Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ τῶν γεγονότων ἐν τῇ Ἀλεξανδρείᾳ ὑπὸ Γεωργίου τοῦ Ἀρειανοῦ, ἐκ τῆς Ἀθανασίου διηγήσεως.

Οἷα δὲ τῇ Ἀλεξανδρείᾳ Γεώργιος ὑπὸ τὸν αὐτὸν χρόνον εἰργάζετο, τῆς φωνῆς Ἀθανασίου τοῦ πεπονθότος καὶ παρόντος τοῖς γινομένοις ἐπάκουσον. Ἐν γὰρ τῷ ἀπολογητικῷ περὶ τῆς φυγῆς ἑαυτοῦ λόγῳ κατὰ λέξιν περὶ τῶν ἐκεῖ γεγενημένων φησί: [*](Ath. Apol. de Fuga, 6.) Καὶ γὰρ εἰς τὴν Ἀλεξάνδρειαν ἐπεφύησαν ζητοῦντες πάλιν ἡμᾶς ἀποκτεῖναι. Καὶ γέγονε τὰ ὕστερα χείρονα τῶν πρώτων: στρατιῶται γὰρ ἐξαίφνης τὴν ἐκκλησίαν ἐκύκλωσαν, καὶ τὰ πολέμων ἀντὶ τῶν εὐχῶν ἐγίνετο. Εἶτα εἰσελθὼν τῇ Τεσσαρακοστῇ ὁ παῤ αὐτῶν ἀποσταλεὶς ἐκ Καππαδοκίας Γεώργιος ηὔξησεν ἃ παῤ αὐτῶν μεμάθηκε κακά. Μετὰ γὰρ τὰ ἕβδομα τοῦ Πάσχα παρθένοι εἰς δεσμωτήριον ἐβάλλοντο: ἐπίσκοποι ἤγοντο ὑπὸ στρατιωτῶν δεδεμένοι: ὀρφανῶν καὶ χηρῶν ἡρπάζοντο οἰκίαι τε καὶ ἄρτοι: ἔφοδοι κατὰ τῶν οἰκιῶν ἐγίνοντο: καὶ νυκτὸς οἱ Χριστιανοὶ κατεφέροντο: ἐπεσφραγίσθησαν οἰκίαι: καὶ ἀδελφοὶ κληρικῶν ὑπὲρ τῶν ἀδελφῶν ἐκινδύνευον. Καὶ δεινὰ μὲν ταῦτα, δεινότερα δὲ τὰ μετὰ ταῦτα τετολμημένα. Τῇ γὰρ ἑβδομάδι μετὰ τὴν ἁγίαν Πεντηκοστὴν ὁ λαὸς νηστεύσας ἐξῆλθε περὶ τὸ κοιμητήριον εὔξασθαι, διὰ τὸ πάντας ἀποστρέφεσθαι τὴν πρὸς Γεώργιον κοινωνίαν. [*](Cp. Ath. Hist. Ari. 61.) Ἀλλὰ τοῦτο μαθὼν ὁ παμπόνηρος αὐτὸς παροξύνει τὸν στρατηλάτην Σεβαστιανὸν, Μανιχαῖον ὄντα. Καὶ λοιπὸν αὐτὸς μετὰ πλήθους στρατιωτῶν, ὅπλα καὶ ξίφη γυμνὰ καὶ τόξα καὶ βέλη φερόντων, ὥρμησεν ἐν αὐτῇ τῇ Κυριακῇ κατὰ τῶν λαῶν. Καὶ ὀλίγους εὑρὼν εὐχομένουσ—οἱ γὰρ πλεῖστοι λοιπὸν διὰ τὴν ὥραν ἀναχωρήσαντες ἔτυχον—τοιαῦτα εἰργάσατο, οἷα παῤ αὐτῶν ἔπρεπε πραχθῆναι. Πυρκαϊὰν γὰρ ἅψας, καὶ στήσας παρθένους παρὰ τὸ

99
πῦρ, ἠνάγκαζε λέγειν αὐτὰς τῆς Ἀρείου πίστεως εἶναι. Ὡς δὲ νικώσας αὐτὰς ἔβλεπε καὶ μὴ φροντιζούσας τοῦ πυρὸς, γυμνώσας λοιπὸν οὕτω κατέκοψεν αὐτὰς εἰς τὰ πρόσωπα, ὡς μετὰ χρόνον μόγις ἐπιγνωσθῆναι. Ἄνδρας τε κρατήσας τεσσαράκοντα, καινοτέρῳ τρόπῳ κατέκοψε: ῥάβδους γὰρ τὰς ἀπὸ τῶν φοινίκων εὐθὺς τεμὼν ἐν ἑαυταῖς ἐχούσας ἔτι τοὺς σκόλοπας, τὰ νῶτα τούτων οὕτως ἐξέδειρεν, ὡς τινὰς μὲν πολλάκις χειρουργηθῆναι διὰ τοὺς ἀποπαγέντας ἐν αὐτοῖς σκόλοπας, τινὰς δὲ καὶ μὴ φέροντας ἀποθανεῖν. Πάντας μὲν οὖν τοὺς περιλειφθέντας ἀθρόως καὶ τὴν παρθένον ἐξώρισαν εἰς τὴν μεγάλην Ὄασιν. Τὰ δὲ σώματα τῶν τετελευτηκότων οὐδὲ τοῖς ἰδίοις κατὰ τὴν ἀρχὴν ἀποδοθῆναι συνεχώρησαν: ἀλλ̓ ἔκρυψαν ὡς ἠθέλησαν, ἄταφα βαλόντες ὑπὲρ τοῦ δοκεῖν αὐτοὺς λανθάνειν τὴν τοσαύτην ὠμότητα. Πράττουσι δὲ τοῦτο πεπλανημένοι τῇ διανοίᾳ οἱ παράφρονες. Τῶν γὰρ οἰκείων τῶν τετελευτηκότων χαιρόντων μὲν διὰ τὴν ὁμολογίαν, θρηνούντων δὲ διὰ τὰ σώματα, μεῖζον ἐξηχεῖτο κατ̓ αὐτῶν ὁ τῆς ἀσεβείας καὶ ὠμότητος ἔλεγχος. Καὶ γὰρ εὐθὺς ἀπὸ τῆς Αἰγύπτου καὶ τῶν Λιβύων ἐξώρισαν μὲν ἐπισκόπους Ἀμμώνιον, Θμοῦϊν, Γάϊον, Φίλωνα, Ἑρμῆν, Πλήνιον, Ψενόσιριν, [*](Cp. Ath. Hist. Ari. 72.) Νειλάμμωνα, Ἀγάθωνα, Ἀνάγαμφον, Μάρκον, Ἀμμώνιον, ἕτερον Μάρκον, Δρακόντιον, Ἀδέλφιον, Ἀθηνόδωρον, καὶ πρεσβυτέρους Ἱέρακα καὶ Διόσκορον. Καὶ οὕτω πικρῶς ἤλασαν αὐτοὺς, ὥς τινας μὲν αὐτῶν ἐν ταῖς ὁδοῖς, τινὰς δὲ ἐν αὐτῷ τῷ ἐξορισμῷ ἀποθανεῖν: ἐφυγάδευσαν δὲ ἐπισκόπους πλείους ἢ τριάκοντα. Σπουδὴ γὰρ ἦν αὐτοῖς κατὰ τὸν Ἀχαὰβ, εἰ δυνατὸν ἐξᾶραι τὴν ἀλήθειαν. Τοιαῦτα μὲν Ἀθανάσιος περὶ τῶν ὑπὸ Γεωργίου κατὰ τὴν Ἀλεξάνδρειαν γενομένων οἰκείαις διεξῆλθε φωναῖς. Ὁ δὲ βασιλεὺς ἐπὶ τὴν Ἰλλυρίδα ἐστρατοπεδεύετο: ἦγε γὰρ αὐτὸν ἐκεῖσε τῶν δημοσίων χρειῶν ἡ ἀνάγκη, μάλιστα δὲ ἡ Βετρανίωνος ὑπὸ τῶν στρατιωτῶν ἀναγόρευσις. Γενόμενος δὲ ἐν Σιρμίῳ κατὰ συνθήκας ἐντυγχάνει τῷ Βετρανίωνι, κατασκευάζει τε μεταθέσθαι τοὺς ἀνακηρύξαντας αὐτὸν στρατιώτας: οἱ καὶ μεταθέμενοι Κωνστάντιον μόνον ἀνεφώνουν Αὔγουστον καὶ βασιλέα καὶ αὐτοκράτορα: Βετρανίωνος δὲ οὐδαμοῦ μνήμη βοώντων ἐγίνετο. Ὁ δὲ εὐθὺς αἰσθόμενος προδίδοσθαι, παρὰ τοὺς πόδας ἐκυλινδεῖτο τοῦ βασιλέως. Κωνστάντιος δὲ αὐτοῦ περιελὼν τὸν βασιλικὸν στέφανον καὶ τὴν [*](Cp. Ath. Hist. Ari. 50.) ἁλουργίδα φιλανθρωπεύεται, παραινέσας ἰδιωτικῷ σχήματι ἡσυχέστερον διάγειν: πρέπειν γὰρ τῷ προβεβηκότι τὴν ἡλικίαν ἀπραγμονέστερον βιοῦν ἢ ἔχειν ὄνομα φροντίδων μεστόν. Τὰ μὲν οὖν κατὰ Βετρανίωνα τοιαύτην ἔσχε τὴν ἔκβασιν. Ὁ δὲ βασιλεὺς
100
αὐτῷ παντοίαν δαπάνην ἐκ δημοσίων φόρων ἐκέλευσε δίδοσθαι. Πολλάκις δὲ αὐτῷ ὕστερον ἐν Προύσῃ τῆς Βιθυνίας διάγοντι γράφων ἐδήλου, ὡς εἴη μεγίστων ἀγαθῶν αἴτιος αὐτῷ γεγονὼς, ἀπαλλάξας φροντίδων καὶ ὅσα σύνεστι τῇ βασιλείᾳ κακά: οὐκ εὖ τε πράττειν ἔλεγεν αὐτὸν, ὅτι ὧν ἐκείνῳ παρέσχεν, αὐτὸς οὐκ ἀπέλαυσε. Καὶ τοσαῦτα μὲν περὶ τούτων λελέχθω. Τότε δὲ ὁ βασιλεὺς Γάλλον μὲν ἀνεψιὸν ἑαυτοῦ Καίσαρα καταστήσας, τό τε οἰκεῖον θεὶς αὐτῷ ὄνομα, εἰς τὴν Συρίας Ἀντιοχείαν ἔπεμψε, φρουρεῖσθαι τὰ τῆς ἑῴας μέρη δἰ αὐτοῦ προνοούμενος. Ὅτε καὶ ἐπιστάντος αὐτοῦ τῇ Ἀντιοχέων, τὸ τοῦ Σωτῆρος σημεῖον περὶ τὴν ἀνατολὴν ἐφάνη: στύλος γὰρ σταυροειδὴς ἐν τῷ οὐρανῷ ὀφθεὶς μέγιστον θαῦμα τοῖς ὁρῶσιν ἐγένετο. Τοὺς δὲ ἄλλους αὐτοῦ στρατηγοὺς σὺν δυνάμει πολλῇ κατὰ Μαγνεντίου προὔπεμπε: παρεῖλκέ τε ἐν τῷ Σιρμίῳ προσμένων τὰ ἐκβησόμενα.

Περὶ Φωτεινοῦ τοῦ αἱρεσιάρχου.

Τότε δὴ καὶ Φωτεινὸς ὁ τῆς ἐκεῖ ἐκκλησίας προεστηκὼς τὸ παρευρεθὲν αὐτῷ δόγμα φανερώτερον ἐξεθρύλει. Διὸ ταραχῆς ἐκ τούτου γενομένης, ὁ βασιλεὺς σύνοδον ἐπισκόπων ἐν τῷ Σιρμίῳ γένεσθαι ἐκέλευσε. Συνῆλθον οὖν ἐκεῖ τῶν μὲν ἀνατολικῶν Μάρκος ὁ Ἀρεθούσιος, Γεώργιός τε ὁ Ἀλεξανδρείας, ὃν οἱ Ἀρειανίζοντες ἔπεμψαν ἀποκινήσαντες Γρηγόριον, ὥς μοι πρότερον εἴρηται, Βασίλειός τε ὁ ἐκβληθέντος Μαρκέλλου τῆς ἐν Ἀγκύρᾳ προεστὼς ἐκκλησίας, Παγκράτιος Πηλουσίου, Ὑπατιανὸς Ἡρακλείας. Τῶν δὲ δυτικῶν, Οὐάλης Μουρσῶν, καὶ ὁ περιβόητος τοῖς τότε ἀνθρώποις Ὅσιος, ὁ τῆς ἐν Ἱσπανίᾳ Κουδρούβης ἐπίσκοπος, ἄκων παρῆν. Οὗτοι μετὰ τὴν ὑπατείαν Σεργίου καὶ [*](A.D. 351.) Νιγριανοῦ, καθ̓ ὃν ἐνιαυτὸν διὰ τοὺς ἐκ τῶν πολέμων θορύβους [*]([Qu. te])οὐδεὶς ὕπατος τὰς συνήθεις ὑπατείας ἐπετέλεσε, συνελθόντες δὲ ἐν Σιρμίῳ, καὶ τὸν Φωτεινὸν τὸ δόγμα Σαβελλίου τοῦ Λίβυος καὶ Παύλου τοῦ Σαμοσατέως φρονοῦντα φωράσαντες, καθεῖλον εὐθύς. Καὶ τοῦτο μὲν ὡς καλῶς καὶ δικαίως γενόμενον πάντες ἐπῄνεσαν καὶ τότε καὶ μετὰ ταῦτα: οἱ δὲ ἐπιμείναντες ἔπραξαν ὅπερ οὐ πᾶσιν ἦν ἀρεστόν.

101

Περὶ τῶν ἐν τῷ Σιρμίῳ ἐκτεθεισῶν πίστεων παρουσίᾳ τοῦ βασιλέως Κωνσταντίου.

Ὥσπερ γὰρ καταγινώσκοντες τῶν πάλαι αὐτοῖς περὶ τῆς πίστεως δεδογμένων, αὖθις ἑτέρας περὶ τῆς πίστεως ἐνομοθέτουν ἐκθέσεις: μίαν μὲν ἣν Μάρκος ὁ Ἀρεθούσιος ὑπηγόρευσεν Ἑλλάδι γλώσσῃ: ἄλλας δὲ τῇ Ῥωμαίων φωνῇ, σύμφωνον οὐκ ἐχούσας οὔτε τὴν λέξιν οὔτε τὴν σύνθεσιν, οὔτε πρὸς ἑαυτὰς οὔτε μὴν πρὸς τὴν Ἑλληνικὴν ἣν ὁ Ἀρεθούσιος ὑπηγόρευσε. Τὴν μὲν οὖν μίαν τῶν Ῥωμαϊκῶν ἐκθέσεων τῇ ὑπὸ Μάρκου συντεθείσῃ συζεύξας ἐνταῦθα ὑποτάξω: τὴν δὲ δευτέραν, ἣν ὕστερον ἐν Σιρμίῳ ἀνέγνωσαν, τῷ οἰκείῳ τάξομεν τόπῳ, ὅτε τὰ ἐν Ἀριμήνῳ γενόμενα ἐκτιθέμεθα. Ἰστέον δὲ ὅτι ἀμφότεραι εἰς Ἑλλάδα μετεβλήθησαν γλῶτταν. Ἔστι δὲ ἡ ὑπὸ Μάρκου ὑπαγορευθεῖσα τῆς πίστεως ἔκθεσις ἥδε. [*](Ath. de Syn. 27. Hil. de Syn. 38.) Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, τὸν κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ [*](Eph. iii. 15.) εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δἰ οὗ ἐγένετο τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: Λόγον ὄντα, καὶ Σοφίαν, καὶ φῶς ἀληθινὸν, καὶ ζωήν: τὸν ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν δἰ ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, καὶ σταυρωθέντα καὶ ἀποθανόντα καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθίσαντα ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τοῦ αἰῶνος κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτὁ??ʼ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς τοὺς ἀπείρους αἰῶνας: ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστι τὸν Παράκλητον: ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς ἄνοδον ἀποστεῖλαι, διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα, ἔπεμψεν: δἰ οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν ἢ ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ὅτι ἦν χρόνος ἢ αἰὼν ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. Πάλιν οὖν ἐροῦμεν, εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν δύο λέγει Θεοὺς, ἀνάθεμα ἔστω: καὶ εἴ τις, λέγων Θεὸν τὸν Χριστὸν πρὸ αἰώνων Υἱὸν τοῦ Θεοῦ, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ ὁμολογοίη, ἀνάθεμα ἔστω. Εἴ τις τὸν ἀγέννητον, ἢ μέρος αὐτοῦ, ἐκ Μαρίας λέγειν γεγεννῆσθαι τολμᾷ, ἀνάθεμα

102
ἔστω. Εἴ τις κατὰ πρόγνωσιν τὸν ἐκ Μαρίας λέγοι Υἱὸν εἶναι, καὶ μὴ πρὸ αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον πρὸς τὸν Θεὸν εἶναι, καὶ δἰ αὐτοῦ γεγενῆσθαι τὰ πάντα, ἀνάθεμα ἔστω. Εἴ τις τὴν οὐσίαν τοῦ Θεοῦ πλατύνεσθαι ἢ συστέλλεσθαι φάσκοι, ἀνάθεμα ἔστω. Εἴ τις πλατυνομένην τὴν οὐσίαν τοῦ Θεοῦ τὸν Υἱὸν λέγοι ποιεῖν, ἢ τὸν πλατυσμὸν τῆς οὐσίας αὐτοῦ Υἱὸν ὀνομάζοι, ἀνάθεμα ἔστω. Εἴ τις ἐνδιάθετον ἢ προφορικὸν λόγον λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις ἄνθρωπον μόνον λέγοι τὸν Υἱὸν τὸν ἐκ Μαρίας, ἀνάθεμα ἔστω. Εἴ τις, Θεὸν καὶ ἄνθρωπον τὸν ἐκ Μαρίας λέγων, Θεὸν τὸν ἀγέννητον [*](Isa. xliv. 6.) αὐτὸν νοεῖ, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστι Θεὸς, τὸ ἐπ̓ ἀναιρέσει εἰδώλων καὶ τῶν μὴ ὄντων Θεῶν εἰρημένον, ἐπ̓ ἀναιρέσει τοῦ μονογενοῦς πρὸ τῶν αἰώνων Θεοῦ Ἰουδαϊκῶς ἐκλαμβάνοι, [*](John i. 14.) ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, ἀκούων, τὸν Λόγον εἰς σάρκα μεταβεβλῆσθαι νομίζοι, ἢ τροπὴν ὑπομεμενηκότα ἀνειληφέναι τὴν σάρκα, ἀνάθεμα ἔστω. Εἴ τις, τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ ἐσταυρωμένον ἀκούων, φθορὰν ἢ πάθος ἢ τροπὴν ἢ μείωσιν ἢ ἀναίρεσιν [*](Gen. i. 26.) ὑπομεμενηκέναι λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ποιήσωμεν ἄνθρωπον, μὴ τὸν Πατέρα πρὸς τὸν Υἱὸν λέγειν, ἀλλὰ αὐτὸν πρὸς ἑαυτὸν λέγοι τὸν Θεὸν εἰρηκέναι, ἀνάθεμα ἔστω. Εἴ τις μὴ τὸν Υἱὸν λέγοι τῷ Ἀβραὰμ ἑωρᾶσθαι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος αὐτοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τῷ Ἰακὼβ μὴ τὸν Υἱὸν ὡς ἄνθρωπον πεπαλαικέναι, ἀλλὰ τὸν ἀγέννητον Θεὸν, ἢ μέρος [*](Gen. xix. 24.) αὐτοῦ, λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ, Ἔβρεξε Κύριος παρὰ Κυρίου, μὴ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐκλαμβάνοι, ἀλλ̓ αὐτὸν παῤ ἑαυτοῦ λέγοι βεβρεχέναι, ἀνάθεμα ἔστω: ἔβρεξε γὰρ Κύριος ὁ Υἱὸς, παρὰ Κυρίου τοῦ Πατρός. Εἴ τις ἀκούων Κύριον τὸν Πατέρα, καὶ τὸν Υἱὸν Κύριον, καὶ Κύριον τὸν Πατέρα καὶ τὸν Υἱὸν εἴποι, καὶ Κύριος ἐκ Κυρίου λέγων, δύο λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Οὐ γὰρ συντάσσομεν τὸν Υἱὸν τῷ Πατρὶ, [*]([*so/doma, Ath.]) ἀλλ̓ ὑποτεταγμένον τῷ Πατρί: οὔτε γὰρ κατῆλθεν εἰς σῶμα ἄνευ βουλῆς τοῦ Πατρός: οὐδὲ ἔβρεξεν ἀφ̓ ἑαυτοῦ, ἀλλὰ παρὰ Κυρίου αὐθεντοῦντος, δηλαδὴ τοῦ Πατρός. Οὔτε κάθηται ἐκ δεξιῶν ἀφ̓ ἑαυτοῦ, ἀλλ̓ ἀκούει [*](Ps. cix. 1. (Lxx.)) τοῦ Πατρὸς λέγοντος, Κάθου ἐκ δεξιῶν μου [ἀνάθεμα ἔστω]. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἓν πρόσωπον λέγοι, ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα τὸ Ἅγιον Παράκλητον λέγων, τὸν ἀγέννητον λέγοι Θεὸν, ἀνάθεμα ἔστω. Εἴ τις, ὡς ἐδίδαξεν ἡμᾶς, μὴ ἄλλον λέγει τὸν Παράκλητον [*](John xin. 16, 26.) παρὰ τὸν Υἱὸν, εἴρηκε γὰρ, Καὶ ἄλλον Παράκλητον πέμψει ὑμῖν ὁ Πατὴρ ὃν ἐγὼ ἐρωτήσω, ἀνάθεμα ἔστω. Εἴ τις τὸ Πνεῦμα μέρος λέγοι τοῦ Πατρὸς ἢ τοῦ Υἱοῦ, ἀνάθεμα ἔστω. Εἴ τις τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα τρεῖς λέγοι Θεοὺς, ἀνάθεμα ἔστω. Εἴ τις βουλήσει τοῦ Θεοῦ, ὡς ἓν τῶν κτισμάτων, γεγονέναι λέγοι τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Εἴ τις μὴ θελήσαντος τοῦ Πατρὸς γεγεννῆσθαι τὸν Υἱὸν λέγοι,
103
ἀνάθεμα ἔστω. Οὐ γὰρ μὴ βουλομένου τοῦ Πατρὸς, βιασθεὶς ὁ Πατὴρ ὑπὸ ἀνάγκης φυσικῆς ἀχθεὶς, ὡς οὐκ ἤθελεν, ἐγέννησε τὸν Υἱόν: ἀλλ̓ ἅμα τε ἐβουλήθη, καὶ ἀχρόνως καὶ ἀπαθῶς ἐξ ἑαυτοῦ αὐτὸν γεννήσας ἐπέδειξεν. Εἴ τις ἀγέννητον καὶ ἄναρχον λέγοι τὸν Υἱὸν, ὡς δύο ἄναρχα καὶ δύο ἀγέννητα λέγων, καὶ δύο ποιῶν Θεοὺς, ἀνάθεμα ἔστω. Κεφαλὴ γάρ ἐστι καὶ ἀρχὴ πάντων ὁ Υἱός: κεφαλὴ δὲ ἐστὶ τοῦ Χριστοῦ ὁ Θεός: οὕτω γὰρ εἰς μίαν [*](1 Cor. xi. 3.) ἄναρχον τῶν ὅλων ἀρχὴν δἰ Υἱοῦ εὐσεβῶς τὰ πάντα ἀνάγομεν. Καὶ πάλιν οὖν διακριβοῦντες τοῦ Χριστιανισμοῦ τὴν ἔννοιαν λέγομεν ὅτι, εἴ τις Χριστὸν Ἰησοῦν Υἱὸν τοῦ Θεοῦ πρὸ αἰώνων ὄντα, ὑπουργηκότα τῷ Πατρὶ εἰς τὴν τῶν ὅλων δημιουργίαν μὴ λέγοι, ἀλλ̓ ἐξ οὗ ἐγεννήθη ἐκ Μαρίας, ἔκ τοτε καὶ Υἱὸν καὶ Χριστὸν κεκλῆσθαι, καὶ ἀρχὴν εἰληφέναι τοῦ Θεὸν εἶναι, ἀνάθεμα ἔστω, ὡς ὁ Σαμοσατεύς. Πίστις ἐκτεθεῖσα ἑτέρως ἐν Σιρμίῳ Ῥωμαϊστὶ καὶ ἑρμηνευθεῖσα. [*](Ath. de Syn. 28. Hil. de Syn. 11. [The Blasphemia.]) Ἐπειδὴ περὶ πίστεως ἔδοξέ τινα διάσκεψιν γεγενῆσθαι, πάντα ἀσφαλῶς ἐζητήθη καὶ διηρμηνεύθη ἐν τῷ Σιρμίῳ ἐπὶ παρουσίᾳ Οὐάλεντος καὶ Οὐρσακίου καὶ Γερμινίου καὶ τῶν λοιπῶν. [*](A.D. 357.) Συνέστηκεν, ἕνα Θεὸν εἶναι Πατέρα παντοκράτορα, καθὼς καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ καταγγέλλεται: καὶ ἕνα μονογενῆ αὐτοῦ Υἱὸν Ἰησοῦν Χριστὸν, τὸν Κύριον καὶ Θεὸν καὶ Σωτῆρα ἡμῶν, ἐξ αὐτοῦ πρὸ αἰώνων γεννηθέντα. Δύο δὲ Θεοὺς μὴ χρῆναι λέγειν, ἐπειδὴ καὶ αὐτὸς ὁ Κύριος εἴρηκεν, Πορεύομαι [*](John xx. 17.) πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν. Διὰ τοῦτο καὶ πάντων Θεός ἐστι, καθὼς καὶ ὁ ἀπόστολος ἐδίδαξεν, Ἢ Ἰουδαίων [*](Rom. iii. 29, 30.) ὁ Θεὸς μόνον, οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν: ἐπείπερ εἷς Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως: καὶ τὰ μὲν λοιπὰ πάντα συμφωνεῖ, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχει. Ἐπεὶ δὲ πολλούς τινας κινεῖ περὶ τῆς λεγομένης Ῥωμαϊστὶ μὲν σουβεσταντίας, Ἑλληνιστὶ δὲ λεγομένης οὐσίας, τουτέστιν ἵνα ἀκριβέστερον γνωσθῇ τὸ ὁμοούσιον, ἤτοι λεγόμενον ὁμοιούσιον, οὐ χρή τινα τούτων παντελῶς μνήμην γενέσθαι, οὐδὲ περὶ τούτων ἐξηγεῖσθαι τῇ ἐκκλησίᾳ διὰ ταύτην τὴν αἰτίαν καὶ διὰ τοῦτον τὸν λογισμὸν, ὅτι ἐν ταῖς θείαις γραφαῖς οὐ γέγραπται περὶ τούτων, καὶ ὅτι ταῦτα ὑπὲρ τὴν τῶν ἀνθρώπων γνῶσιν καὶ τὸν ἀνθρώπινον νοῦν ἐστίν: καὶ ὅτι οὐδεὶς δύναται τὴν γενεὰν τοῦ Υἱοῦ διηγήσασθαι, καθὼς γέγραπται, Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; [*](Isa. liii. 8.) μόνον γὰρ εἰδέναι τὸν Πατέρα φανερόν ἐστι, πῶς τὸν Υἱὸν ἐγέννησε: καὶ πάλιν τὸν Υἱὸν, πῶς αὐτὸς γεγέννηται ἀπὸ τοῦ Πατρός. Οὐδενὶ δὲ ἀμφίβολον ἐστὶ, μείζονα εἶναι τὸν Πατέρα τιμῇ καὶ ἀξίᾳ καὶ θεότητι, καὶ αὐτῷ τῷ ὀνόματι τῷ πατρικῷ μείζονα εἶναι, διαμαρτυρομένου αὐτοῦ τοῦ Υἱοῦ, Ὁ ἐμὲ πέμψας Πατὴρ μείζων μου ἐστί. Καὶ τοῦτο δὲ καθολικὸν [*](John xiv. 28.) εἶναι οὐδεὶς ἀγνοεῖ δύο πρόσωπα εἶναι Πατρὸς καὶ Υἱοῦ: καὶ τὸν μὲν Πατέρα μείζονα, τὸν δὲ Υἱὸν ὑποτεταγμένον μετὰ πάντων ὧν αὐτῷ ὁ Πατὴρ αὐτοῦ
104
ὑπέταξεν. Τὸν δὲ Πατέρα ἀρχὴν μὴ ἔχειν, καὶ ἀόρατον εἶναι, καὶ ἀθάνατον εἶναι, καὶ ἀπαθῆ εἶναι: τὸν δὲ Υἱὸν γεγεννῆσθαι ἐκ τοῦ Πατρὸς Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτός: καὶ τούτου τὴν γένεσιν, καθὼς προείρηται, μηδένα γινώσκειν, εἰ μὴ μόνον τὸν Πατέρα. Αὐτὸν δὲ τὸν Υἱὸν τὸν Κύριον καὶ Θεὸν ἡμῶν, σάρκα ἤτοι σῶμα, τουτέστιν ἄνθρωπον, εἰληφέναι, καθάπερ καὶ ὁ ἄγγελος εὐηγγελίσατο: καθὼς δὲ καὶ πᾶσαι αἱ γραφαὶ διδάσκουσι, καὶ μάλιστα αὐτὸς ἀπόστολος, ὁ διδάσκαλος τῶν ἐθνῶν, ἄνθρωπον ἀνέλαβεν ὁ Χριστὸς ἀπὸ Μαρίας τῆς παρθένου, δἰ οὗ πέπονθεν. Τὸ δὲ κεφάλαιον πάσης τῆς πίστεως καὶ ἡ βεβαιότης ἐστὶν, ἵνα Τριὰς ἀεὶ φυλάττηται, καθὼς ἀνέγνωμεν ἐν τῷ [*](Matt. xxviii. 19.) εὐαγγελίῳ, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος: ἀκέραιος δὲ καὶ τέλειος ἐστὶν ὁ ἀριθμὸς τῆς Τριάδος. Ὁ δὲ Παράκλητος, τὸ Πνεῦμα τὸ Ἅγιον δἰ Υἱοῦ ἀποσταλὲν, ἦλθε κατὰ τὴν ἐπαγγελίαν, ἵνα τοὺς ἀποστόλους καὶ πάντας τοὺς πιστεύοντας ἁγιάσῃ καὶ ἀναδιδάξῃ. Τούτοις τὸν Φωτεινὸν καὶ μετὰ καθαίρεσιν συνθέσθαι καὶ συνυπογράψαι συμπείθειν ἐπειρῶντο, ἐπαγγειλάμενοι ἀποδώσειν αὐτῷ τὴν ἐπισκοπὴν ἐὰν ἐκ μετανοίας ἀναθεματίσῃ μὲν τὸ παρευρεθὲν αὐτῷ δόγμα, συνθῆται δὲ τῇ αὐτῶν γνώμῃ. Ὁ δὲ τὴν μὲν πρότασιν οὐκ ἐδέξατο, προεκαλεῖτο δὲ αὐτοὺς εἰς διάλεξιν. Ὁρισθείσης δὲ ἡμέρας γνώμῃ καὶ τοῦ βασιλέως συνῆλθον οἵτε παρόντες ἐπίσκοποι καὶ τῶν συγκλητικῶν οὐκ ὀλίγοι, οὓς ἐκέλευσε παρεῖναι τῇ διαλέξει ὁ βασιλεύς. Ἐφ̓ ὧν ἀντικατέστη τῷ Φωτεινῷ Βασίλειος ὁ τῆς ἐν Ἀγκύρᾳ τότε προεστὼς ἐκκλησίας, ὀξυγράφων τε τὰς φωνὰς αὐτῶν γραφόντων. Μεγίστη δὲ μάχη μεταξὺ τῶν παῤ ἑκατέρου λόγων ἐγένετο: ἐν οἷς ὁ Φωτεινὸς ἡττηθεὶς κατεκρίθη, ἐν φυγῇ τε διάγων τοῦ λοιποῦ λόγους συνέγραψεν ἀμφοτέραις γλώσσαις, ἐπεὶ μηδὲ τῆς Ῥωμαϊκῆς ἦν ἄμοιρος. Ἔγραφε δὲ κατὰ πασῶν αἱρέσεων, τὸ οἰκεῖον μόνον δόγμα παρατιθέμενος. Περὶ μὲν οὖν Φωτεινοῦ τοσαῦτα εἰρήσθω. Ἰστέον μέντοι ὅτι οἱ ἐν Σιρμίῳ συνελθόντες ἐπίσκοποι μετέγνωσαν ἐπὶ τῇ Ῥωμαϊκῇ τῆς πίστεως ἐκδόσει: πολλὰ γὰρ μετὰ τὴν ἔκδοσιν ἐναντία ἔχειν αὐτοῖς κατεφαίνετο. Διὸ σπουδὴν ἐτίθεντο παρὰ τῶν ἐγγραψαμένων ἀναλαμβάνειν αὐτήν. Ἐπειδὴ δὲ πολλοὶ ἀπέκρυπτον, ὁ βασιλεὺς διατάγμασιν ἐκέλευσε ζητεῖσθαι τὴν ἔκδοσιν, τιμωρίαν ἀπειλήσας εἴ τις φωραθείη κρύπτων αὐτήν. Ἀλλ̓ οὐδ̓ αἱ ἀπειλαὶ τὴν ἅπαξ ἐκδοθεῖσαν ἀφανίσαι δεδύνηνται τῷ φθάσαι εἰς πλείονας ἐμπεσεῖν. Τοσαῦτα μὲν περὶ τούτου λέλεχθω.
105

Περὶ Ὁσίου τοῦ Κουδρούβης ἐπισκόπου.

Ἐπειδὴ δὲ περὶ Ὁσίου τοῦ Ἱσπανοῦ μνήμην ὡς ἀκουσίως παρόντος πεποιήμεθα, βραχέα καὶ περὶ τούτου λεκτέον. Μικρὸν γὰρ ἔμπροσθεν οὗτος ἐκ συσκευῆς τῶν Ἀρειανιζόντων εἰς ἐξορίαν ἀπέσταλτο: τότε δὲ σπουδῇ τῶν ἐν τῷ Σιρμίῳ συνελθόντων ὁ βασιλεὺς αὐτὸν μετεπέμψατο, βουλόμενος ἢ πειθοῖ ἢ ἀνάγκῃ τοῖς παροῦσιν ὁμοφωνῆσαι. Τούτου γὰρ γενομένου, μέγιστον ἐδόκει μαρτύριον ὑπάρχειν τῆς ἐκείνων πίστεως. Διὰ ταῦτα οὖν, ὡς ἔφην, ἐξ ἀνάγκης ἄκων παρῆν. Ἐπεὶ δὲ αὐτὸς παρῃτεῖτο συντίθεσθαι, πληγάς τε καὶ στρεβλώσεις τῷ πρεσβύτῃ προσέφερον: διὸ [*](Ath. Hist. Ari. 45.) καὶ ἐξ ἀνάγκης ταῖς τότε ἐκδοθείσαις ὑπαγορεύσεσι καὶ συνέθετο καὶ ὑπέγραψε. Καὶ τὰ μὲν ἐν Σιρμίῳ τότε γενόμενα τοιοῦτον ἔχει τὸ τέλος. Ὁ μέντοι βασιλεὺς Κωνστάντιος παρεῖλκεν ἐν τῷ Σιρμίῳ, περιμένων τοῦ πρὸς Μαγνέντιον πολέμου τὴν ἔκβασιν.

Περὶ τῆς ἥττης Μαγνεντίου τοῦ τυράννου.

Μαγνέντιος μὲν οὖν τὴν βασιλεύουσαν Ῥώμην καταλαβὼν πολλοὺς μὲν τῆς συγκλήτου βουλῆς ἀνῄρει, πολλοὺς δὲ καὶ τοῦ δήμου ἀπώλλυεν: ὡς δὲ οἱ στρατηγοὶ Κωνσταντίου τὴν Ῥωμαϊκὴν δύναμιν συγκροτήσαντες ἐπ̓ αὐτὸν ἐχώρουν, ἀναχωρήσας τῆς Ῥώμης τὰς Γαλλίας κατέλαβεν. Ἔνθα συμβολαὶ συνεχεῖς ἐγίνοντο: καὶ ποτὲ μὲν τοῦτο τὸ μέρος, ποτὲ δὲ θάτερον ἐκράτει. Τέλος δὲ περὶ Μούρσαν—φρούριον δὲ τοῦτο τῶν Γαλλιῶν—ὁ Μαγνέντιος ἡττηθεὶς συνεκλείσθη. Ἐν ᾧ φρουρίῳ λέγεται τοιόνδε θαῦμα συμβῆναι. Ὁ Μαγνέντιος, ὑπὸ τῆς ἥττης καταπεπτωκότας τοὺς ἑαυτοῦ στρατιώτας ἀναρρῶσαι σπουδάζων, ὑψηλοῦ βήματος ἐπέβη. Οἱ δὲ τὴν συνήθη τοῖς βασιλεῦσιν εὐφημίαν ἐπιβοῆσαι βουλόμενοι, παρὰ γνώμην ἐπὶ τὸν Κωνστάντιον ταύτην μεταφέρουσιν: οὐ γὰρ Μαγνέντιον, ἀλλὰ Κωνστάντιον Αὔγουστον κοινῇ πάντες ἐβόησαν. Τοῦτο σύμβολον καθ̓ ἑαυτοῦ ὁ Μαγνέντιος ἡγησάμενος, ἐκ τοῦ φρουρίου εὐθὺς ἀπανίσταται φυγῇ ἐπὶ τὰ περαιτέρω τῆς Γαλλίας χωρῶν. Ἐπέκειντο δὲ οἱ τοῦ Κωνσταντίου στρατηγοὶ διώκοντες:

106
αὖθίς τε γίνεται συμβολὴ περὶ τόπον, ᾧ ὄνομα Μιλτοσέλευκος: ἐν ᾧ κατὰ κράτος ἡττηθεὶς ὁ Μαγνέντιος φεύγει μόνος εἰς Λουγδοῦνον πόλιν τῆς Γαλλίας, εἰς ἣν ἀπὸ Μούρσων ἐστὶ τοῦ φρουρίου τριῶν ἡμερῶν ὁδός. Ἐν ταύτῃ τῇ Λουγδούνῳ γενόμενος ὁ Μαγνέντιος ἀναιρεῖ μὲν τὴν ἑαυτοῦ μητέρα: ἀνελὼν δὲ καὶ τὸν ἀδελφὸν, ὃν Καίσαρα ἑαυτῷ πεποιήκει, τέλος ἐπικατέσφαξεν ἑαυτόν. Τοῦτο ἐπράχθη ἐν ὑπατείᾳ Κωνσταντίου τὸ ἕκτον καὶ Κωνσταντίου τοῦ [*](A.D. 353.) Γάλλου τὸ δεύτερον, περὶ τὴν πεντεκαιδεκάτην τοῦ Αὐγούστου μηνός. Οὐκ εἰς μακρὰν δὲ καὶ ὁ ἕτερος τοῦ Μαγνεντίου ἀδελφὸς, Δεκένιος ὄνομα αὐτῷ, τοῦ βίου ἐξήγαγεν ἑαυτὸν ἀγχόνῃ χρησάμενος. Τὰ μὲν οὖν κατὰ Μαγνέντιον τέλος τοιοῦτο ἐδέξατο: τὰ δὲ δημόσια τελέως οὐχ ἡσύχαζεν. Μετὰ ταῦτα γὰρ εὐθὺς ἕτερος ἐπανέστη τύραννος, ᾧ ὄνομα Σιλουανός. Καὶ τοῦτον δὲ οἱ Κωνσταντίου στρατηγοὶ περὶ τὴν Γαλλίαν ταράττοντα ταχέως καθεῖλον.

Περὶ τῶν ἐν Διοκαισαρείᾳ τῆς Παλαιστίνης Ἰουδαίων.

Ἐπισυνήχθη δὲ τοῖς γινομένοις καὶ περὶ τὴν ἀνατολὴν ἕτερος ἐγχώριος πόλεμος. Οἱ γὰρ ἐν Διοκαισαρείᾳ τῆς Παλαιστίνης Ἰουδαῖοι κατὰ Ῥωμαίων ὅπλα ἀντῇραν, καὶ περὶ τοὺς τόπους ἐκείνους κατέτρεχον. Ἀλλὰ τούτους μὲν Γάλλος, ὁ καὶ Κωνστάντιος, ὃν Καίσαρα καταστήσας ὁ βασιλεὺς εἰς τὴν ἑῴαν ἐξαπέστειλεν, δύναμιν ἀποστείλας κατηγωνίσατο: καὶ τὴν πόλιν αὐτῶν Διοκαισάρειαν εἰς ἔδαφος κατενεχθῆναι ἐκέλευσεν.

Περὶ Γάλλου τοῦ Καίσαρος.

Ταῦτά τε πράξας ὁ Γάλλος τὴν εὐτυχίαν οὐκ ἤνεγκεν: ἀλλ̓ εὐθὺς νεωτερίζειν κατὰ τοῦ προχειρισαμένου αὐτὸν ἐπεχείρησεν, τυραννεῖν τε καὶ αὐτὸς ἐβούλετο: ὥστε οὐκ εἰς μακρὰν ὁ σκοπὸς αὐτοῦ ὑπὸ Κωνσταντίου κατάφωρος ἐγένετο. Δομετιανὸν γὰρ τὸν τότε ἔπαρχον τῆς ἑῴας, καὶ Μάγνον κυαίστωρα, αὐθεντήσας ἀνεῖλε, [*]([mhnu/santas *wal.]) μὴ μηνύσας τῷ βασιλεῖ τὸν σκοπὸν αὐτοῦ. Ἐφ̓ ᾧ κινηθεὶς ὁ Κωνστάντιος μετάπεμπτον ἐκάλει τὸν Γάλλον πρὸς ἑαυτόν: ὁ δὲ περίφοβος γενόμενος ἄκων ἐπορεύετο. Καταλαβόντα δὲ αὐτὸν τὰ

107
ἑσπέρια μέρη καὶ περὶ Φλάνωνα τὴν νῆσον γενόμενον ὁ Κωνστάντιος [*](Cp Ammian. xiv. 11. 23.) ἀναιρεθῆναι ἐκέλευσεν. Μετ̓ οὐ πολὺ δὲ Ἰουλιανὸν τὸν Γάλλου ἀδελφὸν Καίσαρα καταστήσας ἐπὶ τοὺς ἐν Γαλλίᾳ βαρβάρους ἀπέστειλεν. Γάλλος μὲν οὖν ὁ καὶ Κωνστάντιος ἐν τῇ ἑβδόμῃ τοῦ βασιλέως Κωνσταντίου ὑπατείᾳ ἀνῃρέθη, καθ̓ ἣν [*](A.D. 354.) καὶ αὐτὸς ὕπατος ἦν τὸ τρίτον. Ἰουλιανὸς δὲ τῇ ἑξῆς ὑπατείᾳ Ἀρβιτίωνος καὶ Λολλιανοῦ κατέστη Καῖσαρ, τῇ ἕκτῃ τοῦ Νοεμβρίου [*](A.D. 355.) μηνός. Περὶ μὲν οὖν Ἰουλιανοῦ ἐν τῷ μετὰ τοῦτο βιβλίῳ [*](Ammian. xv. 8 11.) ποιησόμεθα μνήμην. Κωνστάντιος δὲ ἐκ τῶν ἐν ποσὶ κακῶν ἡσυχάσας, ἐπὶ τὸν ἐκκλησιαστικὸν αὖθις πόλεμον τὴν οἰκείαν ἔτρεπε γνώμην. Ἐκ γὰρ τοῦ Σιρμίου ἐπὶ τὴν βασιλεύουσαν πόλιν Ῥώμην ἀπιὼν, συνόδον ἐπισκόπων αὖθις ἐκήρυξεν, καί τινας τῶν ἀνατολικῶν ἐπισκόπων ἐπὶ τὴν Ἰταλίαν σπεύδειν ἐκέλευσεν: ἐν ταὐτῷ δὲ ἰέναι καὶ τοὺς τῶν ἑσπερίων μερῶν παρεσκεύαζεν. Ἐν τοσούτῳ δὲ, τούτων ἐπὶ τὴν Ἰταλίαν παρασκευαζομένων πορεύεσθαι, τάδε ἐπισυνέβη γενέσθαι. Ἰούλιος μὲν ὁ τῆς Ῥώμης ἐπίσκοπος ἐτελεύτησε, πέντε πρὸς τοῖς δέκα ἐνιαυτοὺς τῆς ἐν αὐτῇ ἐκκλησίας προστάς: Λιβέριος δὲ αὐτοῦ τὴν ἐπισκοπὴν διαδέχεται.

Περὶ Ἀετίου τοῦ Σύρου τοῦ διδασκάλου Εὐνομίου.

Ἐν δὲ Ἀντιοχείᾳ τῆς Συρίας ἕτερος ἐπεφύη αἱρεσιάρχης Ἀέτιος, ὁ ἐπικληθεὶς Ἄθεος. Οὗτος τὰ αὐτὰ μὲν ἐφρόνει Ἀρείῳ, καὶ τὴν αὐτὴν συνεκρότει δόξαν: πρὸς δὲ Ἀρειανίζοντας διεκρίνετο, διότι Ἄρειον εἰς κοινωνίαν ἐδέξαντο. Ἄρειος γὰρ, ὡς πρότερον ἔφην, [*](i. 26) ἕτερα κατὰ διάνοιαν φρονῶν ἕτερα τῇ φωνῇ ὡμολόγησεν, ὅτε τὸν ἐν Νικαίᾳ τῆς συνόδου τύπον δεχόμενος καθυπέγραψε, τὸν τότε βασιλέα πλανῶν. Διὰ τοῦτο μὲν οὖν καὶ Ἀέτιος πρὸς Ἀρειανοὺς διεκρίνετο. Ἦν δὲ καὶ πρότερον Ἀέτιος αἱρετικὸς ἄνθρωπος, καὶ τῷ Ἀρείου δόγματι συνηγορεῖν διαπύρως ἔσπευδεν. Ἐν γὰρ τῇ Ἀλεξανδρείᾳ μικρὰ παιδευθεὶς, ἀναζεύγνυσι, καὶ καταλαβὼν τὴν ἐν Συρίᾳ Ἀντιόχειαν—ἐντεῦθεν γὰρ ἦν—ὑπὸ Λεοντίου τοῦ τότε τῆς Ἀντιοχείας ἐπισκόπου χειροτονεῖται διάκονος. Εὐθὺς οὖν ἐξενοφώνει τοὺς ἐντυγχάνοντας. Τοῦτο δὲ ἐποίει ταῖς Κατηγορίαις Ἀριστοτέλους πιστεύων: βιβλίον δὲ οὕτως ἐστὶν ἐπιγεγραμμένον

108
αὐτῷ: ἐξ αὐτῶν τε διαλεγόμενος καὶ ἑαυτῷ σόφισμα ποιῶν οὐκ ᾔσθετο, οὐδὲ παρὰ τῶν ἐπιστημόνων ἔμαθε τὸν Ἀριστοτέλους σκοπόν. Ἐκεῖνος γὰρ διὰ τοὺς σοφιστὰς, τὴν φιλοσοφίαν τότε χλευάζοντας, γυμνασίαν ταύτην συγγράψας τοῖς νέοις, τὴν διαλεκτικὴν τοῖς σοφισταῖς διὰ τῶν σοφισμάτων ἀντέθηκεν. Οἱ γοῦν ἐφεκτικοὶ τῶν φιλοσόφων, τὰ Πλάτωνος καὶ Πλωτίνου ἐκτιθεμένοι, ἐξελέγχουσι τὰ τεχνικῶς παρὰ Ἀριστοτέλους λεγόμενα. Ἀλλὰ Ἀέτιος, ἐφεκτικοῦ μὴ τυχὼν διδασκάλου, τοῖς ἐκ τῶν Κατηγοριῶν σοφίσμασι συνεπέμεινε. Διὸ οὔτε νοῆσαι δεδύνηται, πῶς ἐστὶν ἀγέννητος γέννησις, καὶ ὅπως τὸ γεννώμενον συναΐδιόν ἐστι τῷ γεννήσαντι. Οὕτω δὲ ἦν ὀλιγομαθὴς ὁ Ἀέτιος καὶ τῶν ἱερῶν γραμμάτων ἀμύητος, τὸ ἐριστικὸν δὲ κατωρθώκει μόνον, ὅπερ ἂν καὶ ἄγροικός τις ποιήσειεν, ὡς μήτε τοὺς ἀρχαίους τοὺς τὰ Χριστιανικὰ λόγια ἑρμηνεύσαντας ἀσκηθῆναι, πολλὰ χαίρειν φράσας τοῖς περὶ Κλήμεντα καὶ Ἀφρικανὸν καὶ Ὠριγένην, ἄνδρας πάσης σοφίας ἐπιστήμονας. Ἐπιστολάς τε συνεκάττυε πρὸς τὸν βασιλέα Κωνστάντιον καὶ πρὸς ἑτέρους τινας, ἐρεσχελίας συμπλέκων καὶ σοφίσματα μελετῶν. Διὸ καὶ ἐπεκαλεῖτο ὁ Ἄθεος. Ἀλλ̓ εἰ καὶ τὰ αὐτὰ τοῖς Ἀρειανίζουσιν ἔλεγεν, ὅμως ὑπὸ τῶν οἰκείων, οὐ δυναμένων συνιέναι τὸ περισκελὲς τῶν συλλογισμῶν, ὡς αἱρετικὸς ὁ ὁμόφρων αὐτοῖς ἐνομίζετο. Καὶ διὰ τοῦτο ἐξελαθεὶς τῆς αὐτῶν ἐκκλησίας, ἔδοξεν αὐτὸς μὴ βούλεσθαι κοινωνεῖν αὐτοῖς. Καὶ νῦν εἰσὶν ἐξ ἐκείνου οἱ τότε μὲν Ἀετιανοὶ, νῦν δὲ Εὐνομιανοὶ προσαγορευόμενοι: χρόνῳ γὰρ ὕστερον Εὐνόμιος, ταχυγράφος ὢν ἐκείνου, καὶ ὑπ̓ αὐτῷ παιδευθεὶς τὴν αἱρετικὴν λέξιν, τοῦ στίφους τούτου [*](Cp. iv. 7.) προέστη. Περὶ μὲν οὖν Εὐνομίου κατὰ χώραν ἐροῦμεν.

Περὶ τῆς ἐν Μεδιολάνῳ συνόδου.

[*](A.D. 355.) Τότε δὲ ἐν τῇ Ἰταλίᾳ συνῆλθον ἐπίσκοποι, τῶν μὲν ἀνατολικῶν οὐ σφόδρα πολλοὶ, ἐπεὶ τοὺς πλείους αὐτῶν τὸ τῆς ἡλικίας γῆρας καὶ τῆς ὁδοῦ τὸ διάστημα παρεῖναι ἐκώλυσεν: τῶν δὲ ἑσπερίων ὑπὲρ τοὺς τριακοσίους ἀπήντησαν. Πρόσταγμα δὲ ἦν τοῦ βασιλέως ἐν Μεδιολάνῳ πόλει ποιεῖσθαι τὴν σύνοδον: καθ̓ ἣν συνελθόντων, οἱ ἐκ τῆς ἀνατολῆς πρὸ πάντων ψῆφον κοινὴν κατὰ Ἀθανασίου

109
ἐκφέρειν ἠξίουν, ὅπως ἂν, τούτου γενομένου, τελέως ἄβατος ἐκείνῳ ἡ Ἀλεξάνδρεια γένηται. Ὡς δὲ ᾔσθοντο Παυλῖνος ὁ τῆς ἐν Γαλλίᾳ Τριβέρεως ἐπίσκοπος, Διονύσιός τε καὶ Εὐσέβιος, ὧν ὁ μὲν Ἄλβας τῆς Ἰταλῶν μητροπόλεως ἐπίσκοπος ἦν, Εὐσέβιος δὲ Βρεκέλλων— πόλις δὲ αὕτη τῶν ἐν Ἰταλίᾳ Λιγύων—ὡς ἐπὶ καθαιρέσει τῆς πίστεως τοὺς ἀνατολικοὺς σπεύδειν κυρῶσαι τὸ κατὰ Ἀθανασίου ψήφισμα, ἀναστάντες ἐβόων μακρὰ, δόλον ὑπομένειν καὶ ἀπάτην διὰ τῶν γινομένων τὸν Χριστιανισμόν. Οὐ γὰρ ἀληθῆ τὴν κατὰ Ἀθανασίου μέμψιν ἔλεγον εἶναι, ἀλλ̓ ἐπὶ παρατροπῇ τῆς πίστεως ταῦτα αὐτοὺς ἐπινοεῖν. Τοιαῦτα κεκραγότων, διαλύεται μὲν τότε τῶν ἐπισκόπων ὁ σύλλογος.

Περὶ τῆς ἐν Ἀριμίνῳ συνόδου, καὶ περὶ τῆς ἐκεῖσε ἐκτεθείσης πίστεως.

Γνοὺς δὲ ὁ βασιλεὺς, τοὺς μὲν ἐκποδὼν δἰ ἐξορίας ποιεῖ: οἰκουμενικὴν δὲ σύνοδον συγκροτεῖν ἐβούλετο, ὅπως ἂν πάντας τοὺς τῆς ἀνατολῆς ἐπισκόπους εἰς τὴν δύσιν ἑλκύσας, ὁμοδόξους, εἰ δύναιτο, τοὺς πάντας ποιήσειεν. Ὡς δὲ αὐτῷ ταῦτα σκεπτομένῳ χαλεπὰ τὰ τῆς ὁδοῦ κατεφαίνετο, διμερῆ γενέσθαι τὴν σύνοδον αὐτοῖς προσέταξεν, ἐν Ἀριμίνῳ μὲν τῆς Ἰταλίας τοὺς τότε παρόντας συνελθεῖν ἐπιτρέψας: τοὺς δὲ ἐν ἀνατολῇ διὰ γραμμάτων ἐν Νικομηδείᾳ τῆς Βιθυνίας ἀπαντῆσαι ἐκέλευσε. Ταῦτα μὲν ὁ βασιλεὺς σκοπῷ τῆς ὀμοφωνίας ἐκέλευσεν: οὐ μὴν αὐτῷ ὁ σκοπὸς χρηστὴν ἔσχεν ἔκβασιν: οὐδετέρα γὰρ τῶν συνόδων ἑαυτῇ συνεφώνησεν, ἀλλ̓ ἑκατέρα διῃρέθη. Οὔτε γὰρ οἱ ἐν Ἀριμίνῳ συνελθόντες ὁμοφωνῆσαι δεδύνηνται: καὶ οἱ τῆς ἀνατολῆς συνελθόντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας ἕτερον σχίσμα εἰργάσαντο. Ὅπως μὲν οὖν ἕκαστα τούτων ἐγένετο προϊόντες δηλώσομεν, πρότερον περὶ Εὐδοξίου μικρὰ μνημονεύσαντες. Περὶ γὰρ τόνδε τὸν χρόνον Λεοντίου τελευτήσαντος, ὃς τὸν αἱρετικὸν Ἀέτιον εἰς τὴν διακονίαν προβέβλητο, Εὐδόξιος Γερμανικείας ἐπίσκοπος ὢν—Συρίας δὲ καὶ ἥδε ἡ πόλισ—κατὰ τὴν Ῥώμην τότε παρὼν ἐπείγεσθαι σκέπτεται. Καὶ τῷ βασιλεῖ δολίως διαλέγεται, ὡς χρῃζούσης τῆς Γερμανικέων πόλεως παραμυθίας καὶ φυλακῆς, συγχωρηθῆναι αὐτῷ ταχεῖαν ἐπάνοδον. Οὐδὲν δὲ ὁ βασιλεὺς προειδόμενος ἀφίησιν αὐτόν: ὁ δὲ τοὺς τοῦ κοιτῶνος κρατοῦντας ἔχων συνεργοὺς, τὴν Ἀντιοχείας

110
ἐπισκοπὴν ὑπορύξας, τὴν ἑαυτοῦ πόλιν ἀπέλιπε. Καὶ τὸν Ἀέτιον συγκροτεῖν ἐπειρᾶτο, σπουδήν τε ἐτίθετο συνέδριον ἐπισκοπῶν καθίσαι, καὶ ἀποδοῦναι αὐτῷ τῆς διακονίας τὴν ἀξίαν. Τοῦτο μὲν οὖν οὐδαμῶς ἐγένετο, διότι ἐπικρατέστερον ἦν τὸ κατὰ Ἀετίου μῖσος τῆς Εὐδοξίου σπουδῆς. Τοσαῦτα καὶ περὶ τούτων εἰρήσθω. Τῶν δὲ ἐν τῇ Ἀριμίνῳ συνελθόντων, οἱ μὲν ἀνατολικοὶ σιγῇ τὰ [*]([parape/myontes, *wal.]) κατὰ Ἀθανασίου παραπέμψαντες συνεληλυθέναι ἔφασκον. Συνελαμβάνοντο δὲ τῇ τούτων σπουδῇ Οὐρσάκιος καὶ Οὐάλης, οἱ ἐξ ἀρχῆς μὲν τὸ τοῦ Ἀρείου συγκροτήσαντες δόγμα, ἐν τῷ μέσῳ δὲ τῷ ὁμοουσίῳ συνθέμενοι διὰ τοῦ ἐπιδοθέντος βιβλίου τῷ ἐπισκόπῳ [*](c. 24.) τῆς Ῥώμης, ὥς μοι καὶ πρότερον εἴρηται: οὗτοι γὰρ ἀεὶ πρὸς τοὺς ἐπικρατοῦντας ἐπέκλινον. Συνελαμβάνοντο δὲ τούτοις Γερμάνιος καὶ Αὐξέντιος, Δημόφιλός τε καὶ Γάϊος. Ὡς οὖν ἐν τῷ συλλόγῳ τῶν παρόντων ἄλλος ἄλλο τι προβάλλεσθαι παρετάττοντο, τηνικαῦτα οἱ περὶ Οὐρσάκιον καὶ Οὐάλεντα πάντα ἔλεγον τὰ περὶ τῆς πίστεως ὑπαγορευθέντα μένειν ἀργὰ, δέχεσθαι δὲ νεωτέραν ἔκθεσιν, ἣν μικρὸν ἔμπροσθεν ἐν Σιρμίῳ συνελθόντες ἐξέθεντο. Ταῦτα ἔλεγον, καὶ χάρτην μετὰ χεῖρας ἔχοντες, ἀναγινώσκεσθαι [*]([*wal. om. de/]) πεποιήκασιν, ἄλλην δὲ ἔκθεσιν πίστεως, ἣν ἐν Σιρμίῳ προτυπώσαντες, ἐκεῖ μὲν, ὡς καὶ πρότερον ἔφην, ἐταμιεύσαντο, τότε δὲ ἐν [*](Ath. de Syn. 8.) τῇ Ἀριμίνῳ φανερὰν πεποιήκασιν: ἥτις ἐκ Ῥωμαϊκοῦ μὲν ἡρμηνεύθη, ἐστὶ δὲ ἐν τούτοις τοῖς ῥήμασιν: [*](May 22,) Ἐξετέθη πίστις ἡ καθολικὴ ἐπὶ παρουσίᾳ τοῦ δεσπότου ἡμῶν Κωνσταντίου, [*]( A.D. 359.) ἐν ὑπατείᾳ Φλαβίου Εὐσεβίου καὶ Ὑπατίου τῶν λαμπροτάτων, ἐν Σιρμίῳ τῇ προένδεκα καλανδῶν Ἰουνίων. Πιστεύομεν εἰς ἕνα τὸν μόνον καὶ ἀληθινὸν Θεὸν, Πατέρα παντοκράτορα, κτίστην καὶ δημιουργὸν τῶν πάντων: καὶ εἰς ἕνα μονογενῆ Υἱὸν τοῦ Θεοῦ, τὸν πρὸ πάντων τῶν αἰώνων, καὶ πρὸ πάσης ἀρχῆς, καὶ πρὸ παντὸς ἐπινοουμένου χρόνου, καὶ πρὸ πάσης καταληπτῆς ἐπινοίας γεγεννημένον ἀπαθῶς ἐκ τοῦ Θεοῦ, δἰ οὗ οἵ τε αἰῶνες κατηρτίσθησαν, καὶ τὰ πάντα ἐγένετο: γεγεννημένον δὲ μονογενῆ, μόνον ἐκ μόνου ὑπὸ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ κατὰ τὰς γραφάς: οὗ τὴν γέννησιν οὐδεὶς ἐπίσταται, ἢ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Τοῦτον ἴσμεν τὸν μονογενῆ αὐτοῦ Υἱὸν, νεύματι πατρικῷ παραγενόμενον ἐκ τῶν οὐρανῶν εἰς ἀθέτησιν τῆς ἁμαρτίας, καὶ γεννηθέντα ἐκ Μαρίας τῆς παρθένου, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ πᾶσαν τὴν οἰκονομίαν πληρώσαντα κατὰ τὴν [*](Cp. Job xxxviii. 17. (Lxx.)) πατρικὴν βούλησιν, σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ εἰς τὰ καταχθόνια κατελθόντα, καὶ τὰ ἐκεῖσε οἰκονομήσαντα, ὃν πυλωροὶ ᾅδου ἰδόντες ἔφριξαν,
111
καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν, καὶ. τεσσαράκοντα ἡμερῶν πληρουμένων, ἀναληφθέντα εἰς τοὺς οὐρανοὺς, καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρὸς, καὶ ἐλευσόμενον τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ δόξῃ τῇ πατρικῇ, ἀποδιδόντα ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς τὸ Ἄγιον Πνεῦμα, ὃ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς ἐπηγγείλατο πέμψαι τῷ γένει τῶν ἀνθρώπων, τὸν Παράκλητον, κατὰ τὸ γεγραμμένον, Ἀπέρχομαι πρὸς τὸν Πατέρα μου, καὶ παρακαλέσω τὸν Πατέρα μου, καὶ [*](Cp. John xiv. 16; xvi. 14.) ἄλλον Παράκλητον πέμψει ὑμῖν, τὸ Πνεῦμα τῆς ἀληθείας. Ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ διδάξει καὶ ὑπομνήσει ὑμᾶς πάντα. Τὸ δὲ ὄνομα τῆς οὐσίας, διὰ τὸ ἁπλούστερον ὑπὸ τῶν πατέρων τεθεῖσθαι, ἀγνοούμενον δὲ ὑπὸ τῶν λαῶν, σκάνδαλον φέρειν, διὰ τὸ μήτε τὰς γραφὰς τοῦτο περιέχειν, ἤρεσε τοῦτο περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας ἐπὶ Θεοῦ εἶναι τοῦ λοιποῦ, διὰ τὸ τὰς θείας γραφὰς μηδαμοῦ περὶ Πατρὸς καὶ Υἱοῦ οὐσίας μεμνῆσθαι. Ὅμοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ κατὰ πάντα, ὡς αἱ ἅγιαι γραφαὶ λέγουσίν τε καὶ διδάσκουσιν. Τούτων ἀναγνωσθέντων, διαναστάντες οἶς ταῦτα οὐκ ἤρεσκεν ἔφασαν, Οὐ δεόμενοι πίστεως ἐνταῦθα συνεληλύθαμεν: ὑγιῆ γὰρ φυλάττομεν, ἣν ἐξ ἀρχῆς παρειλήφαμεν: ἀλλ̓ ἵνα, εἴ τις περὶ ταύτην καινοτομία γένοιτο, ταύτην κωλύσωμεν. Εἰ οὖν τὰ ἀναγνωσθέντα μηδὲν καινοτομεῖ, φανερῶς ἤδη τὴν Ἀρειανὴν αἵρεσιν ἀναθεματίσατε, καθ̓ ὃν τρόπον καὶ τὰς ἄλλας αἱρέσεις ὁ παλαιὸς κανὼν τῆς ἐκκλησίας ὡς βλασφήμους ἐξέβαλεν. Ὅτι γὰρ τὸ βλάσφημον Ἀρείου δόγμα τοὺς θορύβους τῆς ἐκκλησίας καὶ τὰς ἄχρι νῦν γινομένας, ἐκίνησε ταραχὰς, τοῦτο τῇ οἰκουμένῃ δῆλον καθέστηκεν. Αὕτη ἡ πρότασις, ἡ ὑπὸ τῶν περὶ Οὐρσάκιον καὶ Οὐάλεντα, Γερμάνιόν τε καὶ Αὐξέντιον καὶ Δημόφιλον καὶ Γάϊον μὴ δεχθεῖσα, τελέως τὴν ἐκκλησίαν διέσπασεν. Οὗτοι μὲν γὰρ τοῖς τότε κατὰ τὴν ἐν Ἀριμίνῳ ἀναγνωσθεῖσι προσέθεντο: οἱ δὲ τὴν ἐν Νικαίᾳ πίστιν αὖθις ἐκύρωσαν, κατεγέλασαν δὲ καὶ τῆς προγραφῆς τῶν ἀναγνωσθέντων: μάλιστα δὲ Ἀθανάσιος, δἰ ὧν πρὸς τοὺς ἑαυτοῦ γνωρίμους ἐπιστέλλων τοιάδε κατὰ λέξιν φησίν. Τί γὰρ ἔλειπε διδασκαλίας εἰς εὐσέβειαν τῇ καθολικῇ ἐκκλησίᾳ, ἵνα νῦν [*](Ath. de Syn. 3.) περὶ πίστεως ζητῶσι, καὶ τὴν ὑπατείαν τῶν παρόντων χρόνων προτάσσωσι τῶν παῤ αὐτῶν ἐκτιθεμένων ῥημάτων δῆθεν περὶ πίστεως; Οὐρσάκιος γὰρ καὶ Οὐάλης καὶ Γερμάνιος πεποιήκασιν, ὃ μήτε γέγονεν μήτε ἠκούσθη ποτε παρὰ Χριστιανοῖς. Γράψαντες γὰρ ὡς ἤθελον αὐτοὶ πιστεύειν, προέταξαν τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν τοῦ παρόντος χρόνου, ἵνα δείξωσι
112
πᾶσι τοῖς φρονίμοις, ὅτι μὴ πρότερον ἀλλὰ νῦν ἐπὶ Κωνσταντίου ἀρχὴν ἔχει τούτων ἡ πίστις. Πάντες γὰρ πρὸς τὴν ἰδίαν αἵρεσιν βλέποντες ἔγραφον. Πρὸς τούτοις περὶ τοῦ Κυρίου προσποιούμενοι γράφειν, ἄλλον δεσπότην ἑαυτῶν ὀνομάζουσι Κωνστάντιον: αὐτὸς γὰρ ἦν ὁ τὴν δυναστείαν τῆς ἀσεβείας αὐτοῖς παρέχων. Καὶ αἰώνιον δὲ αὐτὸν βασιλέα εἰρήκασιν οἱ τὸν Υἱὸν ἀΐδιον ἀρνούμενοι: οὕτως εἰσὶ πρὸς ἀσέβειαν Χριστομάχοι. Ἀλλ̓ ἴσως ἐστὶν αὐτοῖς πρόφασις τῆς ὑπατείας ἡ τῶν ἁγίων προφητῶν χρονογραφία. Ἀλλὰ κἂν τοῦτο τολμήσωσιν εἰπεῖν, πολὺ τὴν ἀμαθίαν ἑαυτῶν ἐξαγγέλλουσιν. Αἱ μὲν γὰρ τῶν ἁγίων προφητεῖαι χρόνων ἔχουσι μνήμην: καὶ Ἡσαΐας μὲν καὶ [*](Isa. i. 1; Hos. i. 1.) Ὠσηὲ ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαμ καὶ Ἄχαζ καὶ Ἐζεκίου γεγόνασιν: Ἰερεμίας δὲ ἐν ἡμέραις Ἰωσίου: Ἰεζεκιὴλ δὲ καὶ Δανιὴλ ἐπὶ Κύρου καὶ Δαρείου. Καὶ ἄλλοι ἐν ἄλλοις χρόνοις ἐπροφήτευσαν, οὐ τῆς θεοσεβείας ἀρχὴν καταβαλλόμενοι: ἦν γὰρ καὶ πρὸ αὐτῶν καὶ ἀεὶ καὶ πρὸ καταβολῆς κόσμου: ταύτην ἡμῖν ὁ Θεὸς ἐν Χριστῷ προητοίμασεν: οὐδὲ τῆς αὐτῶν πίστεως τοὺς χρόνους ἐσήμαινον: ἦσαν γὰρ καὶ πρὸ τούτων τῶν χρόνων αὐτοὶ πιστοί: ἀλλὰ τῆς δἰ αὐτῶν ἀπαγγελίας ἦσαν οἱ χρόνοι. Ἡ δὲ ἀπαγγελία προηγουμένως μὲν περὶ τῆς ἐπιδημίας τοῦ Σωτῆρος ἡμῶν: ἐπακολούθημα δὲ περὶ τῶν ἐσομένων τῷ Ἰσραὴλ καὶ τοῖς ἔθνεσι: καὶ ἦσαν οἱ χρόνοι σημαινόμενοι οὐκ ἀρχὴ πίστεως, καθὰ προεῖπον, ἀλλ̓ αὐτῶν τῶν προφητῶν, καθ̓ οὓς αὐτοὶ γενόμενοι τοιαῦτα προεφήτευον. Οὗτοι δὲ οἱ νῦν σοφοὶ οὐχ ἱστορίας ἐξηγούμενοι, οὐδὲ τὰ μέλλοντα προλέγοντες, ἀλλὰ γράψαντες, Ἐξετέθη ἡ πίστις ἡ καθολικὴ, εὐθὺς προσέθηκαν καὶ τὴν ὑπατείαν καὶ τὸν μῆνα καὶ τὴν ἡμέραν. Ὥσπερ οἱ ἅγιοι τῶν ἱστοριῶν καὶ τῆς ἑαυτῶν διακονίας τοὺς χρόνους ἔγραφον, οὕτως οὗτοι τῆς ἑαυτῶν πίστεως τὸν χρόνον σημαίνουσι. Καὶ εἴθε περὶ τῆς ἑαυτῶν ἔγραφον—νῦν γὰρ ἤρξαντο— καὶ μὴ ὡς περὶ τῆς καθολικῆς ἐπεχείρουν: οὐ γὰρ ἔγραψαν, οὕτω πιστεύομεν, ἀλλ̓ ὅτι ἐξετέθη ἡ καθολικὴ πίστις. Τὸ μὲν οὖν τολμηρὸν τῆς προαιρέσεως ἐλέγχει τὴν ἀμαθίαν αὐτῶν: τὸ δὲ καινὸν ἐπινόημα τῆς γραφῆς ἴσον ἐστὶ τῆς Ἀρειανῆς αἱρέσεως. Οὕτω γὰρ γράψαντες ἐδίδαξαν, πότε μὲν ἤρξαντο πιστεύειν αὐτοί: ἀπὸ δὲ τοῦ νῦν βούλονται τὴν πίστιν αὐτῶν καταγγέλλεσθαι. [*](Luke ii. 1.) Καὶ ὥσπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν ἐτέθη δόγμα περὶ τῆς ἀπογραφῆς, καὶ τοῦτο τὸ δόγμα πρότερον μὲν οὐκ ἦν, ἀπὸ δὲ τῶν ἡμερῶν ἐκείνων ἤρξατο εἶναι, καὶ ἐτέθη παρὰ τοῦ γράψαντος, οὕτω καὶ οὗτοι γράψαντες, ἐξετέθη νῦν ἡ πίστις, ἔδειξαν ὅτι νεώτερον τὸ τῆς αἱρέσεως αὐτῶν ἐστὶ φρόνημα, καὶ οὐκ ἦν πρότερον. Εἰ δὲ προστιθέασι τῆς καθολικῆς, ἔλαθον ἑαυτοὺς πεσόντες εἰς τὴν παρανομίαν τῶν ἀπὸ Φρυγίας: ὥστε καὶ αὐτοὺς κατ̓ ἐκείνους εἰπεῖν, ἡμῖν πρῶτον ἀπεκαλύφθη, καὶ ἀφ̓ ἡμῶν ἡ πίστις ἄρχεται τῶν Χριστιανῶν: καὶ ὥσπερ ἐκεῖνοι Μαξίμιλλαν καὶ Μοντανὸν, οὕτως οὗτοι ἀντὶ τοῦ Χριστοῦ δεσπότην Κωνστάντιον ἐπιγράφονται. Εἰ δὲ
113
κατ̓ αὐτοὺς ἀπὸ τῆς νῦν ὑπατείας ἀρχὴν ἡ πίστις ἔχει, τί ποιήσουσιν οἱ πατέρες καὶ οἱ μακάριοι μάρτυρες; τί δὲ καὶ αὐτοὶ ποιήσουσι τοὺς παῤ αὐτῶν κατηχηθέντας, καὶ πρὸ τῆς ὑπατείας ταύτης κοιμηθέντας; πῶς αὐτοὺς ἐγείρουσιν, ἵνα ἃ μὲν ἔδοξαν δεδιδαχέναι, τούτους ἀπαλείψωσιν, ἃ δὲ νῦν ὡς ἐφευρόντες ἔγραψαν, ἐπισπείρωσιν αὐτοῖς; οὕτως εἰσὶν ἀμαθεῖς, μόνον εἰδότες πλάττειν προφάσεις, καὶ ταύτας ἀπρεπεῖς καὶ ἀπιθάνους, ἐχούσας εὐθὺς τὸν ἔλεγχον. Τοιαῦτα μὲν Ἀθανάσιος τοῖς ἑαυτοῦ γνωρίμοις ἐπέστελλεν. Ἐξέστω δὲ τοῖς φιλομαθέσιν ἀναζητήσασι τὴν ἐπιστολὴν γνῶναι τὰ ἐν αὐτῇ δυνατῶς εἰρημένα: ἡμεῖς γὰρ μέρος αὐτῆς ἐνταῦθα παρατεθείκαμεν, τὸ μῆκος παραιτησάμενοι. Ἰστέον δὲ, ὅτι ἡ σύνοδος καθεῖλε τοὺς περὶ Οὐάλεντα καὶ Οὐρσάκιον, Αὐξέντιόν τε καὶ Γερμάνιον καὶ Γάϊον καὶ Δημόφιλον, ὅτι τὴν Ἀρειάνιον δόξαν ἀναθεματίσαι οὐ κατεδέξαντο. Διὸ οὗτοι μὲν ἀγανακτοῦντες ἐπὶ τῇ καθαιρέσει, πρὸς τὸν βασιλέα ταχέως ἀνέδραμον, ἐπικομιζόμενοι τὴν ἀναγνωσθεῖσαν ἐν τῇ συνόδῳ τῆς πίστεως ἔκδοσιν. Ἡ σύνοδος δὲ δἰ ἐπιστολῆς γνώριμα τὰ ὑπ̓ αὐτῆς γνωσθέντα καθίστη τῷ βασιλεῖ: ἧς ἐκ Ῥωμαϊκῶν μεταβληθείσης ἥδε ἔστιν ἡ διάνοια. Ἐπιστολὴ τῆς ἐν Ἀριμίνῳ συνόδου πρὸς τὸν βασιλέα Κωνστάντιον. [*](Ath. de Syn. 10. Original in Hilar. Fragm. 8.) Ἔκ τε τῆς τοῦ Θεοῦ κελεύσεως, καὶ τοῦ τῆς σῆς εὐσεβείας προστάγματος, τὰ πάλαι δογματισθέντα γεγεῆσθαι πιστεύομεν: εἰς γὰρ Ἀρίμινον ἐκ πασῶν τῶν πρὸς δύσιν πόλεων εἰς τὸ αὐτὸ πάντες ἐπίσκοποι συνήλθομεν: ἵνα καὶ ἡ πίστις τῆς καθολικῆς ἐκκλησίας γνωρισθῇ, καὶ οἱ τἀναντία φρονοῦντες ἔκδηλοι γένωνται. Ὡς γὰρ ἐπὶ πλεῖστον διασκοποῦντες εὑρήκαμεν, ἀρεστὸν ἐφάνη τὴν πίστιν τὴν ἔκπαλαι διαμένουσαν, ἣν καὶ οἱ προφῆται καὶ τὰ εὐαγγέλια καὶ οἱ ἀπόστολοι διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐκήρυξαν, τοῦ καὶ τῆς σῆς βασιλείας φρουροῦ καὶ τῆς σῆς ῥώσεως προστάτου, ἵνα ταύτην κατασχόντες φυλάξωμεν, καὶ φυλάττοντες μέχρι τέλους διατηρῶμεν. Ἄτοπον γὰρ καὶ ἀθέμιτον ἐφάνη τῶν ὀρθῶς καὶ δικαίως ὡρισμένων τι μεταλλάσσειν, καὶ τῶν ἐν Νικαίᾳ κοινῇ μετὰ τοῦ ἐνδοξοτάτου σου πατρὸς καὶ βασιλέως Κωνσταντίνου ἐσκεμμένων: ὧν ἡ διδασκαλία τε καὶ τὸ φρόνημα διῆλθέ τε καὶ ἐκηρύχθη εἰς πάσας ἀνθρώπων ἀκοάς τε καὶ διανοίας, ἥτις ἀντίπαλος μόνη καὶ ὀλετὴρ τῆς Ἀρείου αἱρέσεως ὑπῆρξε: δἰ ἧς οὐ μόνον αὐτὴ, ἀλλὰ καὶ αἱ λοιπαὶ αἱρέσεις καθῃρέθησαν: ἐν ᾗ ὄντως καὶ τὸ προσθεῖναί τι σφαλερὸν, καὶ τὸ ἀφελέσθαι ἐπικίνδυνον ὑπάρχει: ὡς εἴπερ καὶ θάτερον γένοιτο, ἔσται τοῖς ἐχθροῖς ἄδεια ποιεῖν ἅπερ βούλοιντο. Ὅθεν Οὐρσάκιός τε καὶ Οὐάλης, [*]([tou= poiei=n Ath.]) ἐπειδὴ ἔκπαλαι μέτοχοί τε καὶ σύμφρονες τοῦ Ἀρειανικοῦ δόγματος ἦσαν καθεστηκότες, καὶ τῆς ἡμετέρας κοινωνίας χωρισθέντες ἀπεφάνθησαν. ἧς ἵνα
114
μετάσχωσιν, ἐφ̓ οἷς ἑαυτοῖς συνεγνώκεισαν πλημμελήσαντες μετανοίας τε καὶ συγγνώμης ἠξίουν τυχεῖν, ὡς καὶ τὰ ἔγγραφα τὰ ὑπ̓ ἐκείνων γεγενημένα μαρτυρεῖ: δἰ ὧν ἁπάντων φειδὼ γεγένηται καὶ τῶν ἐγκλημάτων συγγνώμη. Ἦν δὲ ὁ καιρὸς καθ̓ ὃν ταῦτα ἐπράττετο, ὅτε ἐν Μεδιολάνῳ τὸ συνέδριον τῆς συνόδου συνεκροτεῖτο, συμπαρόντων δὲ καὶ τῶν πρεσβυτέρων τῆς τῶν Ῥωμαίων ἐκκλησίας. Ἐγνωκότες δὲ ἅμα καὶ τὸν μετὰ τελευτὴν ἄξιον μνήμης Κωνσταντῖνον μετὰ πάσης ἀκριβείας καὶ ἐξετάσεως τὴν συγγραφεῖσαν πίστιν ἐκτεθεικότα, ἐπειδὴ δὲ ὡς ἐξ ἀνθρώπων ἐγένετο βαπτισθεὶς, καὶ πρὸς τὴν [*]([a)/topon e)nomi/samen *wal.]) ὀφειλομένην εἰρήνην ἀνεχώρησεν, ἄτοπον εἶναι μετ̓ ἐκεῖνόν τι καινοτομεῖν, καὶ τοσούτους ἁγίους ὁμολογητὰς καὶ μάρτυρας τοὺς καὶ τοῦδε τοῦ δόγματος συγγραφεῖς τε καὶ εὑρετὰς ὑπεριδεῖν, οἵ τινες κατὰ τὸν παλαιὸν τῆς καθολικῆς ἐκκλησίας θεσμὸν ἅπαντα φρονοῦντες διαμεμενήκασιν. Ὧν ὁ Θεὸς τὴν πίστιν καὶ εἰς τοὺς σοὺς χρόνους τῆς βασιλείας μετέδωκε διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ σοὶ καὶ τὸ βασιλεύειν οὕτως ὑπῆρξεν, ὡς καὶ τῆς καθ̓ ἡμᾶς οἰκουμένης κρατεῖν. Πάλιν γοῦν οἱ ἐλεεινοὶ καὶ οἰκτροὶ τῷ φρονήματι ἀθεμίτῳ τολμήματι τῆς δυσσεβοῦς φρονήσεως κήρυκας ἑαυτοὺς ἀνήγγειλαν, καὶ ἐπιχειροῦσιν ἀνατρέπειν πᾶν τὸ τῆς ἀληθείας σύνταγμα. Ὡς γὰρ κατὰ τὸ σὸν πρόσταγμα τὸ συνέδριον τὴς συνόδου συνεκροτεῖτο, κἀκεῖνοι τῆς ἰδίας ἀπάτης ἐγύμνουν τὴν σκέψιν: ἐπειρῶντο γὰρ πανουργίᾳ τινι καὶ ταραχῇ προσφέροντές τι καινοτομεῖν, τῆς τοιαύτης ἑτεροίας τοὺς συναλισκομένους [*]([Hil.om. Auxent.]) εὑρόντες Γερμάνιον, Αὐξέντιον καὶ Γάϊον, τοὺς τὴν ἔριν καὶ διχοστασίαν ἐμποιοῦντας: ὧν ἡ διδασκαλία μία μὲν οὖσα πᾶν πλῆθος βλασφημιῶν ὑπερβέβηκεν. Ὡς δὲ συνεῖδον οὐχὶ τῆς αὐτῆς προαιρέσεως ὄντας οὔτε ὁμογνωμονοῦντας ἐφ̓ οἷς κακῶς ἐφρόνουν, εἰς τὸ συμβούλιον ἡμῶν μετήγαγον ἑαυτοὺς, ὡς δοκεῖν ἕτερον γράφειν. Ἦν δὲ ὁ καιρὸς βραχὺς, ὁ καὶ τὰς γνώμας αὐτῶν ἐξελέγχων. Ἵνα μὴ οὖν τοῖς αὐτοῖς ἀεὶ τὰ τῆς ἐκκλησίας περιπίπτῃ, καὶ ταραχὴ καὶ θόρυβος κυλινδούμενος ἅπαντα συγχέῃ, βέβαιον ἐφάνη τὰ πάλαι ὡρισμένα ἔμμονα καὶ ἀμετακίνητα διαφυλάττειν, τοὺς δὲ προειρημένους ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀποκεχωρίσθαι. Δἰ ἣν αἰτίαν τοὺς ἀναδιδάξοντας πρέσβεις πρὸς τὴν σὴν ἐπιείκειαν ἀπεστάλκαμεν, τὴν γνώμην τοῦ συνεδρίου διὰ τῆς ἐπιστολῆς μηνύσοντας: τοῖς γε πρεσβεύουσι πρό γε πάντων τοῦτο παρεκελευσάμεθα, τὸ τὴν ἀλήθειαν πιστώσασθαι, ἐκ τῶν πάλαι ἀρχαίων καὶ δικαίων ὁρμωμένους. Οἳ καὶ τὴν σὴν ἀναδιδάξουσιν ὁσιότητα, ὅτι οὐχ ὥσπερ ἔφησαν Οὐρσάκιός τε καὶ Οὐάλης, ἔσται εἰρήνη, εἴπερ τι τῶν δικαίων ἀνατραπείη. Πῶς γὰρ εἰρήνην οἷόν τε ἄγειν τοὺς τὴν εἰρήνην καταλύοντας; μᾶλλον γὰρ ἔρις καὶ ταραχὴ ἐκ τούτων σὺν ταῖς λοιπαῖς πόλεσι καὶ τῇ τῶν Ῥωμαίων ἐκκλησίᾳ γενήσεται. Διὸ δὴ καὶ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληναίῳ βλέμματι τὰ τῆς ἡμετέρας πρεσβείας ἀθρήσειας, μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων
115
καινόν τι μεταλλάττειν ἐπιτρέψειας, ἀλλ̓ ἐάσῃς ἡμᾶς ἐμμένειν τοῖς παρὰ τῶν προγόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις: οὓς ἅπαντας μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ Πνεύματος Ἁγίου πεποιηκέναι φήσαιμεν ἄν. Τὰ γὰρ νῦν παῤ ἐκείνων καινοτομούμενα τοῖς μὲν πιστεύσασιν ἀπιστίαν ἐμποιεῖ, τοῖς δὲ ἀπιστήσασιν ὠμότητα. Ἱκετεύομεν δὲ ἔτι, ἵνα κελεύσῃς τοὺς ἐπισκόπους [*]([*werumetiam infideles ad credulitatem vetantur accedere.]) τοὺς ἐν ταῖς ἀλλοδαπαῖς διατρίβοντας, οὓς καὶ τὸ τῆς ἡλικίας ἐπίπονον καὶ τὸ τῆς πενίας ἐνδεὲς τρύχει, τὴν εἰς τὰ οἰκεῖα ἀνακομιδὴν ῥᾳδίαν ποιήσασθαι, ἵνα μὴ ἔρημοι τῶν ἐπισκόπων αἱ ἐκκλησίαι διαμένωσιν. Ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμένῃ ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα: μήτε λοιπὸν ἡμᾶς μοχθεῖν, καὶ ἐκτὸς τῶν ἰδίων παροικιῶν ἐπιτρέψειας γενέσθαι, ἀλλ̓ ἵνα οἱ ἐπίσκοποι σὺν τοῖς ἰδίοις λαοῖς μετ̓ εἰρήνης εἰς εὐχάς τε καὶ λατρείας σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς σωτηρίας καὶ βασιλείας καὶ εἰρήνης, ἣν ἡ θειότης σοι εἰς τὸ διηνεκὲς χαριεῖται. Οἱ δὲ ἡμέτεροι πρέσβεις τὰς ὑπογραφὰς καὶ τὰς τῶν ἐπισκόπων προσηγορίας κομίζουσιν: οἵτινες καὶ ἐξ αὐτῶν τῶν θείων γραφῶν τὴν σὴν ἀναδιδάξουσι θειότητα. Ταῦτα μὲν οὖν ἡ σύνοδος ἔγραψε, καὶ δἰ ἐπισκόπων ἀπέστειλεν. Οἱ μέντοι περὶ Οὐρσάκιον καὶ Οὐάλεντα, φθάσαντες τὴν τούτων ἄφιξιν, προδιαβάλλουσι μὲν τὴν σύνοδον, ἐπιδείξαντες ἣν ἐπεκομίζοντο πίστεως ἔκδοσιν. Ὁ βασιλεὺς δὲ, ἐκ προλήψεως τῇ Ἀρειανῇ δόξῃ προσκείμενος, ἠγανάκτει μὲν κατὰ τῆς συνόδου: τοὺς δὲ περὶ Οὐάλεντα καὶ Οὐρσάκιον διὰ τιμῆς ἦγε πολλῆς. Διὸ οἱ ἀπὸ τῆς συνόδου πεμφθέντες ἐχρόνιζον, ἀποκρίσεως οὐ τυγχάνοντες. Ὀψὲ δέ ποτε τοιάδε πρὸς τὴν σύνοδον διὰ τῶν παρόντων ἀντέγραψεν ὁ βασιλεύς: Κωνστάντιος νικητὴς καὶ θριαμβευτὴς Αὔγουστος, πᾶσι τοῖς ἐν Ἀριμίνῳ ἐπισκόποις συνελθοῦσιν. Ἀεὶ μὲν προηγουμένην ἔχειν ἡμᾶς φροντίδα περὶ τοῦ θείου καὶ προσκυνητοῦ νόμου οὐδὲ ἡ ὑμετέρα χρηστότης ἀγνοεῖ. Ἀλλὰ νῦν τοὺς ἀπὸ τῆς συνέσεως ὑμῶν ἀποσταλέντας εἴκοσι ἐπισκόπους, ἀναδεξαμένους τὴν παῤ ὑμῶν πρεσβείαν, τέως οὐκ ἠδυνήθημεν ἰδεῖν: ἀναγκαία γὰρ ἡμῖν ἡ πρὸς τοὺς βαρβάρους ὁδός, καὶ ὡς οἴδατε, πρέπει τὴν ψυχὴν καθαρὰν οὖσαν ἀπὸ πάσης φροντίδος τὰ περὶ τοῦ θείου νόμου γυμνάζειν. Τοιγαροῦν τοὺς ἐπισκόπους ἐκελεύσαμεν ἐν τῇ Ἀδριανουπόλει ἐκδέξασθαι τὴν ἡμετέραν ἐπάνοδον, ἵν̓ ἐπειδὰν πάντα καλῶς διατεθῇ τὰ δημόσια, τότε λοιπὸν ἅπερ ὑποβάλλουσιν ἀκοῦσαι καὶ δοκιμάσαι δυνηθῶμεν. Τῇ μέντοι στερρότητι ὑμῶν μὴ βαρὺ
116
φαινέσθω ὥστε ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἵν̓ ἐπειδὰν ἐπανέλθωσι κομίζοντες ὑμῖν τὰς ἡμετέρας ἀποκρίσεις, δυνηθῆτε εἰς πέρας ἀγαγεῖν τὰ πρὸς τὴν λυσιτέλειαν ἀνήκοντα τῇ καθολικῇ ἐκκλησίᾳ. Ταῦτα δεξάμενοι τὰ γράμματα οἱ ἐπίσκοποι, αὖθις τοιαῦτα ἀντέγραψαν: [*](Cp. Theod. ii. 20.) Τὰ γράμματα τῆς σῆς φιλανθρωπίας ἐδεξάμεθα, κύριε θεοφιλέστατε βασιλεῦ, τὰ περιέχοντα διὰ τὴν τῶν δημοσίων ἀνάγκην τέως μὴ δεδυνῆσθαί σε τοὺς ἡμετέρους πρέσβεις θεωρῆσαι: ἡμᾶς δὲ κελεύεις ἐκδέξασθαι τὴν αὐτῶν ἐπάνοδον, ἕως ἂν τὰ παῤ ἡμῶν ὁρισθέντα ἀκολούθως τοῖς προγόνοις ἡμῶν ἐπιγνῷ παῤ αὐτῶν ἡ σὴ εὐλάβεια. Ἀλλὰ καὶ νῦν διὰ τούτων τῶν γραμμάτων ὁμολογοῦμεν καὶ διαβεβαιούμεθα μηδαμῶς ἡμᾶς ἀναχωρεῖν τῆς ἡμετέρας προθέσεως: τοῦτο γὰρ καὶ τοῖς πρέσβεσιν ἡμῶν ἐνετειλάμεθα. Ἀξιοῦμεν τοίνυν, ὅπως γαληναίᾳ τῇ προσόψει τά τε νῦν γράμματα τῆς ἡμετέρας μετριότητος κελεύσθῃς ἀναγνωσθῆναι: ἀλλὰ γὰρ κἀκεῖνα ἃ διὰ τῶν πρέσβεων ἡμῶν ἐνετειλάμεθα, ἡδέως ὑποδέξῃ. Ἐκεῖνο μέντοι συνορᾷ μεθ̓ ἡμῶν καὶ ἡ σὴ ἡμερότης, ὅση νῦν ἐστὶ λύπη καὶ κατήφεια, ὅτι ἐν τοῖς σοῖς μακαριωτάτοις καιροῖς τοσαῦται ἐκκλησίαι χωρὶς ἐπισκόπων εἰσί. Καὶ διὰ τοῦτο πάλιν τὴν σὴν φιλανθρωπίαν ἀξιοῦμεν, κύριε θεοφιλέστατε βασιλεῦ, ὅπως πρὸ τῆς τραχύτητος τῶν χειμώνων, εἴπερ ἀρέσειε τῇ σῇ εὐσεβείᾳ, κελεύσεις ἡμᾶς εἰς τὰς ἡμετέρας ἐκκλησίας ἐπανελθεῖν, ὑπὲρ τοῦ δύνασθαι ἡμᾶς τῷ παντοκράτορι Θεῷ καὶ τῷ δεσπότῃ καὶ Σωτῆρι ἡμῶν Ἰησοῦ Χριστῷ, τῷ Υἱῷ αὐτοῦ τῷ μονογενεῖ, ὑπὲρ τῆς σῆς βασιλείας τὰς ἐθίμους εὐχὰς μετὰ τῶν λαῶν ἀποπληροῦν, καθὼς καὶ ἀεὶ ἐπετελέσαμεν καὶ νῦν ποιοῦμεν εὐχόμενοι. Ταῦτα γράψαντες, καὶ μικρὸν ἐπιμείναντες χρόνον, ὡς οὐκ ἠξίου αὐτοὺς ὁ βασιλεὺς ἀποκρίσεως, κατὰ πόλεις τὰς ἑαυτῶν ἀνεχώρησαν. Ὁ βασιλεὺς δὲ καὶ ἤδη μὲν πρότερον ἐσκόπει τὴν Ἀρειανὴν δόξαν ταῖς ἐκκλησίαις ἐγκατασπεῖραι: ταύτην τε κρατήσειν ἐσπουδακὼς, πρόφασιν ὕβρεως τὴν ἐκείνων ποιεῖται ἀναχώρησιν, καταπεφρονῆσθαι λέγων, ὅτι παρὰ γνώμην αὐτοῦ διελύθησαν. Διὸ τοῖς μὲν περὶ Οὐρσάκιον ὅσα αὐτοῖς ἐδόκει σὺν παρρησίᾳ κατὰ τῶν ἐκκλησιῶν πράττειν ἐπέτρεψε, τὴν δὲ ἔκδοσιν τῆς ἀναγνωσθείσης ἐν Ἀριμίνῳ πίστεως ἐκέλευσεν εἰς τὰς περὶ Ἰταλίαν ἐκκλησίας ἐκπέμπεσθαι, προστάξας τοὺς μὴ βουλομένους ὑπογράφειν αὐτῇ ἐξεῶσθαι τῶν ἐκκλησιῶν, καὶ εἰς τοὺς τόπους αὐτῶν ἑτέρους ἀντικαθίστασθαι. Καὶ πρῶτος μὲν Λιβέριος ὁ τῆς Ῥώμης ἐπίσκοπος,
117
παραιτησάμενος ἐκείνῃ τῇ πίστει συνθέσθαι, ἐξόριστος γίνεται, τῶν περὶ Οὐρσάκιον εἰς τὸν τόπον αὐτοῦ καταστησάντων Φίληκα, ὃς διάκονος ὢν τῆς ἐν Ῥώμῃ ἐκκλησίας, καὶ τῇ Ἀρειανῇ δόξῃ προστεθεὶς, εἰς τὴν ἐπισκοπὴν προεβλήθη: εἰσὶ δὲ οἱ λέγοντες, ὅτι οὐ προσέθετο μὲν τῇ Ἀρειανῇ δόξῃ, βίᾳ δὲ καὶ ἀνάγκῃ κεχειροτόνητο. Πάντα μὲν οὖν τότε τὰ κατὰ τὴν δύσιν καινοτομούμενα ταραχὴν εἶχε, τῶν μὲν ἐξωθουμένων καὶ ἀποστελλομένων εἰς ἐξορίαν: τῶν δὲ εἰς τόπον τῶν αὐτῶν ἀντικαθισταμένων. Καὶ ταῦτα ἐγίνετο βίᾳ καὶ τῶν [*]([Qu. e)k tw=n;]) βασιλικῶν προσταγμάτων, ἅπερ καὶ εἰς τὰ ἑῷα μέρη ἀπέσταλτο. Ὁ Λιβέριος μὲν οὖν μικρὸν ὕστερον, τῆς ἐξορίας ἀνακληθεὶς, τὸν οἰκεῖον θρόνον ἀπέλαβε, τοῦ ἐν Ῥώμῃ λαοῦ στασιάσαντος καὶ τῆς ἐκκλησίας ἐκβάλοντος τὸν Φίληκα: ὅ τε βασιλεὺς καὶ παρὰ γνώμην τούτοις ἐγένετο σύμψηφος. Οἱ δὲ περὶ Οὐρσάκιον τῆς Ἰταλίας ἀναχωρήσαντες καὶ ἐπὶ τὰ ἀνατολικὰ διαβαίνοντες μέρη, πόλιν τῆς Θρᾴκης, ὄνομα Νίκην, καταλαμβάνουσι: μικρὸν δὲ ἐπιμείναντες ἐν αὐτῇ χρόνον, ἕτερον ποιοῦνται ἐν αὐτῇ συνέδριον: καὶ τὴν ἀναγνωσθεῖσαν [*](Cp. c. 41.) ἐν Ἀριμίνῳ τῆς πίστεως ἔκδοσιν εἰς Ἑλλάδα γλῶσσαν ἑρμηνεύσαντες, καθ̓ ὃν ἀνωτέρω γέγραπται τρόπον, εἶτα δημοσιεύσαντες ἐβεβαίωσαν, ἐπιφημίσαντες ὑπὸ τῆς οἰκουμενικῆς συνόδου καὶ ὑπηγορεῦσθαι τὴν πίστιν τὴν ἐν Νίκῃ, τῷ παρομοίῳ τοῦ ὀνόματος συναρπάζειν τοὺς ἁπλουστέρους βουλόμενοι: τὴν ἐν Νικαίᾳ γὰρ τῆς Βιθυνίας πίστιν εἶναι ἐνόμιζον. Ἀλλ̓ οὐδὲν [*](Hilar. Fragm. 8.) αὐτοὺς ὤνησε τὸ σόφισμα: μετ̓ οὐ πολὺ γὰρ ἐξηλέγχθη: διετέλουν γὰρ γελώμενοι. Περὶ μὲν οὖν τῶν κατὰ τὰ ἑσπέρια γενομένων μέρη τοσαῦτα εἰρήσθω. Μετιτέον δὲ ἐπὶ τὴν διήγησιν τῶν κατὰ τὸν αὐτὸν χρόνον κατὰ τὴν ἀνατολὴν γεγενημένων: ἀρκτέον δὲ ἐντεῦθεν.

Περὶ τῆς Μακεδονίου ὠμότητος, καὶ περὶ τῶν δἰ αὐτοῦ γεγονότων ταραχῶν.

Οἱ τοῦ Ἀρειανοῦ μέρους ἐπίσκοποι μεῖζον ἐκ τῶν βασιλικῶν προσταγμάτων προσελάμβανον θράσος: καὶ ὅπως τὴν μὲν σύνοδον παρεσκευάζοντο συγκροτεῖν, μικρὸν ὕστερον λέξω: τὰ δὲ πρὸ τῆς συνόδου ὑπ̓ αὐτῶν γενόμενα πρότερον ἐπιδράμωμεν. Ἀκάκιος μὲν γὰρ καὶ Πατρόφιλος Μάξιμον τὸν Ἱεροσολύμων ἐξωθήσαντες,

118
Κύριλλον ἀντικατέστησαν. Μακεδόνιος δὲ τὰς γειτνιαζούσας ἐν Κωνσταντινουπόλει ἐπαρχίας τε καὶ πόλεις ἀνέτρεπεν, ὑπουργοὺς τοῦ οἰκείου σκοποῦ κατὰ τῶν ἐκκλησιῶν προβαλλόμενος, καὶ τῆς μὲν Κυζίκου Ἐλεύσιον ἐπίσκοπον ἀναδεικνὺς, τῆς δὲ Νικομηδείας Μαραθώνιον: ὃς πρότερον μὲν διάκονος ἦν ὑπὸ Μακεδονίῳ ταττόμενος, σπουδαῖος δὲ περὶ τὸ συστήσασθαι ἀνδρῶν τε καὶ γυναικῶν μοναστήρια. Ὅπως δὲ Μακεδόνιος τὰς περὶ Κωνσταντινούπολιν [*](Supr. c. 16.) ἐπαρχίας καὶ πόλεις ἀνέτρεπεν, ἤδη λεκτέον. Οὗτος γὰρ, ὡς καὶ φθάσας εἶπον, δραξάμενος τῆς ἐπισκοπῆς μυρία κακὰ ποιεῖ τοῖς μὴ αἱρουμένοις τὰ αὐτοῦ φρονεῖν: καὶ οὐ μόνον γε τοὺς τῆς ἐκκλησίας διακρινομένους συνήλαυνεν, ἀλλὰ γὰρ καὶ Ναυατιανοὺς, εἰδὼς καὶ αὐτοὺς φρονοῦντας τὸ ὁμοούσιον. Συνηλαύνοντο οὖν καὶ οὗτοι τὰ ἀνήκεστα πάσχοντες: καὶ φεύγει μὲν αὐτῶν ὁ ἐπίσκοπος, [*](Cp. iv. 9.) Ἀγέλιος ὄνομα αὐτῷ: πολλοὶ δὲ τῶν ἐπισήμων ἐπ̓ εὐλαβείᾳ συλληφθέντες ᾐκίζοντο, ἐπεὶ μὴ ἐβούλοντο μετέχειν τῆς κοινωνίας αὐτοῦ. Μετὰ δὲ τοὺς αἰκιζομένους, βίᾳ τῶν μυστηρίων μετέχειν τοὺς ἄνδρας ἠνάγκαζον: ξύλῳ γὰρ διαιροῦντες τὰ στόματα τῶν ἀνθρώπων τὰ μυστήρια ἐνετίθεσαν. Οἱ δὲ ὑπομένοντες τοῦτο μείζονα τῶν ἄλλων τιμωριῶν κόλασιν ταύτην ἐνόμιζον. Γύναιά τε καὶ παιδία συναρπάζοντες μυεῖσθαι ἠνάγκαζον: εἰ δέ τις παραιτοῖτο ἢ ἄλλως ἀντέλεγεν, εὐθὺς ἐπηκολούθουν πληγαὶ, καὶ μετὰ τὰς πληγὰς δεσμοί τε καὶ δεσμωτήρια, καὶ τὰ ἄλλα δεινά: ὧν ἑνὸς ἢ δυοῖν ἐπιμνησθεὶς, φανερὰν τὴν ἀπήνειαν καὶ ὠμότητα Μακεδονίου καὶ τῶν τότε ἀκμασάντων ἀνθρώπων τοῖς ἀκούουσι καταστήσω. Γυναικῶν γὰρ τῶν μὴ ἀνασχομένων μετασχεῖν τῶν μυστηρίων τοὺς μαστοὺς ἐν κιβωτῷ βαλόντες ἀπέπριον. Ἄλλων τε γυναικῶν τὰ αὐτὰ μόρια, τοῦτο μὲν σιδήρῳ, τοῦτο δὲ ὠοῖς εἰς ἄκρον πυρὶ θερμανθεῖσι, προσφέροντες ἔκαιον. Ξένη τε καὶ παρὰ τὰς Ἑλλήνων τιμωρίας αὕτη ἡ ὑπὸ τῶν Χριστιανίζειν λεγόντων ἐγίνετο. Ταῦτα δὲ ἐγὼ παρὰ τοῦ μακροχρονιωτάτου Αὐξάνοντος ἤκουσα, οὗ κἂν τῷ [*](Cp. i. 13.) πρώτῳ βιβλίῳ μνήμην πεποίημαι: ὃς πρεσβύτερος μὲν ἦν τῆς τῶν Ναυατιανῶν ἐκκλησίας. Πεπονθέναι δὲ ἔλεγε καὶ αὐτὸς οὐκ ὀλίγα παρὰ τῶν Ἀρειανιζόντων κακὰ, οὔπω τηνικαῦτα τῆς τοῦ πρεσβυτέρου ἀξίας λαχών: ἅμα δὲ Ἀλεξάνδρῳ Παφλαγόνι συνασκοῦντι αὐτῷ εἴς τε εἱρκτὴν βεβλῆσθαι καὶ πληγὰς ὑπομεῖναι πολλάς. Ἐνεγκεῖν μὲν τὰς βασάνους αὐτὸς ἔλεγεν, Ἀλέξανδρον δὲ ὑπὸ τῶν
119
πληγῶν ἐν τῇ εἱρκτῇ τελευτῆσαι: ὃς τέθαπται νῦν ἐν δεξιᾷ εἰσπλεύσαντι τὸν Βυζάντιον κόλπον, ὃς καλεῖται Κέρας, πλησίον τῶν ποταμῶν: οὗ καὶ ἐκκλησία ἐστὶ τῶν Ναυατιανῶν, Ἀλεξάνδρου ἐπώνυμος. Καθῄρουν μὲν οὖν οἱ Ἀρειανίζοντες, Μακεδονίου κελεύοντος, ἄλλας τε πόλλας κατὰ πόλεις ἐκκλησίας, καὶ δὴ καὶ Ναυατιανῶν τὴν πλησίον τοῦ Πελαργοῦ ἐν τῇ Κωνσταντινουπόλει κειμένην. Ὅτου χάριν δὲ ταύτην ἰδικῶς ἐμνημόνευσα, λέξων ἔρχομαι, ὅσα παρὰ τοῦ γεραιτάτου Αὐξάνοντος ἤκουσα. Ὁ βασιλέως νόμος καὶ ἡ Μακεδονίου βία καθαιρεῖσθαι τῶν τὸ ὁμοούσιον φρονούντων τὰς ἐκκλησίας ἐκέλευον. Ἕλκει δὴ τὸ θέσπισμα καὶ ἡ βία κατὰ τῆσδε τῆς ἐκκλησίας, καὶ ἤπειγον οἱ προστεταγμένοι τοῦτο ποιεῖν. Θαυμάσαι οὖν μοι ἔπεισι τόν τε Ναυατιανῶν λαὸν, ὁπόσον εἶχον ζῆλον καὶ σπουδὴν περὶ τὴν ἑαυτῶν ἐκκλησίαν, καὶ τὴν εὔνοιαν ἣν εἶχον περὶ αὐτοὺς οἱ τότε μὲν τῆς ἐκκλησίας ὑπὸ τῶν Ἀρειανῶν ἐκβληθέντες, νῦν δὲ ἐν εἰρήνῃ τὰς ἐκκλησίας κατέχοντες. Ὡς δὲ ἤπειγον καθαιρεῖσθαι καὶ τήνδε τὴν ἐκκλησίαν οἷς τοῦτο προσετέτακτο, συνήγοντο πλεῖστος ὅμιλος ἀνθρώπων Ναυατιανῶν τε καί τινες τῶν ὁμοφρονούντων αὐτοῖς: καὶ καθελόντες τὴν ἐκκλησίαν αὐτῶν εἰς ἄλλον τόπον μετέθεσαν. Ὁ δὲ τόπος οὗτος ἀντιπέραθεν μὲν κεῖται τῆς πόλεως: Συκαὶ δὲ ὀνομάζονται, καὶ ἐστὶ τρισκαιδέκατον τῆς Κωνσταντινουπόλεως κλίμα. Ταχεῖα δὲ ἐγένετο ἡ τῆς ἐκκλησίας μετάθεσις, λαοῦ πολλοῦ σὺν προθυμίᾳ μεγίστῃ μεταφερόντων αὐτήν. Ὁ μὲν γάρ τις ἔφερε κέραμον, ὁ δὲ λίθον, ἕτερος δὲ ξύλον: καὶ ἄλλος ἄλλο λαμβάνων, ἐπὶ τὰς Συκὰς ἀπεκόμιζεν. Συνεπελαμβάνοντο δὲ καὶ γυναῖκες καὶ ἡ μικρὰ ἡλικία, εὐχὴν ἡγούμενοι πληροῦν καὶ μέγα κέρδος λαμβάνειν, τῶν ἀφιερωθέντων τῷ Θεῷ φύλακες ἀκέραιοι γενέσθαι ἠξιωμένοι. Οὕτως μὲν οὖν τότε ἡ τῶν Ναυατιανῶν ἐκκλησία εἰς τὰς Συκὰς μετενήνεκτο: χρόνῳ δὲ ὕστερον μετὰ τὴν τελευτὴν Κωνσταντίου, ὁ βασιλεὺς Ἰουλιανὸς τόν τε τόπον ἀποδοθῆναι ἐκέλευσε καὶ ἀνοικοδομεῖν ἐπέτρεψεν. Αὖθίς τε ὁ λαὸς τὸν αὐτὸν τρόπον ἀντιμετενεγκόντες τὰς ὕλας, τὴν ἐκκλησίαν εἰς τὸν ἐξ ἀρχῆς ᾠκοδόμησαν τόπον: καὶ βελτιώσαντες, Ἀναστασίαν καλεῖσθαι φερωνύμως ἠξίωσαν. Ἡ μὲν οὖν ἐκκλησία ὕστερον, ὡς ἔφην, ἐπὶ Ἰουλιανοῦ ἀνέστη: τότε δὲ ἄμφω οἵ τε τῆς ἐκκλησίας καὶ οἱ Ναυατιανοὶ ὁμοίως ἠλαύνοντο. Διὸ καὶ οἱ τῆς ἐκκλησίας ἐβδελύττοντο ἐν τοῖς
120
εὐκτηρίοις εὔχεσθαι τόποις, ἐν οἷς οἱ Ἀρειανοὶ συνήγοντο: εἰς δὲ τὰς ἄλλας τρεῖσ—τοσαύτας γὰρ ἐντὸς τῆς πόλεως ἔχουσιν οἱ τῶν Ναυατιανῶν ἐκκλησίασ—συνερχόμενοι ἀλλήλοις συνηύχοντο: μικροῦ τε ἐδέησεν ἑνωθῆναι αὐτοὺς, εἰ μὴ Ναυατιανοὶ φυλάττοντες ἀρχαῖον παράγγελμα παρῃτήσαντο: ὅμως δὲ τὴν ἄλλην εὔνοιαν εἰς ἀλλήλους προθυμότερον ἐφύλαττον, ὑπεραποθνήσκειν ἀλλήλων αἱρούμενοι. Συνηλαύνοντο οὖν ἐν τῇ αὐτῇ Κωνσταντινουπόλει, καὶ κατὰ τὰς ἄλλας ἐπαρχίας τε καὶ πόλεις. Αὐτίκα γοῦν ἐν Κυζίκῳ Ἐλεύσιος ὁ τῆσδε ἐπίσκοπος ὁμοίως ἅμα Μακεδονίῳ κατὰ τῶν Χριστιανῶν ἐποίει, πανταχόθεν ἐλαύνων καὶ διαστρέφων αὐτούς: τήν τε ἐν Κυζίκῳ τῶν Ναυατιανῶν ἐκκλησίαν καθεῖλεν εἰς ἔδαφος. Μακεδόνιος δὲ τὸν κολοφῶνα τῶν κακῶν οἷς ἔδρασεν ἐπιτίθησι: πυθόμενος γὰρ κατὰ τὸ Παφλαγόνων ἔθνος πλείστους εἶναι τῆς Ναυατιανῆς θρησκείας, καὶ μάλιστα κατὰ τὸ Μαντίνιον, συνιδών τε ὡς οὐχ οἷόν τε τοσοῦτον πλῆθος δἰ ἐκκλησιαστικῶν ἀνθρώπων ἐλαύνεσθαι, τέσσαρας ἀριθμοὺς στρατιωτῶν γνώμῃ τοῦ βασιλέως ἐπὶ τὴν Παφλαγονίαν πεμφθῆναι πεποίηκεν, ὅπως φόβῳ τῶν ὁπλιτῶν τὴν Ἀρειανὴν δόξαν προσδέξωνται. Οἱ δὲ οἰκοῦντες τὸ Μαντίνιον, ζήλῳ τῆς θρησκείας, ἀπονοίᾳ κατὰ τῶν στρατιωτῶν ἐχρήσαντο: γενόμενοί τε ἅμα πολλοὶ, δρέπανά τε μακρὰ καὶ ἀξίνας λαβόντες, καὶ παντὶ τῷ παρατυχόντι ὅπλῳ χρώμενοι, ἀπήντων τοῖς στρατιώταις. Καὶ γενομένης συμβολῆς, πολλοὶ μὲν τῶν Παφλαγόνων ἀπέθανον: τῶν δὲ στρατιωτῶν πλὴν ὀλίγων οἱ πάντες. Ταῦτα ἐγὼ παρὰ ἀγροίκου Παφλαγόνος ἔμαθον, ὃς ἔλεγε παρεῖναι τῇ μάχῃ: λέγουσι δὲ ταῦτα καὶ ἄλλοι Παφλαγόνων πολλοί. Τοιαῦτα μὲν οὖν τὰ Μακεδονίου ὑπὲρ τοῦ Χριστιανισμοῦ κατορθώματα, φόνοι καὶ μάχαι καὶ ἀνδραποδισμοὶ καὶ ἐμφύλιοι πόλεμοι. Αὕτη μέντοι ἡ πρᾶξις οὐ μόνον παρὰ τῶν ἠδικημένων, ἀλλὰ καὶ παρὰ τῶν οἰκείως πρὸς αὐτὸν ἐχόντων, δίκαιον κατ̓ αὐτοῦ μῖσος εἰργάσατο. Προσέκρουσέ τε καὶ αὐτῷ τῷ βασιλεῖ διά τε τοῦτο, καὶ δἰ ἑτέραν αἰτίαν τοιάνδε: ὁ οἶκος ἔνθα ἡ λάρναξ, ἐν ᾗ τὸ σῶμα τοῦ βασιλέως Κωνσταντίνου ἀπέκειτο, πτῶσιν ἠπείλει. Ἦσαν οὖν διὰ τοῦτο οἵ τε εἰσπορευόμενοι καὶ οἱ προσεδρεύοντες καὶ εὐχόμενοι ἐν φόβῳ πολλῷ. Ὁ οὖν Μακεδόνιος [*]([*wal. sulhqh=|]) ἐβουλεύσατο μεταφέρειν τὰ τοῦ βασιλέως ὀστᾶ, ὅπως ἂν μὴ συλληφθῇ ἡ θήκη ὑπὸ τοῦ πτώματος. Τοῦτο γνόντες οἱ λαοὶ διακωλύειν
121
ἐπεχείρουν, φάσκοντες μὴ δεῖν τοῦ βασιλέως τὰ ὀστᾶ μεταφέρεσθαι, ἴσον γὰρ εἶναι τὸ ἀνορύττεσθαι. Διῃροῦντό τε εὐθὺς οἱ λαοὶ εἰς δύο τμήματα: καὶ οἱ μὲν μηδὲν βλάπτεσθαι τὸ μεταφέρεσθαι τὸν νεκρὸν ἔφασκον: οἱ δὲ ἀνόσιον ἔλεγον τὸ γιγνόμενον. Συνήρχοντό τε καὶ οἱ τοῦ ὁμοουσίου φρονήματος, τῷ γιγνομένῳ ἀντέχοντες. Ὁ δὲ Μακεδόνιος μικρὰ τῶν αὐτῷ ἀντιλεγόντων φροντίσας, μεταφέρει τὸ σῶμα τοῦ βασιλέως εἰς τὴν ἐκκλησίαν, ἐν ᾗ τὸ σῶμα τοῦ μάρτυρος Ἀκακίου ἀπόκειται. Τούτου γενομένου, συνδρομὴ τῶν διχονοούντων τοῦ πλήθους εἰς ἐκείνην τὴν ἐκκλησίαν σύντονος γίνεται. Ἀνθίσταντό τε ἀλλήλοις τὰ μέρη, καὶ μὴ μελλήσαντες χερσὶν ἠμύναντο, καὶ γίνεται φόνος ἀνθρώπων πολύς: ὥστε τὴν αὐλὴν τῆς ἐκκλησίας ἐκείνης αἵματος πλήρη γενέσθαι, καὶ τὸ ἐν αὐτῇ φρεὰρ ὑπερβλύσαι τοῦ αἵματος, ἐκρεῖν δὲ τοῦτο καὶ εἰς τὴν ἐχομένην στοὰν ἄχρι τῆς πλατείας αὐτῆς. Τοῦτο τὸ ἀτύχημα πυθόμενος ὁ βασιλεὺς ὀργίζεται κατὰ τοῦ Μακεδονίου, καὶ διὰ τοὺς ἀπολωλότας, καὶ ὅτι τοῦ πατρὸς αὐτοῦ τὸ σῶμα παρακινῆσαι παρὰ τὴν αὐτοῦ γνώμην ἐτόλμησε. Καταλιπὼν οὖν τῶν ἑσπερίων μερῶν φροντίζειν τὸν Καίσαρα Ἰουλιανὸν, αὐτὸς ἐπὶ τὴν ἑῴαν ἐπορεύετο. Ὅπως μὲν οὖν Μακεδόνιος μικρὸν ὕστερον καθῃρέθη, βραχεῖαν ἀντὶ τηλικούτων κακῶν ταύτην δεδωκὼς δίκην, ὀλίγον ὕστερον λέξω.

Περὶ τῆς ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας συνόδου.

Περὶ δὲ τῆς ἑτέρας συνόδου, ἣν ἀντίμιμον τῆς ἐν Ἀριμίνῳ συνόδου κατὰ τὴν ἀνατολὴν γενέσθαι τὸ βασιλέως ἐκέλευε πρόσταγμα, νῦν διηγήσομαι. Ἐδέδοκτο πρότερον ἐν Νικομηδείᾳ τῆς Βιθυνίας τοὺς ἐπισκόπους συνάγεσθαι: ἐνέκοψε δὲ αὐτῶν τὴν ἐκεῖσε συνέλευσιν σεισμὸς ἐπιγενόμενος μέγιστος, ἀφ̓ οὗ συνέβη τὴν Νικομηδέων πόλιν πεσεῖν. Τοῦτο δὲ γέγονεν ὑπατευόντων Τατιανοῦ [*](A.D. 358.) καὶ Κερεαλίου περὶ τὴν ὀγδόην εἰκάδα τοῦ Αὐγούστου μηνός. Ἐβουλεύοντο οὖν μεταθεῖναι τὴν σύνοδον εἰς τὴν γειτνιάζουσαν αὐτῇ Νίκαιαν. Καὶ τοῦτο μὲν αὖθις μετέδοξεν, εἰς Ταρσὸν δὲ τῆς Κιλικίας ἐδόκει συνέρχεσθαι: οὐ δὲ τούτου ἀρέσαντος, εἰς Σελεύκειαν τῆς Ἰσαυρίας τὴν ἐπικαλουμένην Τραχεῖαν συνεληλύθασι.

122
[*](A.D. 359.) Τοῦτο δὲ ἐν τῷ αὐτῷ ἐνιαυτῷ πεποιήκασιν, ὑπατευόντων Εὐσεβίου καὶ Ὑπατίου. Ησαν δὲ οἱ συνελθόντες τὸν ἀριθμὸν ἑκατὸν ἑξήκοντα: συμπαρῆν δὲ αὐτοῖς εἷς τῶν ἐν τοῖς βασιλικοῖς ἐκφανῶν, ὄνομα Λεωνᾶς, ἐφ̓ οὗ προθεῖναι τὸ περὶ τῆς πίστεως ζήτημα τὸ βασιλέως ἐκέλευε πρόσταγμα. Προστέτακτο παρεῖναι καὶ Λαυρίκιος, ὁ τῶν κατὰ τὴν Ἰσαυρίαν στρατιωτῶν ἡγούμενος, ὑπουργήσων [*]([Qu. tou/twn;]) εἰ δεήσοι τοῖς ἐπισκόποις. Ἐπὶ τοῦτον δὴ συνελθόντες τῇ ἑβδόμῃ καὶ εἰκάδι τοῦ Σεπτεμβρίου μηνὸς, ἐπὶ δημοσίων ὑπομνημάτων διελέγοντο. Παρῆσαν γὰρ δὴ καὶ ὀξυγράφοι τὰ παῤ ἑκάστου λεγόμενα σημειούμενοι: ὧν τὰ μὲν καθ̓ ἕκαστον ἐν τῇ συναγωγῇ Σαβίνου ζητείτωσαν οἱ φιλομαθεῖς διὰ μακροτέρων ἐγκείμενα: ἡμεῖς δὲ τὰ κεφαλαιώδη μόνον ἐπιτρέχοντες ἐκθησόμεθα. Ἐν δὲ τῇ πρώτῃ ἡμέρᾳ συνελθόντων, ὁ Λεωνᾶς τὰ ἑκάστῳ δοκοῦντα προθεῖναι ἐκέλευσεν: οἱ δὲ παρόντες οὐ πρότερον ἔφασάν τινα κινῆσαι ζήτησιν, πρὶν ἂν οἱ ἀπολειφθέντες συνέλθωσι: καὶ γὰρ ἦσαν ἀπολειφθέντες ἐπίσκοποι, Μακεδόνιος ὁ Κωνσταντινουπόλεως, Βασίλειος Ἀγκύρας, καὶ ἄλλοι τινες κατηγορίας ὑφορώμενοι. Μακεδόνιος μὲν οὖν νοσεῖν εἰπὼν ἀπολέλειπτο: Πατρόφιλος δὲ ὀφθαλμιᾷν ἔλεγε, καὶ διὰ τοῦτο ἐν προαστείῳ τῆς Σελευκείας ἀνάγκην ἔχειν διάγειν: καὶ τῶν ἄλλων δὲ ἕκαστος πρόφασίν τινα τῆς ἀπολείψεως προεβάλλοντο. Ἐπεὶ δὲ ὁ Λεωνᾶς καὶ τούτων μὴ παρόντων δεῖν προτιθέναι τὰ τῆς ζητήσεως ἔλεγεν, οἱ παρόντες αὖθις ἐπῆγον, ὡς οὐδ̓ ἥν τινα κινήσωσι ζήτησιν, εἰ μὴ πρότερον τῶν κατηγορουμένων οἱ βίοι ἐξετασθῶσι. Κατηγόρηντο γὰρ ἤδη πρότερον Κύριλλος ὁ Ἱεροσολύμων, Εὐστάθιος Σεβαστίας τῆς ἐν Ἀρμενίᾳ, καὶ ἄλλοι τινες. Ἐκ τούτου φιλονεικία εἰς τοὺς παρόντας ἐνέπεσεν: οἱ μὲν γὰρ τοὺς βίους τῶν κατηγορουμένων πρότερον ἐρευνᾶσθαι ἔλεγον: οἱ δὲ πρὸ τῆς πίστεως μὴ προτιθέναι ζήτημα. Ἐκίνει δὲ τὴν φιλονεικίαν ἡ διάφορος τοῦ βασιλέως γνώμη: γράμματα γὰρ αὐτοῦ προεφέρετο, νῦν μὲν πρότερον τοῦτο ζητεῖσθαι κελεύοντα, νῦν δὲ τὸ ἕτερον. Περὶ τούτου οὖν τῆς φιλονεικίας γινομένης, σχίσμα εἰς τοὺς παρόντας ἐχώρησε: καὶ αὕτη γέγονε προφάσεως ἀρχὴ τοῦ καὶ τὴν ἐν Σελευκείᾳ εἰς δύο μέρη διαιρεθῆναι σύνοδον. Ἡγοῦντο δὲ τοῦ μὲν ἑνὸς μέρους Ἀκάκιος ὁ τῆς ἐν Παλαιστίνῃ Καισαρείας, Γεώργιος Ἀλεξανδρείας, Οὐράνιος Τύρου, Εὐδόξιος Ἀντιοχείας: οἷς τριάκοντα δύο μόνον
123
συνῄνουν ἄλλοι. Τοῦ δὲ ἑτέρου, Γεώργιος Λαοδικείας τῆς ἐν Συρίᾳ, Σωφρόνιος Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ, Ἐλεύσιος Κυζίκου: οἷς ἠκολούθουν οἱ πλείονες. Ὡς οὖν ἐπεκράτει τὸ πρότερον ζητεῖσθαι περὶ τῆς πίστεως, οἱ μὲν τοῦ μέρους Ἀκακίου τὴν ἐν Νικαίᾳ πίστιν φανερῶς ἠθέτησαν, ἄλλην τε πίστιν ὑπαγορεύειν ᾐνίττοντο: οἱ δὲ τοῦ ἑτέρου μέρους, οἱ τῷ ἀριθμῷ [*](Cp. Ath. de Syn. 12.) πλεονάζοντες, τὰ μὲν ἄλλα πάντα τῆς ἐν Νικαίᾳ συνόδου ἀπεδέχοντο: μόνην δὲ τὴν τοῦ ὁμοουσίου λέξιν ἐμέμφοντο. Πολλὰ οὖν ἄχρι δείλης ὀψίας πρὸς ἀλλήλους φιλονεικούντων, τέλος Σιλβανὸς τῆς Ταρσοῦ προεστὼς ἐκκλησίας μέγα ἀνέκραγε, λέγων μὴ χρῆναι καινὴν ὑπαγορεύειν πίστεως ἔκδοσιν, ἀλλὰ τὴν ἤδη πρότερον ἐν Ἀντιοχείᾳ τοῖς ἐγκαινίοις ὑπαγορευθεῖσαν ὀφείλειν κρατεῖν. Τούτου λεχθέντος, οἱ μὲν περὶ Ἀκάκιον ὑπεξῆλθον: οἱ δὲ τοῦ ἑτέρου μέρους προεκόμισαν τὴν ἐν Ἀντιοχείᾳ πίστιν, καὶ ἀναγνόντες διέλυσαν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸν σύλλογον. Τῇ δὲ ἑξῆς εἰς τὸν ἐν Σελευκείᾳ εὐκτήριον συνελθόντες οἶκον, καὶ τὰς θύρας ἀποκλείσαντες, τὴν ἀναγνωσθεῖσαν πίστιν ὑπογράφοντες ἐκύρουν. Ὑπέγραφον δὲ ὑπὲρ ἀπολειφθέντων τινῶν παρόντες ἀναγνῶσται καὶ διάκονοι, δἰ ὧν στέρξειν τὸν ὅρον οἱ ἀπολειφθέντες ὡμολόγησαν.

Ὅτι ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ Ἀκάκιος ὁ Καισαρείας ἄλλην ὑπηγόρευσεν ἔκθεσιν πίστεως.

Ἀκάκιος δὲ καὶ οἱ τοῦ μέρους αὐτοῦ τὰ γινόμενα διεμέμφοντο, διότι τὴν ἐκκλησίαν ἀποκλείσαντες καθυπέγραφον: τὰ γὰρ ἐν παραβύστῳ, φησὶ, γινόμενα ἀδόκιμα καὶ ὑποψίας ἐντός. Ταῦτα ἔλεγε, βουλόμενος ἑτέραν ἔκδοσιν πίστεως ἀντεισενεγκεῖν, ἔχων εὐτρεπισμένην, ἣν ἀνεγνώκει μὲν τοῖς ἄρχουσι Λαυρικίῳ καὶ Λεωνᾷ, μόνην δὲ αὐτὴν κρατήσειν ἐσπούδαζε. Τούτων μὲν οὖν πλέον οὐδὲν κατὰ τὴν δευτέραν ἡμέραν ἐγίνετο: κατὰ δὲ τὴν τρίτην ὁ Λεωνᾶς αὖθις τὰ μέρη συναγαγεῖν ἐσπούδαζε: καθ̓ ἣν οὐκ ἀπελείφθη καὶ Μακεδόνιος ὁ Κωνσταντινουπόλεως, οὐδὲ μὴν ὁ Ἀγκύρας Βασίλειος. Ἐπεὶ οὖν ἀμφότεροι εἰς ταὐτὸ μέρος συνεληλύθεισαν, αὖθις οἱ περὶ Ἀκάκιον ἀπαντᾷν οὐκ ἐβούλοντο, φάσκοντες δεῖν πρότερον ἐκβάλλεσθαι τοῦ συλλόγου τούς τε ἤδη πρότερον καθαιρεθέντας, καὶ τοὺς ἐν τῷ παρόντι κατηγορουμένους.

124
Ἐπεὶ δὲ, φιλονεικησάντων, τοῦτο μᾶλλον ἐκράτησεν, ὑπεξῄεσαν μὲν οἱ ἐν αἰτιάσει τυγχάνοντες, ἀντεισῆλθον δὲ οἱ περὶ Ἀκάκιον. Τότε δὲ ὁ Λεωνᾶς ἔφη βιβλίον δεδόσθαι αὐτῷ παρὰ τῶν περὶ Ἀκάκιον, ἀποκρύψας ὡς εἴη δόγματος ὑπαγόρευσις τοῦτο μὲν λεληθότως, τοῦτο δὲ καὶ φανερῶς μαχομένου τοῖς προλαβοῦσιν. Ὡς δὲ οἱ παρόντες ἡσύχασαν, ἄλλο τι μᾶλλον ἢ πίστεως ἔκδοσιν περιέχειν τὸ βιβλίον νομίσαντες, τηνικαῦτα καὶ Ἀκακίου τῆς πίστεως σύνταγμα σὺν τῷ προοιμίῳ ἀνεγνώσθη, τοῦτον ἔχον τὸν τρόπον: [*](Cp. Epiphan. Haer. 73. 25.) Ἡμεῖς συνελθόντες ἐν Σελευκείᾳ τῆς Ἰσαυρίας κατὰ τὸ βασιλικὸν βούλημα τῇ χθὲς ἡμέρᾳ, ἥτις ἦν πρὸ πέντε Καλανδῶν Ὀκτωβρίων, πᾶσαν σπουδὴν ἐθέμεθα μετὰ πάσης εὐταξίας τὴν εἰρήνην τῇ ἐκκλησίᾳ φυλάξαι, καὶ περὶ τῆς πίστεως εὐσταθῶς διαλαβεῖν, ὡς προσέταξεν ὁ θεοφιλέστατος βασιλεὺς ἡμῶν Κωνστάντιος, κατὰ τὰς προφητικὰς καὶ εὐαγγελικὰς φωνὰς, καὶ μηδὲν παρὰ τὰς θείας γραφὰς ἐπεισενέγκαι τῇ ἐκκλησιαστικῇ πίστει. Ἐπειδὴ δέ τινες ἐν τῇ συνόδῳ τοὺς μὲν ἡμῶν ὕβρισαν τοὺς δὲ ἐπεστόμισαν, οὐ συγχωροῦντες λαλεῖν, τοὺς δὲ ἀπέκλεισαν ἄκοντας, καὶ τοὺς καθῃρημένους δὲ ἐκ διαφόρων ἐπαρχιῶν εἶχον μεθ̓ ἑαυτῶν, καὶ τοὺς παρὰ κανόνα καταστάντας ἦγον μεθ̓ ἑαυτῶν, ὡς πανταχόθεν θορύβου πλήρη γενέσθαι τὴν σύνοδον, καθὼς καὶ ὁ λαμπρότατος κόμης Λεωνᾶς καὶ ὁ λαμπρότατος ἡγούμενος τῆς ἐπαρχίας Λαυρίκιος αὐτοψίᾳ παρέλαβον, τούτου ἕνεκεν διαλαλοῦμεν ταῦτα: ὡς οὐ [*](Ath. de Syn. 29.) φεύγομεν τὴν ἐκτεθεῖσαν αὐθεντικὴν πίστιν ἐν τοῖς ἐγκαινίοις τοῖς κατὰ τὴν Ἀντιόχειαν, προκομίζοντες αὐτὴν, εἰ καὶ τὰ μάλιστα οἱ πατέρες ἡμῶν κατ̓ ἐκεῖνο τοῦ καιροῦ πρὸς τὸ ὑποκείμενον τῆς ζητήσεως συνέδραμον. Ἐπεὶ δὲ πολλοὺς ἐθορύβησεν τὸ ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐν τοῖς παρελθοῦσι χρόνοις καὶ μέχρι νῦν, ἀλλὰ καὶ ἀρτίως λέγεται καινοτομεῖσθαι ὑπό τινων τὸ ἀνόμοιον Υἱοῦ πρὸς Πατέρα, τούτου χάριν τὸ μὲν ὁμοούσιον καὶ τὸ ὁμοιούσιον ἐκβάλλομεν, ὡς ἀλλότριον τῶν γραφῶν, τὸ δὲ ἀνόμοιον ἀναθεματίζομεν: καὶ πάντας ὅσοι τοιοῦτοι τυγχάνουσιν, ἀλλοτρίους ἡγούμεθα τῆς ἐκκλησίας. Τὸ δὲ ὅμοιον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σαφῶς ὁμολογοῦμεν, κατὰ τὸν ἀπόστολον τὸν λέγοντα περὶ τοῦ Υἱοῦ, Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ τοῦ ἀοράτου. Ὁμολογοῦμεν δὲ καὶ πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα παντοκράτορα, ποιητὴν οὐρανῶν καὶ γῆς, ὁρατῶν καὶ ἀοράτων. Πιστεύομεν δὲ καὶ εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν Υἱὸν αὐτοῦ, τὸν ἐξ αὐτοῦ γεννηθέντα ἀπαθῶς πρὸ πάντων τῶν αἰώνων, θεὸν Λόγον ἐκ θεοῦ μονογενῆ, φῶς, ζωὴν, ἀλήθειαν, σοφίαν: δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. Τοῦτον πιστεύομεν ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, σάρκα ἀνειληφέναι ἐκ τῆς ἁγίας παρθένου
125
Μαρίας, καὶ ἐνανθρωπήσαντα, παθόντα ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ἀναστάντα, καὶ ἀναληφθέντα εἰς οὐρανοὺς, καθέζεσθαι ἐν δεξιᾷ τοῦ Πατρός: καὶ πάλιν ἐρχόμενον ἐν δόξῃ κρῖναι ζῶντας καὶ νεκρούς. Πιστεύομεν καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, ὃ καὶ Παράκλητον ὠνόμασεν ὁ Σωτὴρ ὁ Κύριος ἡμῶν, ἐπαγγειλάμενος μετὰ τὸ ἀπελθεῖν αὐτὸν, πέμψαι τοῦτο τοῖς μαθηταῖς, ὃ καὶ ἀπέστειλε: δἰ οὗ καὶ ἁγιάζει τοὺς ἐν τῇ ἐκκλησίᾳ πιστεύοντας, καὶ βαπτιζομένους ἐν ὀνόματι τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος. Τοὺς δὲ παρὰ ταύτην τὴν πίστιν ἄλλο τι κηρύττοντας, ἀλλοτρίους εἶναι τῆς καθολικῆς ἐκκλησίας. Αὕτη μὲν ἡ Ἀκακίου περ τῆς αὐτοῦ πίστεως ἔκδοσις: ἦσαν δὲ αὐτῇ καθυπογράψαντες αὐτὸς Ἀκάκιος καὶ οἱ τὰ αὐτοῦ φρονοῦντες, τοσοῦτοι ὄντες τὸν ἀριθμὸν ὅσον μικρὸν ἔμπροσθεν ἐμνημονεύσαμεν. Ἀναγνωσθείσης δὲ αὐτῆς, Σωφρόνιος Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ τοιαῦτα αὐταῖς λέξεσιν ἀνεβόησεν: Εἰ τὸ καθ̓ ἑκάστην ἡμέραν ἰδίαν ἐκτίθεσθαι βούλησιν πίστεως ὑπάρχει ἔκθεσις, ἐπιλείψει ἡμᾶς ἡ τῆς ἀληθείας ἀκρίβεια. Ταῦτα μὲν ὁ Σωφρόνιος ἔφησεν: ἐγὼ δέ φημι, ὡς εἰ ἐξ ἀρχῆς τοιαῦτα περὶ τῆς ἐν Νικαίᾳ πίστεως οἵ τε πρὸ αὐτῶν καὶ οἱ μετ̓ ἐκείνους διενοήθησαν, πέπαυτο ἂν πᾶσα φιλόνεικος ζήτησις, καὶ οὐκ ἂν τῶν ἐκκλησιῶν ἄλογος ἐκράτησε ταραχή. Ἀλλ̓ ὅπως μὲν ἔχει ταῦτα, κρινάτωσαν οἱ κατανοεῖν δυνάμενοι: τότε δὲ πολλὰ πρὸς ἀλλήλους περί τε τούτου καὶ τῶν κατηγορουμένων εἰπόντες καὶ ἀκούσαντες διελύθησαν. Τῇ δὲ τετάρτῃ αὖθις ἡμέρᾳ συνῆλθον ἅπαντες εἰς ταὐτὸ, καὶ αὖθις ἀνεκίνουν μετὰ ἐρεσχελίας τοὺς λόγους: ἐν οἷς Ἀκάκιος τοιάνδε κατὰ λέξιν εἰσηγήσατο γνώμην: Εἰ ἅπαξ ἡ ἐν Νικαίᾳ πίστις μετεποιήθη καὶ μετὰ ταῦτα πολλάκις, οὐδὲν κωλύει καὶ νῦν ἑτέραν ὑπαγορευθῆναι πίστιν. Πρὸς ταῦτα Ἐλεύσιος ὁ Κυζίκου τοίαδε εἶπεν: Ἡ σύνοδος συνεκροτήθη ἐπὶ τοῦ παρόντος, οὐχ ἵνα μάθῃ ἃ μὴ μεμάθηκεν, οὔθ̓ ἵνα πίστιν δέξηται ἣν μὴ κέκτηται: ἀλλὰ τῇ τῶν πατέρων πίστει στοιχοῦσα ταύτης μέχρι ζωῆς καὶ θανάτου οὐκ ἐξίσταται. Τοιούτοις καὶ ὁ Ἐλεύσιος πρὸς τὴν Ἀκακίου γνώμην ἀπήντησε, πίστιν πατέρων τὴν ἐν Ἀντιοχείᾳ ἐκτεθεῖσαν πίστιν καλῶν. Ἀπαντήσει δ̓ ἄν τις καὶ πρὸς τοῦτον: Πῶς τοὺς ἐν Ἀντιοχείᾳ συνελθόντας πατέρας ὀνομάζεις, Ἐλεύσιε, τοὺς καὶ ἐκείνων πατέρας ἀρνούμενος; οἱ γὰρ ἐν Νικαίᾳ συνελθόντες καὶ τὸ ὁμοούσιον τῇ πίστει συμφωνήσαντες κυριώτερον
126
ἂν πατέρες λέγοιντο, τῷ καὶ προαναβεβηκέναι τοῖς χρόνοις, καὶ ὅτι οἱ ἐν Ἀντιοχείᾳ γενόμενοι ὑπ̓ ἐκείνων εἰς τὴν ἱερωσύνην προβέβληντο. Εἰ δὲ οἱ ἐν Ἀντιοχείᾳ τοὺς ἰδίους πατέρας ἠθέτησαν, λελήθασιν ἑαυτοὺς οἱ μετὰ ταῦτα τοῖς πατραλοίαις ἑπόμενοι. Πῶς δὲ καὶ ὧν ἐκεῖνοι τὴν πίστιν ὡς ἀδόκιμον ἠθέτησαν, τὴν χειροτονίαν ὡς δοκίμην ἐδέξαντο; εἰ δὲ ἐκεῖνοι οὐκ εἶχον τὸ Πνεῦμα τὸ Ἅγιον, ὃ διὰ τῆς χειροτονίας ἐπέρχεται, οὐδὲ οὗτοι τὴν ἱερωσύνην ἔλαβον: πῶς γὰρ ἐλάμβανον παρὰ τῶν οὐκ ἐχόντων τὸ διδόμενον; Ταῦτα μὲν οὖν ἀντιθήσει τις πρὸς τὰ ὑπὸ Ἐλευσίου λεχθέντα: τότε δὲ αὖθις ἐπὶ ἑτέραν ἐχώρησαν ζήτησιν. Ἐπεὶ γὰρ καὶ οἱ περὶ Ἀκάκιον ἐν τῇ ἀναγνωσθείσῃ πίστει ὅμοιον ἔφασαν τὸν Υἱὸν τῷ Πατρὶ, διεπυνθάνοντο ἀλλήλων, κατὰ τί ὅμοιος ἐστὶν ὁ Υἱὸς τῷ Πατρί: καὶ οἱ μὲν περὶ Ἀκάκιον ἔλεγον, κατὰ τὴν βούλησιν μόνον, οὐ μὴν κατὰ τὴν οὐσίαν ὅμοιον τῷ Πατρὶ εἶναι τὸν Υἱόν. Οἱ δὲ ἄλλοι σύμπαντες καὶ κατὰ τὴν οὐσίαν ἀπεφῄναντο. Περὶ τούτου δὲ τοῦ ζητήματος φιλονεικοῦντες ἐνδιημέρευον, καὶ τὸν Ἀκάκιον ἐξήλεγχον, ὡς εἴη ἐν τοῖς λόγοις αὐτοῦ, οὓς συγγράψας ἐξέδωκεν, ὅμοιον κατὰ πάντα εἰπὼν τὸν Υἱὸν τῷ Πατρί. Καὶ πῶς νῦν, ἔφασαν, ἀρνῇ τὴν κατ̓ οὐσίαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ὁμοιότητα; Ὁ δὲ, Ἀπὸ συγγραμμάτων, ἔφη, οὔτε νέος τις οὔτε ἀρχαῖος ἐκρίθη. Πολλὰ δὲ πρὸς ἀλλήλους περὶ τοῦ ζητήματος τούτου ἀκριβολογουμένων καὶ μηδαμῶς συμφωνούντων, ὁ Λεωνᾶς ἀναστὰς διέλυσε τὸν σύλλογον: καὶ τοῦτο τέλος ἔσχεν ἡ ἐν Σελευκείᾳ γενομένη σύνοδος. Τῇ γὰρ ἑξῆς παρακαλούμενος οὐκέτι εἰς ταὐτὸν συνελθεῖν αὐτοῖς ἠθέλησε, φήσας ἀπεστάλθαι παρὰ τοῦ βασιλέως ἐπὶ τῷ παρεῖναι τῇ συνόδῳ ὁμοφωνούσῃ: ἐπειδὴ δέ τινες διέστησαν, οὐ δύναμαι, ἔφη, παραγενέσθαι: ἀπέλθετε οὖν, καὶ ἐν τῇ ἐκκλησίᾳ φλυαρεῖτε. Τούτου γενομένου, οἱ περὶ Ἀκάκιον ἕρμαιον ἡγησάμενοι οὐδὲ αὐτοὶ ἀπαντῆσαι ἠθέλησαν. Οἱ δὲ τοῦ ἄλλου μέρους διακριθέντες, καὶ συνελθόντες κατὰ τὴν ἐκκλησίαν, ἐκάλουν τοὺς περὶ Ἀκάκιον ἐπὶ τῷ κρῖναι τὰ κατὰ Κύριλλον τὸν ἐπίσκοπον Ἱεροσολύμων. Ἰστέον γὰρ ὅτι Κύριλλος ἤδη πρότερον κατηγόρητο: καὶ διὰ τί μὲν, οὐκ ἔχω φράσαι: καθῃρέθη δὲ, ὅτι πολλάκις ἐπὶ τὸ κριθῆναι καλούμενος ἐφεξῆς δύο ἐνιαυτῶν διέφυγε τὰς κατηγορίας εὐλαβούμενος. Καθαιρεθεὶς δ̓ οὖν ὅμως ἐκκλήτου βιβλίον τοῖς καθελοῦσι διαπεμψάμενος,
127
μεῖζον ἐπεκαλέσατο δικαστήριον: οὗ τῇ ἐκκλήτῳ καὶ ὁ βασιλεὺς Κωνστάντιος ἐγεγόνει σύμψηφος. Τοῦτο μὲν οὖν μόνος καὶ πρῶτος παρὰ τὸ σύνηθες τῷ ἐκκλησιαστικῷ κανόνι Κύριλλος ἐποίησεν, ἐκκλήτοις ὡς ἐν δημοσίῳ δικαστηρίῳ χρησάμενος: τότε δὲ ἐν τῇ Σελευκείᾳ παρῆν κριθησόμενος. Καὶ διὰ τοῦτο οἱ ἐπίσκοποι τοὺς περὶ Ἀκάκιον ἐκάλουν, ὡς μικρῷ ἔμπροσθεν ἐμνημονεύσαμεν, ὅπως ἂν περὶ τῶν κατηγορουμένων διαγνόντες κοινὴν ἐξενέγκωσι ψῆφον. Ἐκάλουν γὰρ δὴ καί τινας ἄλλους τῶν κατηγορουμένων, οἳ τοῖς περὶ Ἀκάκιον προσπεφεύγασιν. Ἐπεὶ οὖν πολλάκις καλούμενοι οὐκ ἀπήντησαν, καθεῖλον αὐτόν τε Ἀκάκιον, Γεώργιον Ἀλεξανδρείας, Οὐράνιον Τύρου, Θεόδουλον Χαιρετάπων τῆς Φρυγίας, Θεοδόσιον Φιλαδελφείας τῆς ἐν Λυδίᾳ, Εὐάγριον Μιτυλήνης τῆς νήσου, Λεόντιον Τριπόλεως τῆς Λυδίας, καὶ Εὐδόξιον τὸν πρότερον μὲν Γερμανικείας, μετὰ ταῦτα δὲ Ἀντιοχείας τῆς ἐν Συρίᾳ τὴν ἐπισκοπὴν ὑποδύντα. Καθεῖλον δὲ καὶ Πατρόφιλον, ὅτι αὐτὸς ὑπὸ Δορωθέου πρεσβυτέρου κατηγορούμενος, κληθεὶς οὐχ ὑπήκουσε. Τούτους μὲν οὖν καθεῖλον: ἀκοινωνήτους δὲ πεποιήκασιν Ἀστέριον, Εὐσέβιον, Ἄβγαρον, Βασιλικὸν, Φοῖβον, Φιδήλιον, Εὐτύχιον, Μάγνον καὶ Εὐστάθιον: ὁρίσαντες οὕτω μένειν αὐτοὺς, ἕως ἂν ἀπολογησάμενοι τὰς κατηγορίας ἀποδύσωνται. Ταῦτα πράξαντες, διὰ γραμμάτων τε τὰ περὶ τῶν καθαιρεθέντων ταῖς ἐκείνων παροικίαις γνωρίσαντες, καθιστῶσιν εἰς τὸν τόπον Εὐδοξίου τῆς Ἀντιοχείας ἐπίσκοπον, Ἀνιανὸν τοὔνομα: ὃν συλλαβόντες οἱ περὶ Ἀκάκιον Λεωνᾷ καὶ Λαυρικίῳ παρέδοσαν: οἱ δὲ αὐτὸν ἐξόριστον πεποιήκασι. Τούτου γενομένου, οἱ ἐπίσκοποι οἱ προβεβλημένοι τὸν Ἀνιανὸν διαμαρτυρίαις ἐχρῶντο κατὰ τῶν περὶ Ἀκάκιον πρὸς τὸν Λεωνᾶν καὶ Λαυρίκιον, δἰ ὧν ἀδικεῖσθαι τῆς συνόδου τὴν κρίσιν ἐμήνυον. Ὡς δὲ οὐδὲν πλέον ἠνύετο, ἐπὶ τὴν Κωνσταντινούπολιν ὥρμησαν ἐπὶ τῷ διδάξαι τὸν βασιλέα τὰ κριθέντα αὐτοῖς.

Ὡς τοῦ βασιλέως ἐπανελθόντος ἐκ τῶν ἑσπερίων μερῶν, οἱ περὶ Ἀκάκιον ἐν τῇ Κωνσταντίνου πόλει συναχθέντες τὴν ἐν Ἀριμίνῳ πίστιν ἐκύρωσαν προσθέντες αὐτῇ τινα.

Καὶ γὰρ παρῆν ἀπὸ τῶν ἑσπερίων μερῶν ἀναστρέψας ὁ βασιλεύς: καὶ τότε τὸν ἔπαρχον τῆς Κωνσταντινουπόλεως κατέστησεν,

128
Ὁνωράτον ὄνομα, τὴν ἀνθυπάτων παύσας ἀρχήν. Φθάσαντες δὲ οἱ περὶ Ἀκάκιον προδιαβάλλουσιν αὐτοὺς βασιλεῖ, διδάξαντες μὴ δέχεσθαι τὴν ὑπ̓ αὐτῶν ἐκτεθεῖσαν πίστιν. Διόπερ ἀγανακτήσας ὁ βασιλεὺς ἐπενόησε διασπεῖραι αὐτοὺς, νόμῳ κελεύσας τοὺς ὑποκειμένους αὐτῶν δημοσίοις λειτουργήμασι τῇ ἰδίᾳ τύχῃ ἀποδίδοσθαι. Καὶ γὰρ ἦσαν τινες ἐξ αὐτῶν λειτουργίαις ὑποκείμενοι, οἱ μὲν βουλευτηρίων, οἱ δὲ τῶν ἐν ταῖς ἐπαρχίαις τάξεων. Τούτων δὴ οὕτως ταραττομένων, οἱ περὶ Ἀκάκιον ἐπιμείναντες τῇ Κωνσταντινουπόλει συνέδριον ἕτερον πεποιήκασι, τοὺς ἀπὸ Βιθυνίας ἐπισκόπους μεταπεμψάμενοι. Γενόμενοι οὖν οἱ πάντες τὸν ἀριθμὸν [*](Cp. iii. 12.) πεντήκοντα, οἷς κατηρίθμητο Μάρις ὁ Χαλκηδόνος, βεβαιοῦσι τὴν ἐν Ἀριμίνῳ μετὰ τῆς ὑπατείας ἀναγνωσθεῖσαν πίστιν: ἣν περιττὸν [*](Cp. ii. 37.) ἦν ἂν ἐνταῦθα προσκεῖσθαι, εἰ μηδὲν αὐτῇ προστεθείκασιν. Ἐπειδὴ δέ τινα αὐτῇ προστεθείκασι ῥήματα, ἀναγκαῖον καὶ αὖθις αὐτὴν ἐνταῦθα παραγράψαι: ἔστι δὲ ἐν τοῖς ῥήμασι τούτοις: [*](Ath. de Syn. 30.) Πιστεύομεν εἰς ἕνα μόνον Θεὸν, Πατέρα παντοκράτορα, ἐξ οὗ τὰ πάντα: καὶ εἰς τὸν μονογενῆ Υἱὸν τοῦ Θεοῦ, πρὸ πάντων τῶν αἰώνων καὶ πρὸ πάσης ἀρχῆς γεννηθέντα ἐκ τοῦ Θεοῦ: δἰ οὗ τὰ πάντα ἐγένετο, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: γεννηθέντα δὲ μονογενῆ, μόνον ἐκ μόνου τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅμοιον τῷ γεννήσαντι αὐτὸν Πατρὶ κατὰ τὰς γραφάς: οὗ τὴν γέννησιν οὐδεὶς γινώσκει, εἰ μὴ μόνος ὁ γεννήσας αὐτὸν Πατήρ. Τοῦτον οἴδαμεν μονογενῆ τοῦ Θεοῦ Υἱὸν, πέμποντος τοῦ Πατρὸς, παραγενέσθαι ἐκ τῶν οὐρανῶν, ὡς γέγραπται, ἐπὶ καταλύσει τῆς ἁμαρτίας καὶ τοῦ θανάτου: καὶ γεννηθέντα ἐκ Πνεύματος Ἁγίου, καὶ Μαρίας τῆς παρθένου τὸ κατὰ σάρκα, ὡς γέγραπται, καὶ ἀναστραφέντα μετὰ τῶν μαθητῶν: καὶ πάσης τῆς οἰκονομίας πληρωθείσης κατὰ τὴν πατρικὴν βούλησιν, σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα, καὶ εἰς τὰ καταχθόνια κατεληλυθότα: ὅν τινα καὶ αὐτὸς ὁ ᾅδης ἔπτηξεν. Ὅς τις καὶ ἀνέστη ἀπὸ τῶν νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ διέτριψε μετὰ τῶν μαθητῶν: καὶ πληρωθεισῶν τῶν τεσσαράκοντα ἡμερῶν, ἀνελήφθη εἰς τοὺς οὐρανοὺς, καὶ καθέζεται ἐν δεξιᾷ τοῦ Πατρὸς, ἐλευσόμενος ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ τῆς ἀναστάσεως ἐν τῇ πατρικῇ δόξῃ, ἵνα ἀποδώσῃ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Καὶ εἰς τὸ Ἅγιον Πνεῦμα, ὅπερ αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ ὁ Χριστὸς, ὁ Κύριος καὶ Θεὸς ἡμῶν, ἐπηγγείλατο πέμπειν τῷ γένει τῶν ἀνθρώπων Παράκλητον, [*](John xv. 26.) καθάπερ γέγραπται, τὸ Πνεῦμα τῆς ἀληθείας: ὅπερ αὐτοῖς ἔπεμψεν, ὅτε ἀνελήφθη εἰς τοὺς οὐρανούς. Τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ὑπὸ τῶν πατέρων ἐτέθη, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε, διότι μηδὲ αἱ γραφαὶ τοῦτο περιέχουσιν, ἤρεσε περιαιρεθῆναι, καὶ παντελῶς μηδεμίαν
129
μνἥ??ʼν τοῦ λὁ??ʼοῦ γενέσθαι, ἐπειδήπερ καὶ αἱ θεῖαι γραφαὶ οὐδαμοῦ ἐμνημόνευσαν περὶ οὐσίας Π̔??ʼτρὸς καὶ Υἱοῦ. Καὶ γὰρ οὐκ ὀφείλει ὑπόστασις περὶ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος ὀνομάζεσθαι. Ὅμοιον δὲ λέγομεν τὸν Υἱὸν τῷ Πατρὶ, ὡς λέγουσιν αἱ θεῖαι γραφαὶ καὶ διδάσκουσι. Πᾶσαι δὲ αἱρέσεις, οἵ τε ἤδη πρότερον κατεκρίθησαν, καὶ αἴ τινες ἐὰν καινότεραι γένωνται, ἐναντίαι τυγχάνουσαι τῆς ἐκτεθείσης ταύτης γραφῆς, ἀνάθεμα ἔστωσαν. Ταῦτα μὲν ἐν Κωνσταντινουπόλει τότε ἀνεγνώσθησαν: ἡμεῖς δὲ τὸν λαβύρινθον τῶν ἐκθέσεων ὀψέ ποτε διανύσαντες, τὴν ἀπαρίθμησιν αὐτῶν συναγάγωμεν. Μετὰ γὰρ τὴν ἐν Νικαίᾳ πίστιν, ὕστερον ἐν Ἀντιοχείᾳ τοῖς ἐγκαινίοις δισσὰς ἐκθέσεις ὑπηγόρευσαν. [*](Cp. ii. 10.) Τρίτη δέ ἐστιν ἡ ἐπιδοθεῖσα παρὰ τῶν περὶ Νάρκισσον ἐν ταῖς [*](ii. 18.) Γαλλίαις τῷ βασιλεῖ Κώνσταντι. Τετάρτη δὲ, ἡ δἰ Εὐδοξίου τοῖς [*](ii. 19.) ἐν Ἰταλίᾳ πεμφθεῖσα: ἔν τε Σιρμίῳ τρεῖς ὑπηγορεύθησαν, ὧν ἡ [*](ii. 30, 37.) μία ἐν Ἀριμίνῳ μετὰ τῆς ὑπατείας ἀνεγνώσθη. Ὀγδόη δέ ἐστιν ἡ ἐν Σελευκείᾳ, ἣν οἱ περὶ Ἀκάκιον ἀνεγνώκεισαν. Τελευταία δὲ [*](ii. 40.) ἐν Κωνσταντινουπόλει μετὰ τῆς προσθήκης ἐκδέδοται: πρόσκειται γὰρ αὐτῇ, μήτε οὐσίαν, μήτε ὑπόστασιν ἐπὶ Θεοῦ λέγειν. Ταύτῃ καὶ Οὐλφίλας ὁ τῶν Γότθων ἐπίσκοπος τότε πρῶτον συνέθετο: τὸν γὰρ ἔμπροσθεν χρόνον τὴν ἐν Νικαίᾳ πίστιν ἠσπάζετο, ἑπόμενος Θεοφίλῳ, ὃς τῶν Γότθων ἐπίσκοπος ὢν τῇ ἐν Νικαίᾳ συνόδῳ παρὼν καθυπέγραψε. Τοσαῦτα μὲν περὶ τούτων εἰρήσθω.

Ὡς καθαιρεθέντος Μακεδονίου, Εὐδόξιος τὴν ἐπισκοπὴν Κωνσταντίνου πόλεως κατέσχεν.

Οἱ δὲ περὶ Ἀκάκιον καὶ Εὐδόξιον ἐν τῇ Κωνσταντινουπόλει περὶ τὸ ἀντικαθαιρεῖν καὶ αὐτοὶ τινὰς τοῦ ἑτέρου μέρους ἀγῶνα ἐτίθεντο. Ἰστέον δὲ ὅτι οὐδέτεροι διὰ θρησκείαν, ἀλλὰ δἰ ἑτέρας προφάσεις, τὰς καθαιρέσεις πεποίηνται: διακρινόμενοι γὰρ περὶ πίστεως, ἐν τῷ καθαιρεῖν ἀλλήλους τὴν ἀλλήλων πίστιν οὐ διεμέμφοντο. Συγχρώμενοι δὲ οἱ περὶ Ἀκάκιον τῇ τοῦ βασιλέως ὀργῇ, ἣν κατά τε τῶν ἄλλων, καὶ μάλιστα κατὰ Μακεδονίου, φυλάττων ἐκτελέσαι ἐσπούδαζεν, καθαιροῦσι, πρῶτον μὲν Μακεδόνιον, καὶ ὡς αἴτιον πολλῶν φόνων γενόμενον, καὶ ὅτι διάκονον ἐπὶ πορνείᾳ ἁλόντα ἐδέξατο εἰς κοινωνίαν: Ἐλεύσιον δὲ τὸν Κυζίκου, διότι Ἡράκλειόν

130
τινα ἱερέα τοῦ ἐν Τύρῳ Ἡρακλέους ἐπὶ γοητείᾳ ληφθέντα βαπτίσας εἰς διάκονον προεβάλετο: Βασίλειον δὲ, τὸν καὶ Βασιλᾶν, καὶ γὰρ οὕτως ὠνομάζετο, τὸν ἐν Ἀγκύρᾳ εἰς τὸν τόπον Μαρκέλλου προχειρισθέντα, ὡς ἀδίκως τινα βασανίσαντα καὶ σιδηροδέσμοις φυλακαῖς κατακλείσαντα, καὶ ὅτι συκοφαντίας τισιν ἔρραψεν, ἔτι μὴν καὶ ὅτι δἰ ἐπιστολῶν τὰς ἐν Ἀφρικῇ ἐκκλησίας ἐτάραξεν: Δρακόντιον δὲ, ὅτι ἀπὸ Γαλατίας μετέβη εἰς Πέργαμον: καθεῖλον δὲ καὶ Νεωνᾶν τὸν Σελευκείας, ἐν ᾗ ἐγεγόνει ἡ σύνοδος: ἔτι μὴν καὶ Σωφρόνιον τὸν Πομπηϊουπόλεως τῆς ἐν Παφλαγονίᾳ, καὶ Ἐλπίδιον Σατάλων τῆς Μακεδονίας, καὶ τῶν Ἱεροσολύμων Κύριλλον: καὶ ἄλλους δἰ ἄλλας αἰτίας ἐξέβαλλον.

Περὶ Εὐσταθίου τοῦ Σεβαστείας ἐπισκόπου.

Εὐστάθιος δὲ ὁ τῆς ἐν Ἀρμενίᾳ Σεβαστείας οὔτε εἰς ἀπολογίαν ἐδέχθη, διότι ὑπὸ Εὐλαλίου τοῦ ἰδίου πατρὸς καὶ ἐπισκόπου Καισαρείας τῆς ἐν Καππαδοκίᾳ ἤδη πρότερον καθῄρητο, ἐπειδὴ ἀνάρμοστον τῇ ἱερωσύνῃ στολὴν ἠμφίεστο. Ἰστέον δὲ ὅτι εἰς τόπον Εὐσταθίου Μελέτιος κατέστη ἐπίσκοπος, περὶ οὗ μικρὸν ὕστερον ἐροῦμεν. Εὐστάθιος μέντοι καὶ μετὰ ταῦτα ἐν τῇ δἰ αὐτὸν γενομένῃ ἐν Γάγγραις τῆς Παφλαγονίας συνόδῳ κατεκρίθη, διότι μετὰ τὸ καθαιρεθῆναι αὐτὸν ἐν τῇ κατὰ Καισάρειαν συνόδῳ πολλὰ παρὰ [*](Cp. 1 Tim. iv. 3.) τοὺς ἐκκλησιαστικοὺς τύπους ἔπραττεν. Γαμεῖν γὰρ ἐκώλυε, καὶ βρωμάτων ἀπέχεσθαι ἐδογμάτιζεν: καὶ διὰ τούτων πολλοὺς μὲν γεγαμηκότας τοῦ συνοικεσίου ἐχώριζε, καὶ τὰς ἐκκλησίας ἐκτρεπομένους ἐπ̓ οἰκίας τὴν κοινωνίαν ποιεῖσθαι ἀνέπειθε. Δούλους τε προσχήματι θεοσεβείας τῶν δεσποτῶν ἀπέσπα. Αὐτός τε φιλοσόφου σχῆμα φορῶν, καὶ τοὺς: ἀκολουθοῦντας αὐτῷ ξένῃ στολῇ χρῆσθαι ἐποίει, καὶ τὰς γυναῖκας κείρεσθαι παρεσκεύαζεν. Καὶ τὰς μὲν ὡρισμένας νηστείας ἐκτρέπεσθαι, τὰς Κυριακὰς δὲ νηστεύειν ἐδίδασκεν: ἐν οἴκοις τε γεγαμηκότων εὐχὰς ἐκώλυε γενέσθαι: καὶ πρεσβυτέρου γυναῖκα ἔχοντος, ἣν νόμῳ λαϊκὸς ὢν ἠγάγετο, τὴν εὐλογίαν καὶ τὴν κοινωνίαν ὡς μῦσος ἐκκλίνειν ἐκέλευε. Καὶ ἄλλα πλεῖστα παραπλήσια τούτοις ποιοῦντος αὐτοῦ καὶ διδάσκοντος, σύνοδος, ὡς ἔφην, ἐν Γάγγραις τῆς Παφλαγονίας συναχθεῖσα αὐτόν τε καθεῖλε, καὶ τὰ δόγματα αὐτοῦ ἀνεθεμάτισε.

131
Ταῦτα μὲν οὖν ὕστερον ἐγένετο: τότε δὲ ἐκβληθέντος Μακεδονίου, Εὐδόξιος ἐν δευτέρῳ τὸν Ἀντιοχείας θέμενος θρόνον, τῆς Κωνσταντινουπόλεως ἀναδείκνυται, τῶν περὶ Ἀκάκιον ἐνθρονισάντων αὐτόν. Οἳ ἐλάνθανον ἑαυτοὺς ἐναντία νομοθετοῦντες τοῖς ὑπ̓ αὐτῶν κεκριμένοις: οἱ γὰρ Δρακόντιον καθελόντες, διότι ἐκ Γαλατίας μετέβη εἰς Πέργαμον, οὐκ ἐλογίζοντο, Εὐδόξιον δεύτερον τότε ποιούμενον τὴν μετάβασιν ἐνθρονίζοντες, ὡς ὑπεναντία τοῖς οἰκείοις δόγμασιν ἔπραττον. Ταῦτα κατεργασάμενοι, τὴν μὲν ἀναγνωσθεῖσαν πίστιν εἰς τὴν Ἀρίμινον μετὰ τῆς γενομένης προσθήκης ὡς διορθώσαντες ἐξεπέστειλαν, ἐντειλάμενοι τοὺς μὴ ὑπογράφοντας αὐτῇ ἐξορίζεσθαι κατὰ πρόσταγμα τοῦ βασιλέως. Γνώριμα δὲ καθιστῶσι τὰ ὑπ̓ αὐτῶν πεπραγμένα τοῖς τε ἄλλοις τοῖς κατὰ τὴν ἀνατολὴν ὁμοδόξοις, καὶ Πατροφίλῳ τῷ Σκυθοπόλεως: οὗτος γὰρ ἐκ τῆς Σελευκείας ἐπὶ τὴν οἰκείαν εὐθὺς ὥρμησε πόλιν. Εὐδοξίου δὲ ἀναδειχθέντος τῆς μεγαλοπόλεως, τηνικαῦτα ἡ μεγάλη ἐκκλησία ὀνομαζομένη Σοφία ἐνεκαινίσθη, ἐν [*](A.D. 360.) ὑπατείᾳ Κωνσταντίου τὸ δέκατον, καὶ Ἰουλιανοῦ Καίσαρος τὸ τρίτον, τῇ πεντεκαιδεκάτῃ τοῦ Φεβρουαρίου μηνός. Εὐδόξιος δὲ καθεσθεὶς εἰς τὸν θρόνον αὐτῆς, πρώτην ἐκείνην τὴν πολυθρύλητον ἀφῆκε φωνὴν, φράσας, Ὁ Πατὴρ ἀσεβὴς, ὁ Υἱὸς εὐσεβής. [*](Cp. iv. 13.) Θορύβου δὲ καὶ στάσεως ἐπὶ τούτῳ γενομένης, Μηδὲν, ἔφη, ταράττεσθε πρὸς τὸ λεχθὲν ὑπ̓ ἐμοῦ: ὁ γὰρ Πατὴρ ἀσεβὴς, ὅτι οὐδένα σέβει: ὁ δὲ Υἱὸς εὐσεβὴς, ὅτι σέβει τὸν Πατέρα. Τοιαῦτα δὲ τοῦ Εὐδοξίου εἰπόντος, ὁ μὲν θόρυβος κατεστάλη, γέλως δὲ ἀντὶ θορύβου κατεῖχε πολὺς τὴν ἐκκλησίαν: καὶ μένει τὸ λεχθὲν ἄχρι δεῦρο γελώμενον. Τοιαῦτα γὰρ δὴ οἱ αἱρεσιάρχαι σοφιζόμενοι, καὶ περὶ τοιαύτας ἀσχολούμενοι λέξεις, τὴν ἐκκλησίαν διέσπασαν. Τοῦτο μὲν οὖν τοιοῦτο τέλος καὶ ἡ ἐν Κωνσταντινουπόλει γενομένη σύνοδος ἔσχεν.

Περὶ Μελετίου τοῦ Ἀντιοχείας ἐπισκόπου.

Ἤδη δὲ λοιπὸν καὶ τὰ περὶ Μελετίου λεκτέον. Οὗτος γὰρ, ὡς μικρὸν ἔμπροσθεν εἶπον, τῆς Ἀρμενίων Σεβαστείας ἐπίσκοπος προεβλήθη, Εὐσταθίου καθαιρεθέντος: ἐκ δὲ Σεβαστείας εἰς Βέροιαν τῆς Συρίας μετηνέχθη. Γενόμενος δὲ ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ,

132
καὶ τῇ πίστει τῶν περὶ Ἀκάκιον ὑπογράψας, ὡς εἶχεν ἐπὶ τὴν Βέροιαν ἀνεχώρησε. Γενομένης δὲ τῆς ἐν Κωνσταντινουπόλει συνόδου, οἱ ἐν Ἀντιοχείᾳ πυθόμενοι τὸν Εὐδόξιον καταπεφρονηκέναι μὲν τῆς αὐτῶν ἐκκλησίας, ἐπὶ δὲ τὸν πλοῦτον Κωνσταντινουπόλεως ἀποκεκλικέναι, μεταπεμψάμενοι τὸν Μελέτιον ἐκ τῆς Βεροίας εἰς τὴν Ἀντιοχείας ἐκκλησίαν ἐνθρονίζουσιν. Ὁ δὲ πρῶτον μὲν περὶ δόγματος διαλέγεσθαι ὑπερετίθετο, μόνην δὲ τὴν ἠθικὴν διδασκαλίαν τοῖς ἀκροαταῖς προσῆγεν: προβαίνων δὲ τὴν ἐν Νικαίᾳ παρετίθετο πίστιν, καὶ διδάσκει τὸ ὁμοούσιον. Ταῦτα πυθόμενος ὁ βασιλεὺς τὸν μὲν ἐξόριστον γενέσθαι ἐκέλευσεν: Εὐζώϊον δὲ, τὸν ἤδη πρότερον ἅμα Ἀρείῳ καθαιρεθέντα, τῆς Ἀντιοχείας ἐπίσκοπον προχειρισθῆναι πεποίηκεν. Ὅσοι δὲ τὴν πρὸς Μελέτιον διάθεσιν ἔσωζον, καταλιπόντες τὸ Ἀρειανικὸν ἄθροισμα, κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιήσαντο: τῶν τὸ ὁμοούσιον ἐξ ἀρχῆς φρονούντων μὴ θελησάντων αὐτοῖς κοινωνεῖν, διότι ἐκ τῆς Ἀρειανῆς ψήφου τὴν χειροτονίαν Μελέτιος εἶχε λαβὼν, καὶ ὅτι ἀκολουθήσαντες αὐτῷ ὑπ̓ ἐκείνων βαπτισθέντες ἐτύγχανον. Τοῦτον μὲν οὖν τὸν τρόπον καὶ ἡ ἐν Ἀντιοχείᾳ ἐκκλησία εἰς ἕτερον ὁμόδοξον διετέθη μέρος. Ὁ μέντοι βασιλεὺς, πυθόμενος κινεῖσθαι πάλιν κατὰ Ῥωμαίων τὰ Περσῶν ἔθνη, ταχέως ἐπὶ τὸν Ἀντιόχειαν ὥρμησεν.

Περὶ τῆς Μακεδονίου αἱρέσεως.

Μακεδόνιος δὲ τῆς Κωνσταντινουπόλεως ἐκβληθεὶς, καὶ μὴ φέρων τὴν καταδίκην, ἡσυχάζειν οὐδαμῶς ἠνείχετο: ἀλλὰ ἀποκλίνει μὲν πρὸς τοὺς τοῦ ἑτέρου μέρους, οἳ ἐν τῇ Σελευκείᾳ καθεῖλον τοὺς περὶ Ἀκάκιον: διεπρεσβεύετο δὲ πρός τε Σωφρόνιον καὶ Ἐλεύσιον, ἀντέχεσθαι μὲν τῆς πρότερον ἐν Ἀντιοχείᾳ ἐκτεθείσης πίστεως, μετὰ ταῦτα δὲ ἐν Σελευκείᾳ βεβαιωθείσης, καὶ παρασήμῳ ὀνόματι ὁμοιούσιον τὴν πίστιν ἐπιφημισθῆναι παρῄνεσε. Συνέρρεον οὖν πρὸς αὐτὸν πολλοὶ τῶν γνωρίμων αὐτῷ, οἳ νῦν Μακεδονιανοὶ χρηματίζουσιν ἐξ αὐτοῦ: ὅσοι τε ἐν τῇ κατὰ Σελεύκειαν συνόδῳ τοῖς περὶ Ἀκάκιον διεκρίθησαν, φανερῶς τὸ ὁμοιούσιον ἐδογμάτισαν, τὸ πρότερον ἤδη μὲν οὐκ ἐκτρανοῦντες αὐτό. Φήμη δέ τις παρὰ τοῖς πολλοῖς ἐκράτει, ὡς οὐκ εἴη Μακεδονίου τοῦτο εὕρεμα, Μαραθωνίου

133
δὲ μᾶλλον, ὃν μικρὸν ἔμπροσθεν τῆς Νικομηδείας πεποιήκεισαν ἐπίσκοπον: διὸ καὶ Μαραθωνιανοὺς καλοῦσιν αὐτούς. Τούτοις δὴ προσφεύγει καὶ Εὐστάθιος, ὁ τῆς Σεβαστείας ἐκβληθεὶς διὰ πρόφασιν ἣν μικρῷ πρότερον εἴρηκα. Ὡς δὲ ὁ Μακεδόνιος τὸ Ἄγιον Πνεῦμα συναναλαβεῖν εἰς τὴν θεολογίαν τῆς Τριάδος ἐξέκλινε, τότε δὴ καὶ Εὐστάθιος, Ἐγὼ, ἔφη, οὔτε Θεὸν ὀνομάζειν τὸ Πνεῦμα τὸ Ἅγιον αἱροῦμαι, οὔτε κτίσμα καλεῖν τολμήσαιμι. Διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ Πνευματομάχους ἀποκαλοῦσιν αὐτοὺς οἱ τὸ ὁμοούσιον φρονοῦντες. Ὅπως μὲν οὖν οἱ περὶ Μακεδόνιον εἰς τὸν Ἑλλήσποντον πλεονάζουσι, κατὰ χώραν ἐρῶ. [*](Cp. iv. 4.) Οἱ δὲ περὶ Ἀκάκιον σπουδὴν πεποίηνται αὖθις ἐν τῇ Ἀντιοχείᾳ συνελθεῖν, μεταγνόντες ὅτι ὅλως ὅμοιον εἰρήκασι τὸν Υἱὸν τῷ Πατρί. Τῇ οὖν ἑξῆς ὑπατείᾳ, ἥτις ἐστὶ Ταύρου καὶ Φλωρεντίου, [*](A.D. 361.) γενόμενοι κατὰ τὴν Συρίας Ἀντιόχειαν, Εὐζωΐου κρατοῦντος τῆς ἐκεῖ ἐκκλησίας, καὶ τοῦ βασιλέως ἐν αὐτῇ διατρίβοντος, ὀλίγοι τινες ἀνεκίνουν αὖθις τὰ δεδογμένα αὐτοῖς, φάσκοντες δεῖν περιαιρεθῆναι τὴν τοῦ ὁμοίου λέξιν ἐκ τῆς ἐκδοθείσης πίστεως ἐν τῇ Ἀριμήνῳ καὶ ἐν Κωνσταντινουπόλει: οὐκέτι ἐπικρύπτοντες, ἀλλὰ [*]([Qu. *)arimi/nw|;]) ἀναφανδὸν λέγοντες, ὅτι κατὰ πάντα ἀνόμοιος ὁ Υἱὸς τῷ Πατρὶ, οὐ [*](Cp. Athan. de Syn. 31.) μόνον κατὰ τὴν οὐσίαν, ἀλλὰ δὴ καὶ κατὰ βούλησιν: ἐξ οὐκ ὄντων τε αὐτὸν, ὡς Ἄρειος ἔλεγε, καὶ αὐτοὶ γενέσθαι ἀπεφῄναντο. Συνελαμβάνοντο δὲ ταύτῃ τῇ δόξῃ οἱ ἐν Ἀντιοχείᾳ τότε τὰ Ἀετίου φρονοῦντες: διόπερ, μετὰ τοῦ ἔχειν τὴν Ἀρειανὴν προσωνυμίαν, ἔτι καὶ Ἀνόμοιοι καὶ Ἐξουκόντιοι ἐκλήθησαν ὑπὸ τῶν ἐν Ἀντιοχείᾳ φρονούντων μὲν τὸ ὁμοούσιον, διῃρημένων δὲ τότε διὰ τὴν ἐπὶ Μελετίῳ γενομένην αἰτίαν, ὥς μοι καὶ πρότερον εἴρηται. Ἐρωτηθέντες δ̓ οὖν ὅμως παῤ ἐκείνων, διὰ τί, ἐν τῇ ἐκθέσει τῆς ἑαυτῶν πίστεως Θεὸν ἐκ Θεοῦ τὸν Υἱὸν εἰπόντες, ἀνόμοιόν τε καὶ ἐξ οὐκ ὄντων τολμῶσιν ὀνομάζειν, τοιοῖσδε σοφίσμασιν ἐπεχείρουν τὴν ἀντίθεσιν ἀποδύεσθαι: ὅτι οὕτως, φησὶν, εἴρηται τὸ ἐκ Θεοῦ, ὡς εἴρηται παρὰ τῷ ἀποστόλῳ, Τὰ δὲ πάντα ἐκ τοῦ [*](1 Cor. xi. 12.) Θεοῦ: ἓν οὖν τῶν πάντων, καὶ ὁ Υἱός ἐστιν ἐκ τοῦ Θεοῦ: καὶ διὰ τοῦτο πρόσκειται ἐν ταῖς ἐκδόσεσι τὸ κατὰ τὰς γραφάς. Τούτου δὲ τοῦ σοφίσματος ἀρχηγὸς ἦν Γεώργιος ὁ Λαοδικείας ἐπίσκοπος: ὅστις ἀνάγωγος ὢν τῶν τοιούτων λόγων, ἠγνόησεν ὅπως τὰ τοιαῦτα τοῦ ἀποστόλου ἰδιώματα τοῖς ἀνωτέρω χρόνοις Ὠριγένης
134
πλατύτερον ἐξετάσας ἡρμήνευσεν. Ἀλλ̓ ὅμως, εἰ καὶ τοιαῦτα ἐπεχείρουν σοφίζεσθαι, τοὺς ὀνειδισμοὺς καὶ τὴν κατάγνωσιν οὐ φέροντες, ἀνέγνωσαν τὴν αὐτὴν πίστιν ἣν καὶ ἐν Κωνσταντινουπόλει: καὶ οὕτως κατὰ πόλεις τὰς ἑαυτῶν ἀνεχώρησαν. Γεώργιος μὲν οὖν ἐπὶ τὴν Ἀλεξάνδρειαν ὁρμήσας τῶν τε ἐκκλησιῶν ἔτι ἐκράτει, Ἀθανασίου ἔτι ἀφανοῦς τυγχάνοντος, καὶ τοὺς ἐν Ἀλεξανδρείᾳ μὴ φρονοῦντας τὰ αὐτοῦ συνήλαυνε. Χαλεπὸς δὲ ἦν καὶ [*](Cp. iii. 2.) τῷ δήμῳ τῆς πόλεως: τοῖς πλείοσι γὰρ ἦν ἀπεχθής. Ἐν δὲ τοῖς Ἱεροσολύμοις ἀντὶ Κυρίλλου προεχειρίσθη Ἀρρήνιος. Ἰστέον δὲ, ὅτι καὶ μετ̓ ἐκεῖνον Ἡράκλειος κατέστη, καὶ αὖθις Ἱλάριος: ὕστερον δὲ χρόνῳ Κύριλλος ἐπέβη τῶν Ἱεροσολύμων, καὶ τῆς ἐκεῖ ἐκκλησίας ἐγκρατὴς ἐγένετο. Τότε δὲ καὶ ἑτέρα παρεφύη αἵρεσις ἐξ αἰτίας τοιάσδε.

Περὶ τῶν Ἀπολιναριστῶν καὶ τῆς αἱρέσεως αὐτῶν.

Ἐν Λαοδικείᾳ τῆς Συρίας δύο ἦσαν ἄνδρες ὁμώνυμοι, πατήρ τε καὶ παῖς: ἑκατέρῳ γὰρ ἦν ὄνομα Ἀπολινάριος: ὧν ὁ μὲν πατὴρ τοῦ πρεσβυτερίου κατὰ τὴν ἐκκλησίαν ἠξιοῦτο, ὁ δὲ παῖς τὴν τοῦ ἀναγνώστου τάξιν εἶχεν. Ἀμφότεροι δὲ ἦσαν Ἑλληνικῶν λόγων διδάσκαλοι: γραμματικῶν μὲν ὁ πατὴρ, ῥητορικῶν δὲ ὁ υἱός. Ὁ μὲν οὖν πατὴρ Ἀλεξανδρεὺς ὢν τὸ γένος, πρότερον δὲ ἐν τῇ Βηρυτῷ διδάξας, εἶτα μεταστὰς εἰς Λαοδίκειαν καὶ γήμας ἐκεῖ, ἴσχει τὸν υἱὸν Ἀπολινάριον. Ἄμφω δὲ ὅμως τότε συνήκμαζον Ἐπιφανίῳ τῷ σοφιστῇ, καὶ γνήσιοι ὄντες φίλοι συνεκρότουν αὐτόν. Δείσας δὲ Θεόδοτος ὁ τῆς Λαοδικείας ἐπίσκοπος μὴ τῇ συνεχεῖ τἀνδρὸς ὁμιλίᾳ πρὸς τὸν Ἑλληνισμὸν ἀποκλίνωσι, διεκώλυε φοιτᾷν παῤ αὐτόν: οἱ δὲ, μικρὰ τοῦ ἐπισκόπου φροντίσαντες, τὴν τοῦ Ἐπιφανίου φιλίαν ἠσπάζοντο. Μετὰ ταῦτα Γεώργιος ὁ Θεοδότου διάδοχος σπεύσας ἀποστῆσαι αὐτοὺς, καὶ μηδενὶ τρόπῳ πεῖσαι δυνηθεὶς, ἄμφω τῆς κοινωνίας ἐζημίωσεν. Ὕβριν τε ἡγεῖται ὁ παῖς Ἀπολινάριος τὰ γενόμενα, καὶ τῇ ἐννοίᾳ τοῦ σοφιστικοῦ λόγου θαρρῶν καινοτομεῖ καὶ αὐτὸς αἵρεσιν, ἣ νῦν ἐπιπολάζει, τοὔνομα τοῦ εὑρόντος εὔχουσα. Φασὶ δέ τινες διενεχθῆναι αὐτοὺς πρὸς Γεώργιον οὐ τοσοῦτον διὰ τὴν προειρημένην αἰτίαν, ἀλλ̓ ὅτι ἑώρων αὐτὸν ἀλλόκοτα δογματίζοντα, καὶ νῦν μὲν ὅμοιον ὁμολογοῦντα

135
τὸν Υἱὸν τῷ Πατρὶ, καθ̓ ὃ ἐν τῇ Σελευκείᾳ συνέθετο, νῦν δὲ εἰς τὴν Ἀρειανὴν ἀποκλίνοντα δόξαν. Διόπερ εὐπροφάσιστον λαβόντες αἰτίαν, ποιοῦνται τὴν ἀναχώρησιν: ὡς δὲ οὐδεὶς αὐτοῖς προσεῖχε, παρεισάγουσι σχῆμα θρησκείας. Καὶ πρότερον μὲν ἔλεγον ἀναληφθῆναι τὸν ἄνθρωπον ὑπὸ τοῦ Θεοῦ Λόγου, ἐν τῇ οἰκονομίᾳ τῆς ἐνανθρωπήσεως, ψυχῆς ἄνευ. Εἶτα ὡς ἐκ μετανοίας ἐπιδιορθούμενοι προσέθεσαν, ψυχὴν μὲν ἀνειληφέναι, νοῦν δὲ οὐκ ἔχειν αὐτὴν, ἀλλ̓ εἶναι τὸν Θεὸν Λόγον ἀντὶ νοῦ εἰς τὸν ἀναληφθέντα ἄνθρωπον. Περὶ τούτου μόνου δὴ λέγουσι διαφέρεσθαι οἱ νῦν ἐξ ἐκείνων τὴν προσωνυμίαν ἔχοντες: τὴν γὰρ Τριάδα ὁμοούσιον εἶναι φασί. Περὶ μὲν οὖν τῶν Ἀπολιναρίων καὶ αὖθις κατὰ [*](Cp. iii. 16.) χώραν μνημονεύσομεν.

Περὶ τῆς Κωνσταντίου τοῦ βασιλέως τελευτῆς.

Τοῦ μέντοι βασιλέως Κωνσταντίου ἐν Ἀντιοχείᾳ διάγοντος, ὁ Καῖσαρ Ἰουλιανὸς ἐν ταῖς Γαλλίαις πολλοῖς βαρβάροις συμπλέκει: καὶ νικήσας, πᾶσι μὲν τοῖς στρατευομένοις ἐπέραστος διὰ τοῦτο γεγονὼς, ὑπ̓ αὐτῶν ἀναγορεύεται βασιλεύς. Τούτου διαγγελθέντος, ὁ βασιλεὺς Κωνστάντιος εἰς ἀγῶνα κατέστη: βαπτισθεὶς δὲ ὑπὸ Εὐζωΐου, ἐπὶ τὸν πρὸς αὐτὸν ἐχώρει πόλεμον. Γενόμενος δὲ μεταξὺ Καππαδοκίας καὶ Κιλικίας, ἐν Μοψουκρήναις ἐτελεύτα τὸν βίον, ὑπὸ φροντίδος ἀποπληξίᾳ ληφθεὶς, ἐν ὑπατείᾳ Ταύρου [*](A.D. 361.) καὶ Φλωρεντίου, τῇ τρίτῃ τοῦ Νοεμβρίου μηνός. Τοῦτο δὲ ἦν ἔτος πρῶτον τῆς διακοσιοστῆς ὀγδοηκοστῆς πέμπτης Ὀλυμπιάδος. Ἔζησε δὲ Κωνστάντιος ἔτη τεσσαράκοντα πέντε, βασιλεύσας ἔτη τριάκοντα ὀκτώ: συμβασιλεύσας μὲν τῷ πατρὶ ἔτη δεκατρία: μετὰ δὲ τὴν τελευτὴν αὐτοῦ, ἔτη εἰκοσιπέντε, ὅσων περ καὶ ἡ βίβλος περιέχει χρόνον ἐτῶν.