶ περὶ πλείστων καὶ ἀναγκαιοτάτων λόγους ἐγύμνασαν. Ἔνθα καὶ τὸ Ἅγιον Πνεῦμα θεολογήσαντες τῇ ὁμοουσίῳ Τριάδι συνανελαμβάνοντο: καὶ τὸν ἐνανθρωπήσαντα οὐ μόνον ἔνσαρκον, ἀλλὰ καὶ ἐμψυχωμένον ἀπεφῄναντο, ᾗ καὶ πάλαι τοῖς ἐκκλησιαστικοῖς ἀνδράσιν ἐδόκει. Οὐ γὰρ νεαράν τινα θρησκείαν ἐπινοήσαντες εἰς τὴν ἐκκλησίαν εἰσήγαγον, ἀλλ̓ ἅπερ ἐξ ἀρχῆς καὶ ἡ ἐκκλησιαστικὴ παράδοσις ἔλεγε, καὶ ἀποδεικτικῶς παρὰ τοῖς Χριστιανῶν σοφοῖς ἐφιλοσοφεῖτο. Οὕτω γὰρ πάντες οἱ παλαιότεροι περὶ τούτου λόγου γυμνάσαντες ἔγγραφον ἡμῖν κατέλιπον. Καὶ γὰρ Εἰρηναῖός τε καὶ Κλήμης, Ἀπολινάριός τε ὁ [*](Cp. Eus. H. E. iv. 27; v. 19.) Ἱεραπολίτης καὶ Σαραπίων ὁ τῆς ἐν Ἀντιοχείᾳ προεστὼς ἐκκλησίας ἔμψυχον τὸν ἐνανθρωπήσαντα, ἐν τοῖς πονηθεῖσιν αὐτοῖς λόγοις ὡς ὁμολογούμενον αὐτοῖς φάσκουσιν. Οὐ μὴν ἀλλὰ καὶ ἡ διὰ [*](Cp. Eus. vi. 43.) Βήρυλλον τὸν Φιλαδελφείας τῆς ἐν Ἀραβίᾳ ἐπίσκοπον γενομένη σύνοδος γράφουσα Βηρύλλῳ τὰ αὐτὰ παραδέδωκεν. Ὠριγένης δὲ πανταχοῦ μὲν ἐν τοῖς φερομένοις αὐτοῦ βιβλίοις ἔμψυχον τὸν ἐνανθρωπήσαντα οἶδεν. Ἰδικῶς δὲ ὁ εἰς τὴν Γένεσιν αὐτῷ πεπονημένος ἔνατος τόμος τὸ περὶ τούτου μυστήριον ἐφανέρωσεν, ἔνθα Ἀδὰμ μὲν τὸν Χριστὸν, Εὔαν δὲ τὴν ἐκκλησίαν εἶναι πλατύτερον κατεσκεύασε. Μάρτυρες τούτων ἀξιόπιστοι ὅ τε ἱερὸς Πάμφιλος καὶ ὁ ἐξ αὐτοῦ χρηματίζων Εὐσέβιος. Ἄμφω γὰρ κοινῇ τὸν Ὠριγένους παρατιθέμενοι βίον, καὶ πρὸς τοὺς ἐκ προλήψεως ἀπεχθανομένους [*](Cp. vi. 13.) πρὸς τὸν ἄνδρα ἀπαντῶντες, ἐνδόξοις βιβλίοις ἀπολογίαν ὑπὲρ αὐτοῦ ποιούμενοι, οὐ πρῶτον Ὠριγένην ἐπὶ ταύτην τὴν πραγματείαν ἐλθεῖν φασὶν, ἀλλὰ τὴν τῆς ἐκκλησίας μυστικὴν ἑρμηνεῦσαι παράδοσιν. Κᾀκεῖνοι δὲ οἱ ἐν τῇ Ἀλεξανδρείᾳ συνόδῳ παρόντες οὐκ ἀβασάνιστον εἴασαν, φημὶ δὴ τὸ περὶ οὐσίας καὶ ὑποστάσεως. Ὅσιος γὰρ ὁ Κοδρούβης τῆς ἐν Ἱσπανίᾳ ἐπίσκοπος, [*](i. 7.) οὗ καὶ ἔμπροσθεν πεποιήμεθα μνήμην, ὑπὸ τοῦ βασιλέως Κωνσταντίνου εἰς τὸ κατασβέσαι τὴν τότε ὑπὸ τοῦ Ἀρείου γενομένην

146
ταραχὴν προαποσταλεὶς, τὸ Σαβελλίου τοῦ Λίβυος ἐκβαλεῖν δόγμα προθυμούμενος τὴν περὶ οὐσίας καὶ ὑποστάσεως πεποίηται ζήτησιν, ἥτις καὶ αὐτὴ ἑτέρας ἐρεσχελίας ὑπόθεσις γέγονεν. Ἀλλὰ τότε μὲν ἡ ἐν Νικαίᾳ ἐπιγενομένη σύνοδος τὴν περὶ τούτου ζήτησιν οὐδὲ λόγου ἠξίωσεν: ἐπεὶ δὲ μετὰ ταῦτά τινες περὶ τούτου ἐρεσχελεῖν ἤθελον, διὰ τοῦτο ἐν ταύτῃ τῇ συνόδῳ περὶ οὐσίας τε καὶ ὑποστάσεως τάδε ἀπεφῄναντο. Οὐκ ἐπὶ Θεοῦ δεῖν ἔφασαν ταύταις χρῆσθαι ταῖς λέξεσιν: οὐσίαν μὲν γὰρ μηδὲ ὠνομάσθαι ὑπὸ [*](Heb. i. 3.) τῶν ἱερῶν γραμμάτων: τῷ δὲ τῆς ὑποστάσεως ὀνόματι καταχρήσασθαι τὸν ἀπόστολον τῇ τῶν δογμάτων ἀνάγκῃ. Καθ̓ ἕτερον δὲ λόγον προσπαραλαμβάνειν τὰς λέξεις ἐδογμάτισαν, ὅτ̓ ἂν τὴν Σαβελλίου δόξαν ἐκβάλλωσιν, ἵνα μὴ στενώσει τῶν λέξεων ὡς ἓν πρᾶγμα τριώνυμον νομίζωμεν, ἀλλ̓ ἕκαστον τῶν ὀνομαζομένων [*](Cp. c. 23.) περὶ τῆς Τριάδος ἐν ἰδίᾳ ὑποστάσει θεολογοῖτο. Ταῦτα μὲν τότε ἡ σύνοδος: ἃ δὲ ἡμεῖς περὶ οὐσίας καὶ ὑποστάσεως ἴσμεν οὐδὲν κωλύει διὰ βραχέων εἰπεῖν. Οἱ τὴν Ἐλληνικὴν παῤ Ἕλλησι σοφίαν ἐκθέμενοι τὴν μὲν οὐσίαν πολλαχῶς ὡρίσαντο: ὑποστάσεως δὲ οὐδ̓ ἡντιναοῦν μνήμην πεποίηνται. Εἰρηναῖος δὲ ὁ γραμματικὸς, ἐν τῷ κατὰ στοιχεῖον Ἀττικιστῇ, καὶ βάρβαρον ἀποκαλεῖ τὴν λέξιν: μηδὲ γὰρ παρά τισι τῶν παλαιῶν εἰρῆσθαι. Εἰ δέ που καὶ ηὕρηται, μὴ ταῦτα σημαίνειν, ἐφ̓ ὧν νῦν παραλαμβάνεται: παρὰ μὲν γὰρ Σοφοκλεῖ ἐν Φοίνικι ἐνέδραν σημαίνειν τὴν ὑπόστασιν: παρὰ δὲ Μενάνδρῳ τὰ καρυκεύματα, ὡς εἴτις λέγοι τὴν ἐν τῷ πίθῳ τοῦ οἴνου τρύγα ὑπόστασιν. Ἰστέον μέντοι ὅτι εἰ καὶ οἱ παλαιοὶ φιλόσοφοι τὴν λέξιν παρέλιπον, ἀλλ̓ ὅμως οἱ νεώτεροι τῶν φιλοσόφων συνεχῶς ἀντὶ τῆς οὐσίας, τῇ λέξει τῆς ὑποστάσεως ἀπεχρήσαντο. Οὐσίας δὲ τὸν ὅρον, ὡς ἔφαμεν, διαφόρως ἀποδεδώκασιν: εἰ δὲ ὅρῳ ἡ οὐσία περιλαμβάνεται, πῶς ἐπὶ Θεοῦ τοῦ μὴ δυναμένου περιληφθῆναι, κυρίως τῇ [*](Cp. iv. 23.) λέξει χρησαίμεθα; Εὐάγριος δὲ ἐν τῷ Μοναχικῷ προπετῶς μὲν καὶ ἀπερισκέπτως θεολογεῖν ἀποσυμβουλεύει: ὁρίζεσθαι δὲ, ὡς ἁπλοῦν, τὸ θεῖον πάντη ἀπαγορεύει: τῶν γὰρ συνθέτων εἶναι τοὺς ὅρους φησίν. Ὁ δὲ αὐτὸς καὶ ταῦτα κατὰ λέξιν διδὰσκει: Πᾶσα πρότασις, φησὶν, ἢ γένος ἔχει κατηγορούμενον, ἢ εἶδος, ἢ διαφορὰν, ἢ ἴδιον, ἢ συμβεβηκὸς, ἢ τὸ ἐκ τούτων συγκείμενον: οὐδὲν δὲ ἐπὶ τῆς ἁγίας Τριάδος τῶν εἰρημένων ἐστι λαβεῖν: σιωπῇ
147
προσκυνείσθω τὸ ἄρρητον. Ταῦτα μὲν οὖν ὁ Εὐάγριος, περὶ οὗ [*](Cp. iv. 23.) εἰς ὕστερον ἐροῦμεν: ἡμεῖς δὲ εἰ καὶ ἐν παρεκβάσει δοκοῦμεν ταῦτα εἰρηκέναι, ἀλλ̓ ὡς χρησίμων τῇ ὑποθέσει τῆς ἱστορίας ἐμνημονεύσαμεν.

Ἐκ τοῦ ἀπολογητικοῦ Ἀθανασίου περὶ τῆς ἑαυτοῦ φυγῆς.

Ἀθανάσιος δὲ καὶ τὸν περὶ τῆς φυγῆς ἀπολογητικὸν λόγον πάλαι πεπονημένον αὐτῷ ἐπὶ τῶν παρόντων τότε διεξῆλθεν. Οὗ μέρη τὰ χρήσιμα καὶ ἐπωφελῆ ἐνταῦθα προσγράφων, τὸν ὅλον λόγον πολύστιχον ὄντα ζητεῖν καὶ ἀναγινώσκειν τοῖς φιλοπόνοις ἀνῆκα. Ἰδοῦ ταῦτα τῶν ἀσεβῶν τὰ τολμήματα: ταῦτα δρῶντες, καὶ μὴ ἐντραπέντες [*](Ath. de Fuga, 7.) ἐφ̓ οἷς πρότερον καθ̓ ἡμῶν ἐτύρευσαν κακοῖς, ἔτι καὶ νῦν κατηγοροῦσιν ἐκφυγεῖν δυνηθέντας αὐτῶν τὰς ἀνδροφόνους χεῖρας: μᾶλλον δὲ ὀδύρονται πικρῶς, ὅτι μὴ καὶ ἐκποδὼν τέλεον πεποιήκασι. Καὶ λοιπὸν προφασίζονται δειλίαν ὀνειδίζοντες, ἀγνοοῦντες ὅτι καὶ τοῦτο γογγύζοντες εἰς ἑαυτοὺς ἐπιστρέφουσι μᾶλλον τὴν μέμψιν. Εἰ γὰρ φαῦλον τὸ φεύγειν, πολλῷ χεῖρον τὸ διώκειν. Ὁ μὲν γὰρ, ἵνα μὴ ἀποθάνῃ, κρύπτεται: ὁ δὲ διώκει ζητῶν ἀποκτεῖναι. Καὶ τὸ μὲν φεύγειν γέγραπται: ὁ δὲ ζητῶν ἀναιρῆσαι παραβαίνει [*](Matt. x. 23.) νόμον, καὶ μᾶλλον αὐτὸς τὴν πρόφασιν τοῦ φεύγειν παρέχει. Εἴπερ οὖν τὴν φυγὴν ὀνειδίζουσιν, ἐντρεπέτωσαν πλέον ἑαυτοὺς οἱ διώκοντες: παυέσθωσαν ἐπιβουλεύοντες, καὶ παύονται καὶ οἱ φεύγοντες εὐθύς. Ἀλλὰ τῆς μὲν ἰδίας πονηρίας οὐ παύονται: τοῦ δὲ καταλαβεῖν ἕνεκα πάντα πράττουσιν, εἰδότες ὅτι τῶν διωκομένων ἡ φυγὴ μέγας ἔλεγχός ἐστι κατὰ τῶν διωκόντων. Οὐδεὶς γὰρ τὸν πρᾷον καὶ φιλάνθρωπον φεύγει, ἀλλὰ μᾶλλον τὸν ἄγριον καὶ πονηρὸν ὄντα τὸν τρόπον: πᾶς γὰρ κατώδυνος καὶ ὑπόχρεως [*](2 Kings (Lxx.) xxii. 2.) ἀπὸ μὲν τοῦ Σαοὺλ ἔφευγε, πρὸς δὲ τὸν Δαβὶδ κατέφευγε. Διὰ τοῦτο καὶ οὗτοι τοὺς κρυπτομένους αὐτοὺς ἀναιρεῖν σπουδάζουσιν, ὑπὲρ τοῦ μὴ δοκεῖν ἔχειν τῆς ἑαυτῶν πονηρίας τὸν ἔλεγχον. Ἀλλὰ καὶ ἐν τούτῳ δοκοῦσιν τυφλώττειν οἱ πλανώμενοι: ὅσῳ γὰρ ἡ φυγὴ πρόδηλος, τοσούτῳ πλέον ἡ ἐξ ἐπιβουλῆς γιγνομένη παῤ αὐτῶν ἀναίρεσις καὶ ἐξορία προφανεστέρα γενήσεται. Ἄν τε γὰρ ἀποκτείνωσιν, ὁ θανάτος μεῖζον ἠχήσει κατ̓ αὐτῶν: ἄν τε πάλιν ἐξορίσωσι, πανταχοῦ καθ̓ ἑαυτῶν αὐτοὶ μνημεῖα τῆς παρανομίας ἐξαποστέλλουσιν. Εἰ μὲν οὖν ἔσωζον τὰς φρένας, ἔβλεπον ἑαυτοὺς ἐν τούτοις συνεχομένους, καὶ τοῖς ἑαυτῶν προσκόπτοντας λογισμοῖς. Ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν ἀπώλεσαν, διὰ τοῦτο καὶ διώκοντες ἐξάγονται, καὶ ζητοῦντες ἀνελεῖν οὐχ ὁρῶσιν ἑαυτῶν τὴν ἀσέβειαν. . . . . . . Εἰ γὰρ λοιδοροῦσι τοὺς κρυπτομένους ἀπὸ τῶν ζητούντων ἀνελεῖν, καὶ διαβάλλουσι [*](De Fuga, 10.)

148
τοὺς φεύγοντας ἀπὸ τῶν διωκόντων, τί ποιήσουσιν ὁρῶντες τὸν μὲν Ἰακὼβ φεύγοντα τὸν ἀδελφὸν Ἠσαῦ, τὸν δὲ Μωϋσῆν εἰς Μαδιὰν ἀναχωροῦντα διὰ τὸν φόβον τοῦ Φαραώ; Τί δὲ τοιαῦτα φλυαροῦντες ἀπολογήσονται τῷ Δαβὶδ φεύγοντι τὸν Σαοὺλ ἀπὸ τῆς οἰκίας ἀποστείλαντα αὐτὸν ἀναιρεθῆναι, καὶ κρυπτομένῳ μὲν αὐτῷ ἐν τῷ σπηλαίῳ, καὶ ἀλλοιοῦντι τὸ πρόσωπον ἑαυτοῦ, ἕως οὗ παρέλθῃ τὸν Ἀβιμέλεχ, καὶ τὴν ἐπιβουλὴν ἐκκλίνῃ; Τί δ̓ ἄν εἴποιεν οἱ πάντα λέγοντες εὐχερῶς, τὸν μέγαν Ἠλίαν ὁρῶντες ἐπικαλούμενον μὲν τὸν Θεὸν, καὶ νεκρὸν ἐγείροντα, κρυπτόμενον δὲ διὰ τὸν Ἀχαὰβ, καὶ φεύγοντα διὰ τὰς ἀπειλὰς τῆς Ἱεζάβελ; τότε γὰρ ζητούμενοι οἱ υἱοὶ τῶν προφητῶν ἐκρύπτοντο, λανθάνοντες ἐν τοῖς σπηλαίοις παρὰ τῷ Ἀβδίᾳ. Ἤ τούτοις μὲν ὡς παλαιοῖς οὐκ ἐνέτυχον, τῶν δὲ κατὰ τὸ εὐαγγέλιον οὐδεμίαν μνήμην ἔχουσι: καὶ γὰρ καὶ οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἀνεχώρουν κρυπτόμενοι: καὶ ὁ Παῦλος ἐν Δαμασκῷ παρὰ τοῦ ἐθνάρχου ζητούμενος, [*](2 Cor. xi. 33.) ἀπὸ τοῦ τείχους ἐν σαργάνῃ κεχάλασται, καὶ ἐξέφυγε τοῦ ζητοῦντος τὰς χεῖρας. Τῆς τοίνυν γραφῆς τοιαῦτα λεγούσης περὶ τῶν ἁγίων, ποίαν ἄρα πρόφασιν τῆς ἑαυτῶν προπετείας ἐξευρεῖν δυνήσονται; Ἄν τε γὰρ δειλίαν ὀνειδίσωσι, κατ̓ αὐτῶν ὡς μαινομένων τὸ τόλμημα: κᾅν τε ὡς παρὰ τὸ βούλημα τοῦ Θεοῦ ποιοῦντας αὐτοὺς διαβάλλουσιν, οὐκ εἰδότες εἰσὶ παντελῶς τὰς γραφάς. Ἐν μὲν γὰρ τῷ νόμῳ πρόσταξις ἦν, ἐκταγῆναι καὶ πόλεις [*](Num. xxxv. 11.) φυγαδευτηρίους, ὑπὲρ τοῦ τοὺς ζητουμένους εἰς θάνατον ὅπως δήποτε δύνασθαι διασώζεσθαι. Ἐπὶ δὲ συντελείᾳ τῶν αἰώνων παραγενόμενος αὐτὸς ὁ τῷ Μωϋσεῖ λαλήσας Λόγος τοῦ Πατρὸς πάλιν ἐντολὴν ταύτην δίδωσι, [*](Matt. x. 23.) λέγων, Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐκ τῆς πόλεως ταύτης, φεύγετε εἰς τὴν [*](Matt. xxiv. 15-18.) ἑτέραν. Καὶ μετ̓ ὀλίγα φησὶν, Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ, ʽὁ ἀναγινώσκων νοείτὠ, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη: ὁ ἐπὶ τοῦ δώματος μὴ καταβήτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ: ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ἆραι τὰ ἱμάτια αὐτοῦ. Ταῦτα γὰρ εἰδότες οἱ ἅγιοι τοιαύτην εἶχον τῆς πολιτείας ἀγωγήν: ἃ γὰρ νῦν προσέταξεν ὁ Κύριος, ταῦτα καὶ πρὸ τῆς ἐνσάρκου παρουσίας ἐν τοῖς ἁγίοις ἐλάλει. Καὶ ἔστιν οὗτος ὅρος ἀνθρώποις εἰς τελειότητα φέρων, ὅ δ̓ ἄν ὁ Θεὸς προστάξῃ, τοῦτο ποιεῖν. Διὰ τοῦτο καὶ αὐτὸς ὁ Λόγος, δἰ ἡμᾶς γενόμενος ἄνθρωπος, κατηξίωσε ζητούμενος [*](John viii. 59.) ὡς ἡμεῖς κρυβῆναι, καὶ πάλιν διωκόμενος φεύγειν, καὶ τὴν ἐπιβουλὴν ἐκκλῖναι. Ἔπρεπε γὰρ αὐτὸν, ὡς ἐκ τοῦ πεινῆν καὶ διψῆν, καὶ τοῦτο παθεῖν, [*]([abbrev. from Ath.]) οὕτω καὶ ἐκ τούτου δεικνύειν ἑαυτὸν ἐνανθρωπήσαντα. Ἐξ ἀρχῆς μὲν ἅμα τῳ γενέσθαι ἄνθρωπος, ὅτε παιδίον ἦν, αὐτὸς διὰ τοῦ ἀγγέλου ἐνετείλατο τῳ [*](Matt. ii. 13, 22.) Ἰωσὴφ, Ἐγερθεὶς παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ φεῦγε εἰς Αἴγυπτον: μέλλει γὰρ Ἡρώδης ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου. Καὶ ἀποθανόντος δὲ Ἡρώδου, φαίνεται δἰ Ἀρχέλαον τὸν υἱὸν αὐτοῦ ἀναχωρῶν εἰς
149
τὴν Ναζαρέτ. Ὅτε δὲ λοιπὸν καὶ Θεὸν ἑαυτὸν ἐδείκνυε, καὶ τὴν ξηρὰν χεῖρα πεποίηκεν ὑγιῆ, οἱ μὲν Φαρισαῖοι ἐξελθόντες συμβούλιον ἐποίουν κατ̓ αὐτοῦ, [*](Matt. xii. 14, 15.) ὅπως αὐτὸν ἀπολέσωσιν: ὁ δὲ Ἰησοῦς γνοὺς ἀνεχώρησεν ἐκεῖθεν. Καὶ γὰρ καὶ ὅτε τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, ἀπ̓ ἐκείνης, φησὶ, τῆς ἡμέρας [*](John xi. 53, 54.) ἐβουλεύσαντο ἵνα ἀποκτείνωσιν αὐτόν: ὁ οὖν Ἰησοῦς οὐκέτι παρρησίᾳ περιεπάτει ἐν τοῖς Ἰουδαίοις: ἀλλὰ ἀπῆλθεν ἐκεῖθεν εἰς τὴν χώραν ἐγγὺς τῆς ἐρήμου. Εἶτα λέγοντος τοῦ Σωτῆρος, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, [*](John viii. 58.) οἱ μὲν Ἰουδαῖοι ἔλαβον λίθους ἵνα βάλωσιν ἐπ̓ αὐτόν: ὁ δὲ Ἰησοῦς ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ: καὶ διελθὼν διὰ μέσου αὐτῶν ἐπορεύετο καὶ παρῆγεν οὕτως. Ἆρα ταῦτα βλέποντες, μᾶλλον δὲ κατανοοῦντες, ἐπεὶ μὴ βλέπουσι [*](Matt. xiii. 13.) κατὰ τὸ γεγραμμένον, οὐ θέλουσι γενέσθαι πυρίκαυστοι, ὅτι ἐναντία [*](Isa. ix. 5.) ὧν ὁ Κύριος ποιεῖ καὶ διδάσκει, βουλεύονται καὶ φθέγγονται; Καὶ γὰρ ὅτε Ἰωάννης μεμαρτύρηκε, καὶ οἱ μαθηταὶ τὸ σῶμα ἔθαψαν, ἀκούσας ὁ Ἰησοῦς [*](Matt. xiv. 12, 13.) ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ̓ ἰδίαν. Ὁ μὲν οὖν Κύριος ἐποίει ταῦτα, καὶ οὕτως ἐδίδασκεν. Εἵθε δὲ οὗτοι κᾂν οὕτως αἰσχυνθῶσι, καὶ μέχρι τῶν ἀνθρώπων στήσωσιν ἑαυτῶν τὴν προπέτειαν, καὶ μὴ πλέον μανέντες ἐγκαλέσωσι καὶ τῷ Σωτῆρι δειλίαν, ἅπαξ κατ̓ αὐτοῦ βλασφημεῖν μελετήσαντες. Ἀλλ̓ οὔτε μαινομένων αὐτῶν τις ἀνέξεται: μᾶλλον δὲ καὶ τὰ εὐαγγέλια μὴ νοοῦντες ἐλεγχθήσονται. Ἔστι γὰρ ἡ πρόφασις τῆς τοιαύτης ἀναχωρήσεως καὶ φυγῆς εὔλογος καὶ ἀληθής: ἣν ἐπὶ μὲν τοῦ Σωτῆρος οἱ εὐαγγελισταὶ κειμένην ἀπεμνημόνευσαν: δεῖ δὲ ἡμᾶς ἐκ τούτου ἐπὶ πάντων τῶν ἁγίων τὴν αὐτὴν λογίζεσθαι. Ἅ γὰρ ἐπὶ τοῦ Σωτῆρος ἀνθρωπίνως γέγραπται, ταῦτα τῷ κοινῷ γένει τῶν ἀνθρώπων ἀναφέρεσθαι προσήκει. Τὰ γὰρ ἡμῶν ἐκεῖνος ἀνεδέξατο, καὶ τὰ τῆς ἡμετέρας ἀσθενείας [*]([Ath. to\ ga\r . . . e)fo/rese sw=ma . .] John vii. 30.) πάθη ἐνεδείκνυτο: ἅπερ ὁ Ἰωάννης ἔγραφεν οὕτως: Ἐζήτουν οὖν αὐτὸν πιάσαι, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ̓ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. Καὶ γὰρ καὶ πρὸ τοῦ ταύτην ἐλθεῖν, ἔλεγεν αὐτὸς τῇ μὲν μητρὶ, Οὔπω ἦλθεν ἡ ὥρα μοῦ: τοῖς δὲ χρηματίσασιν ἀδελφοῖς αὐτοῦ, Ὁ ἐμὸς [*](John ii. 4; iii. 6.) καιρὸς οὔπω πάρεστι. Πάλιν τε ἐλθόντος τοῦ καιροῦ, ἔλεγε τοῖς μαθηταῖς, Καθεύδετε λοιπὸν καὶ ἀναπαύεσθε: ἰδοῦ γὰρ, ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ [*](Matt. xxvi. 45.) ἀνθρώπου παραδοθήσεται εἰς χεῖρας ἁμαρτωλῶν. . . . . Οὔτε δὲ πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἤφιεν ἑαυτὸν κρατεῖσθαι, οὔτε τοῦ [*](De Fuga, 15.) καιροῦ παρόντος ἐκρύπτετο: ἀλλὰ καὶ ἔκδοτον ἑαυτὸν ἐδίδου τοῖς ἐπιβουλεύουσιν. . . . . Οὕτω καὶ οἱ μακάριοι μάρτυρες ἐν τοῖς κατὰ καιροὺς διωγμοῖς ἐφύλαττον: [*](Ib. 22.) καὶ διωκόμενοι μὲν ἔφευγον, καὶ λανθάνοντες ἐκαρτέρουν: εὑρισκόμενοι δὲ [*]((Ath. tau=ta.)) ἐμαρτύρουν. Τοιαῦτα μὲν οὖν Ἀθανάσιος ἐν τῷ περὶ τῆς φυγῆς ἀπολογητικῷ διεξῆλθεν.
150

Ὡς μετὰ τὴν ἐν Ἀλεξανδρείᾳ τῶν τὸ ὁμοούσιον πρεσβευσάντων σύνοδον Εὐσέβιος εἰς Ἀντιόχειαν ὑποστρέψας, καὶ τοὺς ὁμοδόξους διῃρημένους εὑρὼν διὰ τὴν Παυλίνου χειροτονίαν, καὶ τούτους ἑνῶσαι μὴ δυνηθεὶς, ὑπανεχώρησεν.

Εὐσέβιος δὲ ὁ Βρεκέλλων ἐπίσκοπος εὐθὺς μετὰ τὴν σύνοδον ἐκ τῆς Ἀλεξανδρείας ἐπὶ τὴν Ἀντιόχειαν ὥρμησεν. Εὑρών τε Παυλῖνον μὲν ὑπὸ Λουκίφερος χειροτονηθέντα, τὰ δὲ πλήθη διεστηκότα, —οἱ γὰρ Μελιτίῳ ἀκολουθήσαντες ἰδίᾳ συνήγοντο,—ταραχθεὶς ὅτι τῇ γενομένῃ χειροτονίᾳ μὴ πάντες συνῄνουν, κατέγνω μὲν καθ̓ ἑαυτὸν τοῦ γενομένου, τῇ δὲ πρὸς Λουκίφερα αἰδοῖ σιωπήσας ἀνεχώρησεν, ἐπαγγειλάμενος ἐν συνεδρίῳ ἐπισκόπων τὰ γενόμενα διορθώσασθαι. Καὶ μετὰ ταῦτα πολλὴν σπουδὴν θέμενος ἑνῶσαι τοὺς διεστῶτας οὐκ ἴσχυσεν. Ἔφθασε δὲ Μελίτιος τῆς ἐξορίας ἐπανελθών: καὶ εὑρὼν ἰδίᾳ συναγομένους τοὺς συνελθόντας αὐτῷ, τούτων προΐστατο: ἀλλὰ τῶν μὲν ἐκκλησιῶν ἐκράτει Εὐζώϊος ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας. Παυλῖνός τε μίαν τῶν μικρῶν ἔνδον τῆς πόλεως ἐκκλησιῶν εἶχεν, ἧς αὐτὸν Εὐζώϊος αἰδοῖ τῇ πρὸς αὐτὸν οὐκ ἐξέβαλε: Μελίτιος δὲ ἔξω τῶν πυλῶν τῆς πόλεως τὰς συναγωγὰς ἐποιεῖτο. Τότε μὲν δὴ οὕτω τῆς Ἀντιοχείας Εὐσέβιος ἀνεχώρησε. Λούκιφερ δὲ πυθόμενος μὴ δέχεσθαι ὑπὸ Εὐσεβίου τὴν χειροτονίαν αὐτοῦ, ὕβριν ἡγεῖτο, καὶ δεινῶς ἠγανάκτει: διεκρίνετο οὖν κοινωνεῖν Εὐσεβίῳ: καὶ τὰ τῇ συνόδῳ ἀρέσαντα ἀποδοκιμάζειν [*]([Qu. neno/mena;]) ἐκ φιλονεικίας ἐβούλετο. Ταῦτα ἐν καιρῷ λύπης λεγόμενα πολλοὺς τῆς ἐκκλησίας ἀπέστησε: καὶ γίνεται πάλιν Λουκιφεριανῶν ἑτέρα αἵρεσις. Ἀλλὰ Λούκιφερ τὴν ὀργὴν ἀποπληρῶσαι οὐκ ἴσχυσεν: ἐδέδετο γὰρ ταῖς ἑαυτοῦ ὁμολογίαις, δἰ ὧν, ἀποστείλας τὸν διάκονον, στέρξειν τὰ ὑπὸ τῆς συνόδου τυπούμενα καθυπέσχετο. Διόπερ αὐτὸς μὲν τὰ τῆς ἐκκλησίας φρονῶν εἰς τὴν Σαρδανίαν ἐπὶ τὸν οἰκεῖον θρόνον ἀπεχώρει: οἱ δὲ πρότερον συλλυπηθέντες αὐτῷ [*](Cp.Jero(??)e adv. Lucif.) ἔτι καὶ νῦν τῆς ἐκκλησίας χωρίζονται. Εὐσέβιος μέντοι, δίκην ἀγαθοῦ ἰατροῦ, κατὰ τὴν ἀνατολὴν τὰς πορείας ποιούμενος, τοὺς ἠσθενηκότας περὶ τὴν πίστιν ἀνελάμβανε, στοιχειῶν καὶ διδάσκων τὰ ἐκκλησιαστικὰ κηρύγματα. Μεταβὰς δὲ ἐκεῖθεν ἐπί τε Ἰλλυριοὺς παραγίνεται, καὶ Ἰταλίας ἐπιβὰς τὰ αὐτὰ διεπράττετο.

151

Περὶ Ἱλαρίου τοῦ Πυκτάβων ἐπισκόπου.

Ἐφθάκει δὲ καὶ Ἱλάριος, ὁ Πυκτάβων ἐπίσκοπος, ʽπόλις δὲ αὕτη δευτέρας Ἀκυτανίασ̓, προκαταβεβλημένος τὰ τῆς ὁμοδόξου πίστεως δόγματα τοῖς τε ἐν Ἰταλίᾳ καὶ Γαλλίᾳ ἐπισκόποις: καὶ γὰρ πρότερος τῆς ἐξορίας ἐπανιὼν κατειλήφει τοὺς τόπους. Ἄμφω μὲν οὖν γενναίως τῇ πίστει συνηγωνίσαντο. Ἱλάριος δὲ καὶ ἐλλόγιμος [*](Hil. de Trinit.) ὢν βιβλίοις τῇ Ῥωμαίων γλώττῃ τὰ τοῦ ὁμοουσίου παρέδωκε δόγματα: δἰ ὧν ἱκανῶς μὲν τούτῳ συνέστη, δυνατῶς δὲ καὶ τῶν [*]([Al. tou=to.]) Ἀρειανῶν δογμάτων καθήψατο. Ταῦτα μὲν οὖν μικρὸν ὕστερον μετὰ τὴν ἀνάκλησιν τῶν ἐξορισθέντων ἐγένετο. Ἰστέον δὲ, ὅτι κατὰ τόνδε τὸν χρόνον οἱ περὶ Μακεδόνιον καὶ Ἐλεύσιον, Εὐστάθιόν τε καὶ Σωφρόνιον, πάντες ἐκ τοῦ ἑνὸς Μακεδονιανοὶ χρηματίζοντες, [*](Cp. ii. 45.) συνόδους συνεχῶς ἐν διαφόροις ἐποιοῦντο τόποις. Καὶ συγκαλοῦντες τοὺς ἐν Σελευκείᾳ τῇ αὐτῶν ἀκολουθήσαντας γνώμῃ, τοὺς τοῦ ἑτέρου μέρους ἀναθεμάτιζον, λέγω δὴ τοὺς περὶ Ἀκάκιον, καὶ τὴν ἐν Ἀριμίνῳ πίστιν ἐκβάλλοντες, τὴν ἐν Σελευκείᾳ ἀναγνωσθεῖσαν ἐκύρουν: αὕτη δὲ ἦν ἐν Ἀντιοχείᾳ ἤδη πρότερον ἐκτεθεῖσα, ὡς ἐν τῷ πρὸ τούτου βιβλίῳ πεποιήμεθα μνήμην. [*](Cp. ii. 10, 39.) Ἐρωτηθέντες γοῦν ὑπό τινων: Ὑμεῖς, φησὶ, οἱ Μακεδονιανοὶ χρηματίζοντες, εἰ ἕτερα φρονεῖτε τοῖς περὶ Ἀκάκιον, πῶς αὐτοῖς ἄχρι νῦν ὡς ὁμοδόξοις ἐκοινωνεῖτε; πρὸς ταύτην τὴν πεῦσιν ἀπεκρίναντο διὰ Σωφρονίου τοῦ Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ ἐπισκόπου τάδε: Οἱ κατὰ τὴν δύσιν, φησὶν, ἐνόσουν τὸ ὁμοούσιον: Ἀέτιος δὲ ἐν τῇ [*](Cp. ii. 35.) ἀνατολῇ παραχαράξας εἰσήγαγε τὸ κατ̓ οὐσίαν ἀνόμοιον: καὶ ἦν ἔκνομα ἀμφότερα. Οἱ μὲν γὰρ ἀτάκτως τὰς ἰδιαζούσας ὑποστάσεις Πατρὸς καὶ Υἱοῦ συνέπλεκον εἰς ἑνότητα, τῷ τοῦ ὁμοουσίου ὀνόματι, χορδῇ κακίας, δεσμούμενοι. Ὁ δὲ καὶ σφόδρα τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα φύσεως διίστα τὴν οἰκειότητα τῷ τοῦ ἀνομοίου κατ̓ οὐσίαν ὀνόματι. Ἀμφοτέρων δὲ εἰς πολλὴν τῶν ἐναντίων πιπτόντων ἀκρότητα, ἡ μέση ἀμφοῖν ὁδὸς ἱκανῶς ἡμῖν ἐφάνη τὴν τῆς ἀληθείας ἔχειν εὐσέβειαν, ὅμοιον λέγουσα τὸν Υἱὸν τῷ Πατρὶ καθ̓ ὑπόστασιν. Τοιαῦτα μὲν οὖν οἱ Μακεδονιανοὶ πρὸς τὴν πεῦσιν διὰ Σωφρονίου [*](Cp. i. 8.) ἀπεκρίναντο, καθὰ ὁ Σαβῖνος ἐν τῇ συναγωγῇ τῶν συνοδικῶν φησί.

152
Διὰ δὲ τοῦ μέμψασθαι Ἀέτιον ὡς τοῦ ἀνομοίου ἀρχηγὸν, καὶ μὴ τοὺς περὶ Ἀκάκιον, φαίνονται σοφιζόμενοι τὴν ἀλήθειαν, δοκοῦντες ἐν μέρει τοὺς Ἀρειανοὺς ἐκκλίνειν, ἐν μέρει δὲ τοὺς φρονοῦντας τὸ ὁμοούσιον. Ἐλέγχονται δὲ διὰ τῆς ἰδίας φωνῆς, ὅτι ἀμφοτέρων καινοτομοῦντες ἐξέδυσαν. Τοσαῦτα δὴ καὶ περὶ τούτων λελέχθω.

Ὡς ὁ βασιλεὺς Ἰουλιανὸς χρήματα τοὺς Χριστιανοὺς εἰσεπράττετο.

[*](Cp. c. 21.) Ὁ μέντοι βασιλεὺς Ἰουλιανὸς κατ̓ ἀρχὰς ἡδὺς τοῖς πᾶσιν φανεὶς, προβαίνων οὐ πᾶσιν ὅμοιος ἐδείκνυτο. Ἀλλ̓ ἔνθα μὲν διαβολή τις κατὰ Κωνσταντίου ἐγίνετο, προθυμότατα τοῖς Χριστιανοῖς τὰς αἰτήσεις παρεῖχεν: ὅπου δὲ μὴ τοῦτο ἦν, τὸ οἰκεῖον μῖσος, ὃ κοινῇ κατὰ πάντων Χριστιανῶν εἶχε, φανερῶς πᾶσιν ἀπεδείκνυεν. Αὐτίκα γοῦν Ναυατιανῶν μὲν τὴν ἐν Κυζίκῳ ἐκκλησίαν ὑπὸ Εὐζωΐου εἰς ἔδαφος καθαιρεθεῖσαν οἰκοδομηθῆναι κελεύει, καταδίκην βαρυτάτην ἐπιθεὶς Ἑλευσίῳ τῷ τῇδε ἐπισκόπῳ, ἢν μὴ ἐντὸς δύο μηνῶν οἰκείοις ἀναλώμασι τὴν οἰκοδομίαν ποιήσηται. Τὸν μέντοι Ἑλληνισμὸν συνεκρότει: καὶ τὰ μὲν ἱερὰ τῶν [*](c. 1.) Ἑλλήνων, ὡς ἔφην, ἠνέῳκτο: θυσίας δὲ ἐπετέλει τῇ Κωνσταντινουπόλεως τύχῃ δημοσίᾳ ἐν τῇ βασιλικῇ, ἔνθα καὶ τὸ τῆς Τύχης ἵδρυται ἄγαλμα.

Περὶ Μάρι τοῦ ἐπισκόπου Χαλκηδόνος.

[*](Cp. ii. 41.) Τότε δὴ καὶ Μάρις, ὁ τῆς ἐν Βιθυνίᾳ Χαλκηδόνος ἐπίσκοπος, χειραγωγούμενος,—ἦν γὰρ δὴ πρὸς τῷ γήρᾳ ὑπόχυσιν ὀφθαλμῶν ὑπομείνας,—πολλὰ τὸν βασιλέα προσελθὼν περιύβρισε, τὸν ἀσεβῆ καλῶν, τὸν ἀποστάτην, τὸν ἄθεον. Ὁ δὲ λόγοις τὰς ὕβρεις ἠμύνετο, τυφλὸν καλέσας. Καὶ οὐκ ἂν, φησὶν, οὐδὲ ὁ Γαλιλαῖός σου Θεὸς θεραπεύσειε σέ. Γαλιλαῖον γὰρ εἰώθει ὁ Ἰουλιανὸς καλεῖν τὸν Χριστὸν, καὶ τοὺς Χριστιανοὺς Γαλιλαίους. Ὁ δὲ δὴ Μάρις παρρησιαίτερον πρὸς τὸν βασιλέα ἀπήντησεν: Εὐχαριστῶ, φησὶ, τῷ Θεῷ τυφλώσαντί με, ἵνα μὴ ἴδω τὸ πρόσωπόν σου οὕτως ἐκπεπτωκὸς πρὸς τὴν ἀσέβειαν.

153
Οὐδὲν πρὸς ταῦτα ὁ βασιλεὺς ἀπεκρίνατο: δεινῶς δὲ καὶ τοῦτο μετήρχετο: ἑωρακὼς γὰρ τοὺς ἐπὶ Διοκλητιανοῦ μαρτυρήσαντας ὑπὸ τῶν Χριστιανῶν τιμωμένους, προθύμως τε σπεύδειν ἐπὶ τὸ μαρτυρῆσαι πολλοὺς ἐπιστάμενος, ὥσπερ αὐτῷ τούτῳ τοὺς Χριστιανοὺς ἀμυνόμενος ἐπὶ ἑτέραν ἐτρέπετο. Καὶ τὴν μὲν ὑπερβάλλουσαν ἐπὶ Διοκλητιανοῦ ὠμότητα ὑπερέθετο: οὐ μὴν πάντῃ τοῦ διώκειν ἀπέσχετο: διωγμὸν δὲ λέγω, τὸ ὁπωσοῦν ταράττειν τοὺς ἡσυχάζοντας. Ἐτάραττε δὲ ὧδε: νόμῳ ἐκέλευε Χριστιανοὺς παιδεύσεως μὴ μετέχειν: ἵνα μὴ, φησὶν, ἀκονώμενοι τὴν γλῶτταν ἑτοίμως πρὸς τοὺς διαλεκτικοὺς τῶν Ἑλλήνων ἀπαντῶσιν.

Περὶ τῆς ταραχῆς ἣν ἐποίησαν οἱ Ἕλληνες κατὰ τῶν Χριστιανῶν.

Ἐκέλευε δὲ μηδὲ κατὰ τὰ βασίλεια στρατεύεσθαι τοὺς μὴ βουλομένους [*](Cp. vii. 12.) καταλιπεῖν μὲν τὸν Χριστιανισμὸν, ἐπὶ τὸ θύειν δὲ τοῖς ἀγάλμασιν ἔρχεσθαι: μήτε μὴν Χριστιανοὺς τῶν ἐπαρχιῶν ἄρχοντας γίνεσθαι, λέγων ὡς κελεύει νόμος μὴ χρῆσθαι ξίφει κατὰ τῶν ἄξια θανάτου πεπλημμεληκότων: πολλοὺς δὲ καὶ κολακείαις καὶ δωρεαῖς ἐπὶ τὸ θύειν προετρέπετο. Αὐτίκα γοῦν, ὡς ἐν χωνευτηρίῳ, οἵ τε ὄντες Χριστιανοὶ καὶ οἱ νομιζόμενοι φανεροὶ πᾶσιν ἐγίνοντο: οἱ μὲν γὰρ ὀρθῇ γνώμῃ Χριστιανίζοντες εὐθυμότεροι τὴν ζώνην ἀπετίθεντο, πάντα μᾶλλον ὑπομένειν ἢ ἀρνεῖσθαι τὸν Χριστὸν αἱρούμενοι. Ἐν τούτοις ἦσαν Ἰοβιανὸς, Οὐαλεντιανός τε καὶ Οὐάλης, οἱ καὶ ὕστερον βασιλεύσαντες: ἕτεροι δὲ ὅσοι μὴ ὀρθῇ γνώμῃ ἐχριστιάνιζον, καὶ ὅσοι τὰ χρήματα καὶ τὴν ἐνταῦθα τιμὴν τῆς ἀληθοῦς εὐδαιμονίας προέκριναν, μηδὲν μελλήσαντες πρὸς τὸ θύειν ἀπέκλινον. Ὧν εἷς ἦν καὶ ὁ Κωνσταντινουπόλεως σοφιστὴς Ἐκηβόλιος: ὅστις τοῖς ἤθεσι τῶν βασιλέων ἑπόμενος, ἐπὶ μὲν Κωνσταντίου διαπύρως Χριστιανίζειν ὑπεκρίνατο, ἐπὶ δὲ Ἰουλιανοῦ γοργὸς Ἕλλην ἐφαίνετο, καὶ αὖθις μετὰ Ἰουλιανὸν Χριστιανίζειν ἤθελε. Ῥίψας γὰρ ἑαυτὸν πρηνῆ πρὸ τῆς πύλης τοῦ εὐκτηρίου οἴκου, Πατήσατέ με, ἐβόα, τὸ ἅλας τὸ ἀναίσθητον. Τοιοῦτος [*](Matt. v. 13.) μὲν οὖν κοῦφος καὶ εὐχερὴς Ἐκηβόλιος πρότερόν τε καὶ ὕστερον ἦν. Τότε δὲ ὁ βασιλεὺς Πέρσας ἀμύνεσθαι βουλόμενος, ἀνθ̓ ὧν ἐπὶ Κωνσταντίου τὴν Ῥωμαίων χώραν κατέδραμον, σπουδαίως διὰ

154
τῆς Ἀσίας ἐπὶ τὰ ἑῷα μέρη διέβαινεν. Εἰδὼς δὲ ὅσα πόλεμος ἔχει κακὰ, καὶ ὡς πολλῶν δεῖται χρημάτων καὶ ἄνευ τούτων οὐ κατορθοῦται, πανούργως ἐπενόησε συλλέγειν τὰ χρήματα παρὰ τῶν Χριστιανῶν. Τοῖς γὰρ μὴ βουλομένοις θύειν ἐπέθηκε χρηματικὴν καταδίκην: καὶ ἀπαίτησις κατὰ τῶν ἀληθῶς Χριστιανιζόντων ἐγίνετο σύντονος: ἕκαστος γὰρ κατὰ τὴν ὕπαρξιν ἀναλόγως εἰσέφερε. Καὶ ὁ βασιλεὺς ἐκ τῆς ἀδίκου συλλογῆς τῶν ἀδίκων χρημάτων ταχὺ πλούσιος ἦν: ἐχρῆτο γὰρ τῷ νόμῳ, ὅπου τε μὴ παρῆν, καὶ ὅπου διέβαινε. Τηνικαῦτα καὶ οἱ Ἕλληνες τῶν Χριστιανιζόντων κατέτρεχον: σύρροιά τε τῶν φιλοσοφεῖν λεγόντων ἐγίνετο: καὶ [*](Cp. i. 27.) τελετάς τινας συνίστασαν, ὡς καὶ σπλαγχνοσκοπούμενοι παῖδας καταθύειν ἀφθόρους ἄρρενας καὶ θηλείας, καὶ τῶν σαρκῶν ἀπογεύεσθαι. Καὶ ταῦτα ἐποίουν κατά τε τὰς ἄλλας πόλεις, καὶ κατὰ τὰς Ἀθήνας, καὶ κατὰ τὴν Ἀλεξάνδρειαν. Ἔνθα καὶ κατὰ Ἀθανασίου τοῦ ἐπισκόπου σκευωρίαν ποιησάμενοι γνωρίζουσι βασιλεῖ, ὡς λυμαίνοιτο τὴν πόλιν καὶ πᾶσαν τὴν Αἴγυπτον, καὶ δεῖν αὐτὸν ἀπαλλάττειν τῆς πόλεως: κεκίνητό τε κατ̓ αὐτοῦ ἐκ προστάγματος βασιλικοῦ καὶ ὁ Ἀλεξανδρείας ἔπαρχος.

Περὶ τῆς Ἀθανασίου φυγῆς.

Ὁ δὲ φεύγει πάλιν, εἰπὼν τοῖς γνωρίμοις, Ὑποσταλῶμεν μικρὸν, ὦ φίλοι: νεφύδριον γάρ ἐστι, καὶ παρέρχεται. Ταῦτα εἰπὼν, εὐθὺς ὡς εἶχε, πλοίῳ διὰ τοῦ Νείλου εἰς τὴν Αἴγυπτον ἔφυγεν: ἐδίωκον δὲ κατόπιν οἱ συλλαβεῖν αὐτὸν σπεύδοντες. Ἐπειδὴ δὲ οὐ πόρρωθεν εἶναι ἐπύθετο τοὺς διώκοντας, οἱ μὲν συνόντες ὡς ἐπὶ τὴν ἔρημον αὖθις φεύγειν ἐκέλευον: ὁ δὲ σοφῇ γνώμῃ χρησάμενος διέφυγε τοὺς διώκοντας. Τοῖς γὰρ διώκουσιν ἐξυποστρέψαντας ἀπαντᾶν συνεβούλευε, καὶ τοῦτο ᾗ τάχος ἐγίνετο: ἐπεὶ δὲ πλησίον [*]([*wal. ei)/pou, om. ou)de/n.]) τῶν διωκόντων οἱ πρὸ μικροῦ φεύγοντες ἦσαν, οὐδὲν οἱ ζητοῦντες ἠρώτων τοὺς περὶ Ἀθανάσιον, ἢ ποῦ Ἀθανάσιον τεθέανται. Οἱ δὲ ἐγγὺς αὐτοῦ που εἶναἰ ἐμήνυον, καὶ εἰ ἐπισπεύσειεν, οὐκ εἰς μακρὰν αὐτὸν καταλήψεσθαι ἔλεγον. Καὶ οὕτως οἱ μὲν παρατραπέντες συντόνως μάτην ἐδίωκον: ὁ δὲ διαφυγὼν τὴν Ἀλεξάνδρειαν λαθραίως κατέλαβε. Καὶ ἐκεῖ λανθάνων διῆγεν, ἕως οὗ ὁ

155
διωγμὸς ἐπαύσατο. Τοιαῦτα μὲν οὖν μετὰ τοὺς πολλοὺς Χριστιανικοὺς διωγμοὺς καὶ τὰ παῤ Ἑλλήνων κακὰ τὸν Ἀλεξανδρείας ἐπίσκοπον διεδέξατο. Οἱ μέντοι κατὰ τὰς ἐπαρχίας ἄρχοντες, καιρὸν οἰκείου κέρδους τὴν τοῦ βασιλέως θρησκείαν νομίσαντες, πέρα τῶν βασιλικῶν προσταγμάτων τοὺς Χριστιανοὺς κακῶς διετίθεσαν, χρήματα μὲν πλείονα ἢ ἐχρῆν εἰσπραττόμενοι, ἔστι δὲ ὅτε καὶ σωματικὰς τιμωρίας προσάγοντες. Ταῦτα μανθάνων ὁ βασιλεὺς περιεώρα, καὶ τοῖς Χριστιανοῖς περὶ τούτου προσελθοῦσιν αὐτῷ, Ὑμέτερόν ἐστιν, ἔλεγεν αὐτοῖς, πάσχοντας κακῶς ὑπομένειν: τοῦτο γὰρ τοῦ ὑμετέρου Θεοῦ παράγγελμα.

Περὶ τῶν ἐν Μηρῷ τῇ πόλει τῆς Φρυγίας ἐπὶ Ἰουλιανοῦ μαρτυρησάντων.

Ἐν γοῦν Μηρῷ πόλει τῆς ἐπαρχίας τῆς Φρυγίας ἄρχων ἦν [*]([*wal. w)/n.]) Ἀμάχιος, τὸ τῇδε ἱερὸν ἀνοιγῆναι προστάξας, ἐκκαθαίρεσθαί τε τὸν ἐκ τοῦ χρόνου συναχθέντα ῥύπον ἐκέλευε, καὶ τὰ ἐν αὐτῷ ἀγάλματα ἐπιμελείας ἠξίου. Τοῦτο γινόμενον σφόδρα τοὺς Χριστιανοὺς ἐλύπει. Μακεδόνιος δέ τις, καὶ Θεόδουλος, καὶ Τατιανὸς, ζήλῳ τοῦ Χριστιανισμοῦ τὴν λύπην οὐκ ἤνεγκαν, ἀλλ̓ ἔνθερμον τὸ φρόνημα πρὸς ἀρετὴν κεκτημένοι, νυκτὸς εἰς τὸν ναὸν εἰσπηδήσαντες συντρίβουσι τὰ ἀγάλματα. Τοῦ δὲ ἡγεμόνος ἐπὶ τῷ γεγονότι σφόδρα χαλεπῄναντος, καὶ πολλοὺς τῶν κατὰ τὴν πόλιν ἀναιτίων ἀναιρεῖσθαι σπουδάζοντος, προσφέρουσιν ἑαυτοὺς οἱ αὐθένται τοῦ πράγματος: καὶ μᾶλλον αὐτοὶ ὑπὲρ τῆς ἀληθείας ἀποθνήσκειν ᾑροῦντο, ἤπερ ἰδεῖν ἑτέρους ἀνθ̓ ἑαυτῶν ἀποθνήσκοντας. Τούτους λαβὼν ὁ ἡγεμὼν ὡς ὑπὲρ τοῦ ἀδικήματος τοῦ παῤ αὐτῶν γενομένου διὰ θυσίας ἀπολογεῖσθαι ἐκέλευε: μὴ ποιοῦντας δὲ τοῦτο τιμωρεῖσθαι ἠπείλει. Οἱ δὲ γενναῖοι τὸ φρόνημα ὄντες, μικρὰ τῶν ἀπειλῶν φροντίσαντες, πάνθ̓ ὑπομένειν ἑτοίμως εἶχον: καὶ μᾶλλον θνήσκειν ᾑροῦντο ἢ ταῖς θυσίαις μολύνεσθαι. Τότε δὴ πάσαις βασάνοις ὑποβαλὼν τοὺς ἄνδρας, τέλος ἐσχάραις ἐπιθεὶς, καὶ πῦρ ταύταις ἐπιτεθῆναι κελεύσας, οὕτως ἀπόλλυσιν. Οἱ δὲ τὴν κορωνίδα τῆς ἀνδρίας τηνικαῦτα ἐπέδειξαν, πρὸς τὸν ἡγεμόνα τοιαῦτα εἰπόντες: Εἰ ἐπεθύμησας ὀπτῶν, ὦ Ἀμάχιε, κρεῶν ἀπογεύσασθαι, στρέψον ἡμᾶς καὶ εἰς τὰς ἑτέρας πλευρὰς, ἵνα μὴ εἰς

156
τὴν γεῦσιν ἡμίοπτοι φανῶμέν σοι. Τοῦτον μὲν οὖν τὸν τρόπον οὗτοι τὸν βίον ἐτέλεσαν.

Ὡς τοῦ βασιλέως κωλύσαντος τοὺς Χριστιανοὺς Ἑλληνικὴν παίδευσιν μανθάνειν, οἱ Ἀπολινάριοι εἰς τὸ ἐπιγράφειν λόγους ὡρμήθησαν.

[*](Cp. ii. 46.) Ὁ μέντοι τοῦ βασιλέως νόμος, ὃς τοὺς Χριστιανοὺς Ἑλληνικῆς παιδείας μετέχειν ἐκώλυε, τοὺς Ἀπολιναρίους, ὧν καὶ πρότερον ἐμνημονεύσαμεν, φανερωτέρους ἀπέδειξεν. Ὡς γὰρ ἄμφω ἤστην ἐπιστήμονες λόγων, ὁ μὲν πατὴρ γραμματικῶν, σοφιστικῶν δὲ ὁ υἱὸς, χρειώδεις ἑαυτοὺς πρὸς τὸν παρόντα καιρὸν τοῖς Χριστιανοῖς ἀπεδείκνυον. Ὁ μὲν γὰρ εὐθὺς γραμματικὸς ἅτε, τὴν τέχνην γραμματικὴν Χριστιανικῷ τύπῳ συνέταττε: τά τε Μωϋσέως βιβλία διὰ τοῦ ἡρωϊκοῦ λεγομένου μέτρου μετέβαλε, καὶ ὅσα κατὰ τὴν παλαιὰν διαθήκην ἐν ἱστορίας τύπῳ συγγέγραπται. Καὶ τοῦτο μὲν τῷ δακτυλικῷ μέτρῳ συνέταττε, τοῦτο δὲ καὶ τῷ τῆς τραγῳδίας τύπῳ δραματικῶς ἐξειργάζετο: καὶ παντὶ μέτρῳ ῥυθμικῷ ἐχρῆτο, ὅπως ἂν μηδεὶς τρόπος τῆς Ἑλληνικῆς γλώττης τοῖς Χριστιανοῖς ἀνήκοος ᾖ. Ὁ δὲ νεώτερος Ἀπολινάριος, εὖ πρὸς τὸ λέγειν παρεσκευασμένος, τὰ εὐαγγέλια καὶ τὰ ἀποστολικὰ δόγματα ἐν τύπῳ διαλόγων ἐξέθετο, καθὰ καὶ Πλάτων παῤ Ἕλλησιν. Οὕτω μὲν οὖν τῷ Χριστιανισμῷ χρειώδεις φανέντες, τοῦ βασιλέως τὸ σόφισμα διὰ τῶν οἰκείων πόνων ἐνίκησαν. Ἀλλ̓ ἡ πρόνοια τοῦ Θεοῦ κρείσσων ἐγένετο καὶ τῆς τούτων σπουδῆς καὶ τῆς τοῦ βασιλέως ὁρμῆς: ὁ μὲν γὰρ νόμος οὐκ εἰς μακρὰν ἀπέσβη τῷ βασιλεῖ, ὡς προϊόντες δηλώσομεν, τῶν δὲ οἱ πόνοι ἐν ἴσῳ τοῦ μὴ γραφῆναι λογίζονται. Ἀλλ̓ ἐρεῖ τις γοργῶς πρὸς ἡμᾶς ἀπαντῶν, Πῶς φῂς προνοίᾳ Θεοῦ ταῦτα γενέσθαι; τὴν μὲν γὰρ τοῦ βασιλέως ταχεῖαν τελευτὴν λυσιτελῆσαι τῷ Χριστιανισμῷ δῆλον ἐστί: τὸ δὲ παρερρίφθαι τὰ τῶν Ἀπολιναρίων Χριστιανικὰ ποιήματα, καὶ πάλιν τοὺς Χριστιανοὺς τὴν Ἑλλήνων μανθάνειν παιδείαν, οὐκέτι τοῦτο λυσιτελεῖν τῷ Χριστιανισμῷ: πρὸς βλάβης γὰρ εἶναι τὴν Ἑλληνικὴν παιδείαν πολυθεΐαν διδάσκουσαν. Πρὸς ταῦτα οὖν τὰ ὑποπίπτοντα ἡμῖν ὡς οἶόν τε λέξομεν. Ἡ Ἑλληνικὴ παίδευσις οὔτε παρὰ τοῦ Χριστοῦ, οὔτε παρὰ τῶν αὐτοῦ μαθητῶν, ἢ ὡς θεόπνευστος ἐδέχθη, ἢ

157
ὡς ἐπιβλαβὴς ἐξεβλήθη. Καὶ τοῦτο, ὡς ἡγοῦμαι, οὐκ ἀπρονοήτως ἐποίησαν: πολλοὶ γὰρ τῶν παῤ Ἕλλησι φιλοσοφησάντων οὐ μακρὰν τοῦ γνῶναι τὸν Θεὸν ἐγένοντο. Καὶ γὰρ καὶ πρὸς τοὺς ἀπρονοησίαν εἰσάγοντας, οἶον Ἐπικουρείους, ἢ ἄλλως ἐριστικοὺς, μετὰ τῆς λογικῆς ἐπιστήμης γενναίως ἀπήντησαν, τὴν ἀμαθίαν αὐτῶν ἀνατρέποντες. Καὶ διὰ τούτων τῶν λόγων, χρειώδεις μὲν τοῖς τὴν εὐσέβειαν ἀγαπῶσι κατέστησαν, οὐ μὴν τῆς κεφαλῆς τοῦ λόγου ἐκράτησαν, τοῦ μὴ γνῶναι τὸ ἀποκρυπτόμενον ἀπὸ τῶν [*](Col. i. 26.) γενεῶν καὶ ἀπὸ τῶν αἰώνων κατὰ Χριστὸν μυστήριον. Καὶ τοῦθ̓ οὕτως ἔχειν, ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἀπόστολος δείκνυσι, [*](Rom. i. 18-21.) δἰ ὧν φησὶν, Ἀποκαλύπτεται γὰρ ὀργὴ Θεοῦ ἀπ᾽ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων: διότι τὸ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς: ὁ Θεὸς γὰρ αὐτοῖς ἐφανέρωσε: τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους, διότι, γνόντες τὸν Θεὸν, οὐχ ὡς Θεὸν ἐδόξασαν. Διὰ τούτων φαίνονται γνῶσιν μὲν ἀληθείας ἔχοντες, ἣν ὁ Θεὸς αὐτοῖς ἐφανέρωσεν, ἔνοχοι δὲ γίνονται, διότι γνόντες τὸν Θεὸν οὐχ ὡς Θεὸν ἐδόξασαν. Οὐκοῦν τὸ μὴ κωλύσαι τὰ Ἑλλήνων μανθάνειν, τῇ γνώμῃ τῶν βουλομένων [*]([tw=|.]) κατέλιπον. Εἶς μὲν οὖν οὗτος λόγος εἰρήσθω ἡμῖν πρὸς τὸ προκείμενον: ἕτερος δὲ τοιοῦτος. Αἱ θεόπνευστοι γραφαὶ δόγματα μὲν θαυμαστὰ καὶ ὄντως θεῖα διδάσκουσι: καὶ πολλὴν μὲν εὐλάβειαν καὶ βίον ὀρθὸν τοῖς ἀκροαταῖς ἐντιθέασι, πίστιν τε θεοφιλῆ τοῖς σπουδαίοις παρέχουσιν: οὐ μὴν τέχνην διδάσκουσι λογικὴν πρὸς τὸ δύνασθαι ἀπαντᾶν τοῖς βουλομένοις τῇ ἀληθείᾳ προσπολεμεῖν. Σφόδρα δὲ καταπολεμοῦνται οἱ πολέμιοι, ὅταν τοῖς αὐτῶν ὅπλοις χρώμεθα κατ̓ αὐτῶν: τοῦτο δὲ οὐκ ἐνῆν ὑπάρξειν τοῖς Χριστιανίζουσι, δἰ ὧν οἱ Ἀπολινάριοι ἔγραψαν. Τοῦτο καὶ ὁ βασιλεὺς Ἰουλιανὸς σκοπήσας, νόμῳ τοὺς Χριστιανοὺς ἀπέτρεπε τὰ Ἑλλήνων παιδεύεσθαι: εὖ γὰρ ἠπίστατο, ὡς οἱ μῦθοι εὐδιάβολον αὐτοῦ τὴν δόξαν ποιήσουσιν. Ὧν καὶ καταγνοὺς Σωκράτης, ὁ παῤ αὐτοῖς κορυφαιότατος φιλόσοφος, ὡς παραχαράσσων τὰ παῤ αὐτοῖς δαιμόνια κατεκρίθη. Ἄλλως τε παρεγγυῶσιν ἡμῖν ὅ τε [*](Cp. Orig. in, Joann. xix.) Χριστὸς καὶ ὁ τούτου ἀπόστολος, Γίνεσθε τραπεζίται δόκιμοι ὥστε τὰ πάντα δοκιμάζειν, τὸ καλὸν κατέχοντας: προσέχειν δὲ, [*](1 Thess. v. 21.)
158
[*](Col. ii. 8.) μή τις ὑμᾶς ἔσται συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ κενῆς ἀπάτης. Τοῦτο δὲ οὐκ ἂν πεισόμεθα, εἰ μὴ ὅπλα τῶν πολεμίων κτησαίμεθα, καὶ ἐν τῷ κτᾶσθαι μὴ τὰ τῶν πολεμίων φρονῶμεν, ἀλλὰ τὸ μὲν κακὸν ἐκτρεπόμεθα, τὸ δὲ καλὸν καὶ τὴν ἀλήθειαν ἔχοντες, πάντα προσλαμβάνομεν δοκιμάζοντες: τὸ γὰρ καλὸν, ἔνθα ἂν ᾖ, ἴδιον τῆς ἀληθείας ἐστίν. Εἰ δέ τις ἡμᾶς βιαίως ταῦτα λέγειν νομίζει, σκοπησάτω ὅτι ὁ ἀπόστολος οὐ μόνον οὐ κωλύει μανθάνειν Ἑλληνικὴν παίδευσιν, ἀλλὰ γὰρ φαίνεται καὶ αὐτὸς μὴ ἀμελήσας αὐτῆς, ἕνεκεν τοῦ γνῶναι πολλὰ τῶν εἰρημένων τοῖς [*](Tit. i. 12.) Ἕλλησιν. Ἐπεὶ πόθεν ὁρμώμενος ἔλεγε, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαὶ, εἰ μὴ τοὺς Ἐπιμενίδου τοῦ Κρητὸς, [*](Acts xvii. 28.) ἄνδρος τελεστοῦ, ἀνεγνώκει χρησμούς; ἢ πόθεν ἐγνώκει τὸ, Τοῦ γὰρ καὶ γένος ἐσμὲν, εἰ μὴ τὰ Φαινόμενα τοῦ ἀστρονόμου Ἀράτου [*](1 Cor. xv. 33.) ἠπίστατο; ἀλλὰ καὶ τὸ, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαὶ, δείκνυσι μὴ ἀνήκοον τῶν Εὐριπίδου δραμάτων τυγχάνοντα. Καὶ τί δεῖ περὶ τούτων μηκύνειν τὸν λόγον; καὶ ἀνέκαθεν, ὡς ἔκ τινος μὴ κεκωλυμένης συνηθείας, οἱ κατὰ τὰς ἐκκλησίας διδάσκαλοι δείκνυνται ἄχρι γήρως τὰ Ἑλλήνων ἀσκούμενοι: τοῦτο μὲν, εὐγλωττίας χάριν καὶ γυμνασίας τοῦ νοῦ: τοῦτο δὲ, καὶ πρὸς τὴν αὐτῶν ἐκείνων κατάγνωσιν, περὶ ὧν ἀπεσφάλησαν. Ταῦτα μὲν οὖν ἕνεκεν τῶν Ἀπολιναρίων ὡς οἶόν τε εἰρήσθω.

Ὡς ὁ βασιλεὺς εἰς Πέρσας μέλλων ἐλαύνειν καὶ ἐν Ἀντιοχείᾳ γενόμενος, ὑπ̓ αὐτῶν σκωφθεὶς τὸν Μισοπώγωνα λόγον προσεφώνησε.

Ὁ μέντοι βασιλεὺς, πλεῖστα ἐκ τῶν Χριστιανῶν κομισάμενος χρήματα, ἐπὶ Πέρσας τε τὴν σπουδὴν ποιούμενος, τὴν ἐν Συρίᾳ καταλαμβάνει Ἀντιόχειαν. Ἐν ᾗ γενόμενος, τὸ προσόν τε αὐτῷ φιλότιμον καὶ Ἀντιοχεῦσιν ἐπιδεῖξαι βουλόμενος, τὰς τιμὰς τῶν ὠνίων πλέον ἢ ἔδει εἰς ἔλαττον κατεβίβασε, μὴ στοχασάμενος τοῦ καιροῦ, μηδὲ λογισάμενος ὡς παρουσία πολυπληθίας στρατοπέδου τοῖς τε ἐπαρχιώταις ἐξ ἀνάγκης ζημία γίνεται, καὶ τὴν ἀφθονίαν ἐκκόπτει τῶν πόλεων. Διόπερ οἱ μεταβολεῖς καὶ οἱ τῶν ὠνίων κάπηλοι, μὴ ἐνεγκόντες τὴν ἐκ τοῦ βασιλικοῦ προστάγματος ζημίαν, τῆς ἐμπορίας τότε ἀπέσχοντο. Ἐκ δὲ τοῦτο τὰ ὤνια ἀπελείπετο:

159
καὶ τὴν προσβολὴν μὴ ἐνεγκόντες οἱ Ἀντιοχεῖς,—εὐρίπιστοι γὰρ οἱ ἄνθρωποι εἰς ὕβρεις,—μὴ μελλήσαντες, κατὰ τοῦ βασιλέως ἐχώρησαν: κατεβόων τε αὐτοῦ, καὶ ἀπέσκωπτον εἰς τὸν πώγωνα, βαθυγένειος γὰρ ἦν, κείρειν τε ἔλεγον τοῦτον καὶ σχοινία πλέκειν ἐξ αὐτοῦ: τὸ νόμισμά τε αὐτοῦ ταῦρον ἔχειν, καὶ τὸν κόσμον ἀνατετράφθαι. Ὢν γὰρ δὴ ὁ βασιλεὺς πολὺ δεισιδαίμων, ταύρους τε συνεχῶς θύων πρὸς τοῖς βωμοῖς τῶν εἰδώλων, βωμὸν καὶ ταῦρον ἐντυπωθῆναι κεκελεύκει τῷ ἑαυτοῦ νομίσματι. Ἐκ τούτων δὴ τῶν σκωμμάτων εἰς ὀργὴν ἐκπεσὼν ὁ βασιλεὺς διηπείλει πᾶν ποιῆσαι κακὸν τῇ Ἀντιοχέων πόλει: καὶ ἐπὶ Ταρσὸν τῆς Κιλικίας ἐξυποστρέφει: ἐκεῖ τε τὰ ἐπιτήδεια κελεύσας εὐτρεπισθῆναι, ἀπαίρειν ἐσπούδαζεν. Ὅθεν ὑπόθεσιν ἔσχεν ὁ σοφιστὴς Λιβάνιος γράψαι τόν τε πρεσβευτικὸν ὑπὲρ Ἀντιοχέων, καὶ τὸν πρὸς Ἀντιοχεῖς περὶ τῆς τοῦ βασιλέως ὀργῆς. Ἀλλὰ τούτους μὲν τοὺς λόγους φασὶ γράψαντα τὸν σοφιστὴν μηκέτι εἰς πολλοὺς εἰρηκέναι. Ὁ βασιλεὺς δὲ ἀφέμενος ἔργοις τοὺς ὑβρικότας ἀμύνασθαι, τῷ ἀντισκῶψαι τὴν ὀργὴν διελύσατο: τὸν γὰρ πεπονημένον αὐτῷ Ἀντιοχικὸν ἤτοι Μισοπώγωνα λόγον διεξελθὼν, στίγματα διηνεκῆ τῇ Ἀντιοχέων πόλει κατέλιπεν. Περὶ μὲν δὴ τούτων τοσαῦτα εἰρήσθω: λεκτέον δὲ καὶ οἶα τοῖς ἐν Ἀντιοχείᾳ Χριστιανοῖς ὁ βασιλεὺς τότε πεποιήκει.

Ὡς τοῦ βασιλέως χρησμὸν θελήσαντος λαβεῖν, τὸ Δαιμόνιον οὐκ ἀπεκρίνατο εὐλαβηθὲν Βαβυλᾶν τὸν μάρτυρα.

Τὰ γὰρ κατὰ τὴν Ἀντιόχειαν ἱερὰ τῶν Ἑλλήνων ἀνοιγῆναι κελεύσας, χρησμὸν λαβεῖν παρὰ τοῦ ἐν Δάφνῃ Ἀπόλλωνος ἔσπευδεν. Ὡς δὲ ὁ ἐνοικῶν τῷ ἱερῷ δαίμων τὸν γείτονα δεδοικὼς, λέγω δὴ Βαβυλᾶν τὸν μάρτυρα, οὐκ ἀπεκρίνατο,—πλησίον γὰρ ἦν ἡ σορὸς [*](Cp. Eus. H. E. vi. 39.) ἡ τὸ σῶμα τοῦ μάρτυρος κρύπτουσα,—γνοὺς τὴν αἰτίαν ὁ βασιλεὺς τὴν σορὸν τάχος κελεύει μετοικίζεσθαι. Τοῦτο μαθόντες οἱ κατὰ τὴν Ἀντιόχειαν Χριστιανοὶ, ἅμα γυναιξὶ καὶ νέᾳ ἡλικίᾳ χαίροντες καὶ ψαλμῳδοῦντες ἀπὸ τῆς Δάφνης ἐπὶ τὴν πόλιν μετέφερον τὴν σορόν. Αἱ δὲ ψαλμῳδίαι ἥπτοντο τῶν Ἑλληνικῶν θεῶν, καὶ τῶν [*](Ps. xcvi. (Lxx.) 7.) πεπιστευκότων αὐτοῖς τε καὶ τοῖς εἰδώλοις αὐτοῖς.

160

Περὶ τῆς τοῦ βασιλέως ὀργῆς, καὶ περὶ Θεοδώρου τοῦ ὁμολογητοῦ.

Τότε δὴ καὶ τὸ κρυπτόμενον ἦθος τοῦ βασιλέως ἐξηλέγχετο: οὐ γὰρ ἔτι κατεῖχεν ἑαυτὸν ὁ πρώην φιλοσοφεῖν ἐπαγγελλόμενος. Ἀλλ̓ ἐκ τῶν ὀνειδιστικῶν ὕμνων εὐέμπτωτος ἦν εἰς ὀργὴν, ἕτοιμός τε ἦν ταῦτα ποιεῖν τοῖς Χριστιανοῖς, οἶα οἱ περὶ Διοκλητιανὸν πρότερον πεποιήκεισαν. Ἐπεὶ δὲ ἡ κατὰ Περσῶν σπουδὴ οὐ παρεῖχε τῇ προθέσει καιρὸν, κελεύει Σαλουστίῳ τῷ ἐπάρχῳ συλλαβεῖν ἐπὶ τὸ κολάσαι τοὺς μάλιστα σπουδαίους τῶν ψαλμῳδῶν. Ὁ δὲ ἔπαρχος, καίτοι Ἕλλην ὢν τὴν θρησκείαν, τὸ μὲν ἐπίταγμα ἡδέως οὐκ ἐδέξατο: ἀντιλέγειν δὲ οὐκ ἔχων, συλλαμβάνει μὲν πολλοὺς τῶν Χριστιανῶν, καί τινας δεσμωτήριον οἰκεῖν προσέταξεν. Ἕνα δὲ νεανίσκον, ὀνόματι Θεόδωρον, αὐτῷ παρὰ τῶν Ἑλληνιζόντων προσαχθέντα, βασάνοις καὶ διαφόροις κολαστηρίοις ὑπέβαλεν, καταξανθῆναι κατὰ παντὸς κελεύσας τοῦ σώματος: καὶ αὐτὸν τότε ἠφίει τῶν βασάνων, ὅτε μηκέτι ζήσεσθαι ᾤετο. Ἀλλὰ Θεὸς ἦν ὁ σώζων τὸν ἄνδρα: ἐπεβίω γὰρ χρόνον μετ̓ ἐκείνην τὴν ὁμολογίαν [*](Cp. ii. 1.) πολύν. Τούτῳ τῷ Θεοδώρῳ Ῥουφῖνος, ὁ τῇ Ῥωμαίων γλώσσῃ τὴν ἐκκλησιαστικὴν ἱστορίαν συγγράψας, φησὶ μετὰ ταῦτα χρόνῳ ὕστερον πολλῷ συντετυχηκέναι, καὶ ἠρωτηκέναι, εἰ τυπτόμενος καὶ στρεβλούμενος μεγίστης τῆς ὀδύνης ᾐσθάνετο: τὸν δὲ εἰρηκέναι, βραχεῖαν μὲν αὐτῷ σφόδρα γενέσθαι τὴν ἐκ τῶν βασάνων ὀδύνην: παραστῆναι δέ τινα νεανίσκον, καὶ ἀπομάττειν αὐτοῦ τὸν ἐκ τοῦ ἀγῶνος ἱδρῶτα ἐπιγινόμενον, ἐπιρρωννύειν τε αὐτοῦ τὴν ψυχὴν, καὶ τέρψιν αὐτῷ μᾶλλον ἢ ἀγῶνα τὸν χρόνον τῆς βασάνου ποιεῖν. Καὶ περὶ μὲν τοῦ θαυμαστοῦ Θεοδώρου τοσαῦτα εἰρήσθω. Τότε δὲ παρῆσαν πρέσβεις Περσῶν, αἰτοῦντες ἐπὶ φανεροῖς καταθέσθαι τὸν πόλεμον. Ὁ δὲ αὐτοὺς ἀπέπεμψεν εἰπών, Αὐτόν με ὄψεσθε μετ̓ οὐ πολὺ, καὶ οὐδέν μοι δεήσει πρεσβείας.

Ὡς καὶ Ἰουδαίους ὁ βασιλεὺς ἐπὶ τὸ θύειν προετρέψατο, καὶ περὶ τῆς τῶν Ἱεροσολύμων τελείας ἀνατροπῆς.

Καὶ κατ̓ ἄλλον δὲ τρόπον ὁ βασιλεὺς τοὺς Χριστιανοὺς βλάπτειν σπουδάζων τὴν οἰκείαν δεισιδαιμονίαν ἐξήλεγχε. Φιλοθύτης

161
γὰρ ὢν, οὐ μόνον αὐτὸς τῷ αἵματι ἔχαιρεν, ἀλλ̓ εἰ μὴ καὶ ἄλλοι τοῦτο ποιῶσι, ζημίαν ἐνόμιζεν. Ἐπειδὴ δὲ ὀλίγους τοὺς τοιούτους ἐφεύρισκεν, Ἰουδαίους μεταπέμπεται: καὶ παῤ αὐτῶν ἐπυνθάνετο, τοῦ χάριν, τοῦ Μωσαϊκοῦ νόμου κελεύσαντος θύειν, ἀπέχονται. Τῶν δὲ μὴ ἀλλαχοῦ φησάντων δύνασθαι τοῦτο ποιεῖν, εἰ μὴ μόνον ἐν τοῖς Ἱεροσολύμοις, κελεύει τάχος κτίζεσθαι τὸν Σολομῶνος ναόν. Καὶ αὐτὸς ἐπὶ Πέρσας ἤλαυνε. Ἰουδαῖοι δὲ καιροῦ δράξασθαι πάλαι ἐπιθυμοῦντες, ἐν ᾧ τὸ ἱερὸν αὐτοῖς πρὸς τὸ θύειν ἀνοικοδομηθήσεται, τότε σπουδαῖοι μὲν πρὸς τὸ ἔργον ἐγίνοντο: φοβεροὺς δὲ τοῖς Χριστιανοῖς ἐπεδείκνυσαν ἑαυτοὺς, ἠλαζονεύοντό τε κατ̓ αὐτῶν, ἐπαπειλοῦντες τοσαῦτα ποιήσειν, ὅσα αὐτοὶ παρὰ Ῥωμαίων πάλαι πεπόνθασι. Τοῦ δὲ βασιλέως ἐκ δημοσίων τὴν δαπάνην παρασχεθῆναι κελεύσαντος, εὐτρέπιστο πάντα, ξύλα καὶ λίθοι, καὶ πλίνθος ὀπτὴ, καὶ πηλὸς, καὶ ἄσβεστος, καὶ τὰ ἄλλα ὅσα πρὸς οἰκοδομὴν ἐπιτήδεια γίνεται. Τότε δὴ Κύριλλος ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος τὸ τοῦ προφήτου Δανιὴλ κατὰ νοῦν ἐλάμβανεν, ὅπερ καὶ ὁ Χριστὸς ἐν τοῖς ἁγίοις εὐαγγελίοις ἐπεσφραγίσατο, πολλοῖς τε προέλεγεν, ὡς ἄρα νῦν ἥκει ὁ καιρὸς, ὅτε λίθος ἐπὶ [*](Matt. xxin. 2, 15.) λίθον οὐκ ἂν μένοι εἰς τὸν ναὸν, ἀλλὰ τὸ τοῦ Σωτῆρος λόγιον πληρωθήσεται. Ταῦτα ἔλεγεν ὁ ἐπίσκοπος. Καὶ διὰ τῆς νυκτὸς σεισμὸς μέγας ἐπιγενόμενος ἀνέβρασσε τοὺς λίθους τῶν πάλαι θεμελίων τοῦ ναοῦ, καὶ πάντας διέσπειρε σὺν τοῖς παρακειμένοις οἰκήμασι. Δέος δὲ ἐκ τοῦ γενομένου Ἰουδαίους κατέλαβε: καὶ φήμη ἐπὶ τὸν τόπον ἦγε καὶ τοὺς πόρρω διάγοντας. Παρόντων οὖν σφόδρα πολλῶν, ἕτερον τεράστιον ἐπιγίνεται. Πῦρ γὰρ ἐξ οὐρανοῦ κατασκῆψαν πάντα τὰ τῶν οἰκοδόμων ἐργαλεῖα διέφθειρεν. Ἦν γοῦν ἰδεῖν ὑπὸ τῆς φλογὸς ἀπολλυμένας τὰς σφύρας, τὰς γλαρίδας, τοὺς πρίονας, τοὺς πελέκεις, τὰ σκέπαρνα, πάντα ἁπλῶς ὅσα πρὸς τὸ ἔργον ἐπιτήδεια εἶχον οἱ ἐργαζόμενοι. Ἐπενέμετο μὲν οὖν ταῦτα τὸ πῦρ δἰ ὅλης τῆς ἡμέρας. Ἰουδαῖοι δὲ ἐν μεγίστῳ φόβῳ γενόμενοι καὶ ἄκοντες ὡμολόγουν τὸν Χριστὸν, Θεὸν λέγοντες. Οὐκ ἐποίουν δὲ αὐτοῦ τὸ θέλημα, ἀλλ̓ ἔμενον τῇ τοῦ Ἰουδαϊσμοῦ προλήψει κρατούμενοι. Οὐδὲ γὰρ τὸ τρίτον θαῦμα τὸ ὕστερον ἐπιγενόμενον εἰς πίστιν τῆς ἀληθείας ἦγεν αὐτούς: καὶ γὰρ τῇ ἐχομένῃ νυκτὶ σφραγῖδες σταυροῦ ἀκτινοειδεῖς τοῖς ἱματίοις αὐτῶν ἐντετυπωμέναι ἐφάνησαν: ἃς ἡμέρας ἐπιγενομένης ἰδόντες, ἀποπλύνειν
162
[*](Rom. xi. 25; 2 Cor. iii. 14.) καὶ ἀποσμήχειν θέλοντες, οὐδενὶ τρόπῳ ἠδύναντο. Πεπώρωντο οὖν κατὰ τὸν ἀπόστολον, καὶ τὸ ἀγαθὸν ἐν χερσὶν ἔχοντες, ἔρριπτον. Οὕτω μὲν οὖν ὁ ναὸς τότε ἀντὶ τοῦ οἰκοδομηθῆναι εἰς τέλεον ἀνατέτραπτο.