Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Περὶ τῆς εἰς Περσίδα τοῦ βασιλέως ἀφίξεως, καὶ περὶ τῆς ἀναιρέσεως αὐτοῦ.

Ὁ δὲ βασιλεὺς εἰς τὴν τῶν Περσῶν ἐνέβαλεν μικρὸν πρὸ τοῦ ἔαρος, πυθόμενος ἀσθενέστατα καὶ ἀνανδρότατα εἶναι χειμῶνος τὰ ἔθνη Περσῶν. Κρυμὸν γὰρ μὴ φέροντες, ἀπόμαχοι μένουσι κατὰ τόνδε τὸν χρόνον: ἀλλ̓ οὐδὲ χεῖρα, τὸ τοῦ λόγου, βάλλοι ἂν τότε ἔξω τοῦ φάρους Μῆδος ἀνήρ. Ῥωμαίους δ̓ εἰδὼς καὶ χειμῶνος ἀγωνίζεσθαι δυναμένους, ἐπαφῆκε τῇ χώρᾳ τὸν στρατόν. Πολλὰς οὖν χώρας καὶ κώμας καὶ φρούρια πορθήσαντες ἤδη καὶ τὰς πόλεις ἐλάμβανον. Περιστοιχίσας δὲ Κτησιφῶντα τὴν μεγάλην πόλιν, τοσοῦτον ἐπολιόρκει τὸν βασιλέα, ὥστε ἐκεῖνον πρεσβείαις χρήσασθαι συχναῖς, ἱκετεύειν τε ζημιωθῆναι μέρος τι τῆς αὐτοῦ πατρίδος, εἰ καταλύσας τὸν πόλεμον ἀποχωρήσῃ. Ὁ δὲ οὐκ ἔπαθε τὴν ψυχὴν, οὐδὲ τοὺς ἱκετεύοντας ἠλέησεν: ἀλλ̓ οὐδὲ τὸ τοῦ λόγου κατὰ νοῦν ἔλαβεν, ὡς ἄρα νικᾶν μὲν καλὸν, ὑπερνικᾶν δὲ ἐπίφθονον. Πεπιστευκὼς δὲ μαντείαις τισιν ἃς αὐτῷ συμπαρὼν ὁ φιλόσοφος Μάξιμος ὑπετίθετο, καὶ ὀνειροπολήσας τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος δόξαν λαβεῖν, ἢ καὶ μᾶλλον ὑπερβαίνειν, τὰς ἱκεσίας Περσῶν ἀπεκρούσατο. Καὶ ἐνόμιζε κατὰ τὴν Πυθαγόρου καὶ Πλάτωνος δόξαν ἐκ μετενσωματώσεως τὴν Ἀλεξάνδρου ἔχειν ψυχὴν, μᾶλλον δὲ αὐτὸς εἶναι Ἀλέξανδρος ἐν ἑτέρῳ σώματι. Αὕτη ἡ οἴησις αὐτὸν ἐξηπάτησε, καὶ παρεσκεύασε τότε τὴν ἱκεσίαν τοῦ Πέρσου μὴ παραδέξασθαι. Διόπερ ἐκεῖνος γνοὺς ἀνήνυτα αὐτῷ τὰ τῆς πρεσβείας γενόμενα, εἰς ἀνάγκην καθίσταται: καὶ τῇ ἐχομένῃ μετὰ τὴν πρεσβείαν ἡμέρᾳ πᾶσαν ἣν εἶχε δύναμιν ἀντιτάττει τῷ Ῥωμαίῳ στρατῷ. Διεμέμφοντο μὲν οὖν τὸν βασιλέα Ῥωμαῖοι, διότι μὴ ἐπικερδῶς ὑφῆκε τῆς μάχης: ὅμως δὲ τοῖς παροῦσιν ἀντεπράττοντο: καὶ αὖθις τοὺς πολεμίους τρέπουσιν εἰς φυγήν. Ὁ δὲ βασιλεὺς παρῆν ἱππότης μὲν, καὶ ἐπερρώννυε τὸν στρατὸν, ἄοπλος δὲ, τῇ τῆς εὐτυχίας ἐλπίδι μόνῃ θαρρῶν.

163
Ἐξ ἀφανοῦς δὲ ἀκόντιον φέρεται κατ̓ αὐτοῦ, καὶ διὰ βραχίονος διαδραμὸν εἰς τὴν πλευρὰν εἰσέδυ. Ἐκ ταύτης δὲ τῆς πληγῆς τὸν βίον κατέστρεψεν, ἀδήλου γενομένου τοῦ ἀνελόντος αὐτόν: οἱ μὲν γὰρ ὑπό τινος Πέρσου αὐτομόλου βληθῆναι φασίν: οἱ δὲ ὑπὸ οἰκείου στρατιώτου, ὡς ὁ πολὺς λόγος κρατεῖ. Κάλλιστος δὲ, ὁ ἐν τοῖς οἰκεῖοις τοῦ βασιλέως στρατευόμενος, ἱστορήσας τὰ κατ̓ αὐτὸν ἐν ἡρωϊκῷ μέτρῳ, τὸν τότε πόλεμον διηγούμενος, ὑπὸ δαίμονος βληθέντα τελευτῆσαι φησίν. Ὅπερ τυχὸν μὲν ὡς ποιητὴς ἔπλασε, τυχὸν δὲ καὶ οὕτως ἔχει: πολλοὺς γὰρ ἐριννύες μετῆλθον. Ἢ ὅπως δ̓ ἂν ἔχοι τὰ κατ̓ αὐτὸν, ἀλλ̓ οὖν ἐκεῖνά γε οὐκ ἐλάνθανεν, ὡς ἦν ὁ ἀνὴρ διὰ προθυμίαν οὐκ ἀσφαλὴς, δἰ εὐπαιδευσίαν κενόδοξος, δἰ ἐπιείκειαν πεπλασμένην εὐκαταφρόνητος. Ἰουλιανὸς μὲν οὖν ἐν τῇ τετάρτῃ ἑαυτοῦ ὑπατείᾳ, ἣν ἅμα Σαλουστίῳ ἐδεδώκει, [*](A.D. 363.) περὶ τὴν ἕκτην καὶ εἰκάδα τοῦ Ἰουνίου μηνὸς, ἐν τῇ Περσῶν χώρᾳ, ὡς ἔφην, τὸν βίον κατέλυσεν. Τοῦτο δὲ ἔτος ἦν τρίτον τῆς βασιλείας αὐτοῦ, ἕβδομον δὲ ἀφ̓ οὗ Καῖσαρ ἀπὸ Κωνσταντίου [*]([u(po/, *wal.]) προεβλήθη, τριακοστὸν δὲ καὶ πρῶτον ἦν τῆς ζωῆς αὐτοῦ.

Περὶ τῆς ἀναγορεύσεως Ἰοβιανοῦ.

Οἱ δὲ στρατιῶται ἐν μεγίστῃ περιστάσει γενόμενοι, μηδὲν ὑπερθέμενοι, τῇ ἑξῆς ἡμέρᾳ ἀναδεικνύουσι βασιλέα Ἰοβιανὸν, ἄνδρα γενναῖον καὶ εὐγενῆ: ὅστις χιλίαρχος ὢν ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις νόμῳ προὐτίθει, ἢ θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι προῃρεῖτο ἢ ἐκτελεῖν ἀσεβοῦς βασιλέως ἐπίταγμα. Ἀλλὰ Ἰουλιανὸς μὲν τῇ ἀνάγκῃ τοῦ ἐπικειμένου πολέμου ἐν τοῖς στρατηγοῦσιν εἶχε τὸν ἄνδρα. Τότε δὲ αἱρεθεὶς εἰς τὸ βασιλεῦσαι παρῃτεῖτο: βίᾳ τε ἑλκόμενος ὑπὸ τῶν στρατιωτῶν, ἐβόα, μὴ βούλεσθαι λέγων βασιλεύειν ἀνθρώπων Ἑλληνίζειν προαιρουμένων, αὐτὸς ὢν Χριστιανός. Ὡς οὖν φωνὴ κοινῇ πάντων ἐγίνετο, ὁμολογοῦσα καὶ αὐτοὺς εἶναι Χριστιανοὺς, [*]([Qu. koinh/;]) δέχεται μὲν τὴν βασιλείαν. Ἐν στενῷ δὲ ἐξαίφνης ἀποληφθεὶς ἐν τῇ Περσῶν, καὶ τῶν στρατιωτῶν λιμῷ φθειρομένων, κατέλυσεν ἐπὶ συνθήκαις τὸν πόλεμον: αἱ συνθῆκαι δὲ πρὸς μὲν τὴν δόξαν Ῥωμαίων ἦσαν ἀπρεπεῖς, πρὸς δὲ τὸν καιρὸν ἀναγκαῖαι. Ζημιωθεὶς

164
[*](tou\s o)/rous *wal.) γὰρ τοὺς Σύρους τῆς ἀρχῆς, καὶ παραδοὺς τοῖς Πέρσαις τὴν ἐν Μεσοποταμίᾳ Νίσιβιν πόλιν, ἐξήλαυνεν ἐκεῖθεν. Τούτων διαγγελθέντων, Χριστιανοὶ μὲν ἀνερρώννυντο, οἱ δὲ τὴν θρησκείαν Ἕλληνες πένθος ἐποιοῦντο τὴν Ἰουλιανοῦ τελευτήν. Τὸ στρατιωτικὸν δὲ σύμπαν τὴν ἀφύλακτον αὐτοῦ θερμότητα διεμέμφοντο, καὶ τὴν αἰτίαν τῆς ζημίας τῶν ὅρων εἰς αὐτὸν ἀνέφερον, ὅτι ὑπὸ αὐτομόλου Πέρσου ἀπατηθεὶς τὰ σιτηγοῦντα διὰ τῶν ποταμῶν πλοῖα κατέκαυσε, διὸ καὶ λιμῷ περιέπεσεν ὁ στρατός. Τότε δὴ καὶ ὁ σοφιστὴς Λιβάνιος θρῆνον ἐπὶ Ἰουλιανῷ συνέταττεν, ὃν Ἰουλιανὸν ἤτοι ἐπιτάφιον ἐπέγραψεν. Ἐν ᾧ λόγῳ πάντα σχεδὸν τὰ κατ̓ αὐτὸν ἐγκωμιαστικῶς διεξῆλθε: μνημονεύσας καὶ τῶν βιβλίων ὧν κατὰ Χριστιανῶν Ἰουλιανὸς συνέθηκε, καὶ ὡς εἴη ἐν αὐτοῖς γέλωτα καὶ φλήναφον ἀποδείξας τὰς Χριστιανῶν βίβλους. Εἰ μὲν οὖν τὰ ἄλλα τοῦ βασιλέως ὁ σοφιστὴς ἐνεγκωμίαζεν, ἡσύχως ἂν ἐπὶ τὰ ἐχόμενα τῆς ἱστορίας ἐβάδιζον. Ἐπειδὴ δὲ ὡς δεινὸς ῥήτωρ, τῇ μνήμῃ τῶν Ἰουλιανοῦ βιβλίων τοῦ Χριστιανισμοῦ καθάπτεται, διὰ τοῦτο εἰπεῖν καὶ ἡμεῖς ὀλίγα περὶ τούτων προαιρούμεθα, πρότερον θέντες αὐτοῦ τὰ ῥήματα.

Πρὸς Λιβάνιον τὸν σοφιστὴν ἀντιλογία περὶ Ἰουλιανοῦ.

[*](Liban. Orat. xviii. (Op. i. 581, Reiske.)) Τοῦ χειμῶνος, φησὶ, τὰς νύκτας ἐκτείνοντος, ἐπιθέμενος ὁ βασιλεὺς ταῖς βίβλοις, αἳ τὸν ἐκ Παλαιστίνης ἄνθρωπον Θεόν τε καὶ Θεοῦ παῖδα ποιοῦσι, μάχῃ τε μακρᾷ καὶ ἐλέγχων ἰσχύϊ γέλωτα ἀποφῄνας καὶ φλήναφον τὰ τιμώμενα, σοφώτερος ἐν τοῖς αὐτοῖς δέδεικται τοῦ Τυρίου γέροντος. Ἵλεως δὲ οὗτος ὁ Τύριος εἴη, καὶ δέχοιτο εὐμενῶς τὸ ῥηθὲν, ὡς ἂν υἱῷ ἡττώμενος. Ταῦτα μὲν τὰ ῥήματα τοῦ σοφιστοῦ Λιβανίου. Ἐγὼ δὲ σοφιστὴν [*]([de\, *wal.]) μὲν αὐτὸν ἄριστον γενέσθαι φημί: ἐπίσταμαί τε ὡς εἰ μὴ εἴη τῷ βασιλεῖ κατὰ τὴν θρησκείαν ὁμόδοξος, πάντα ἂν αὐτὸν εἶπεν ὅσα οἱ Χριστιανοὶ λέγουσι, καὶ ὡς εἰκὸς, ἅτε σοφιστὴν ὄντα, μεγαλύναι τὰ λεγόμενα. Ἐπεὶ καὶ εἰς Κωνστάντιον ζῶντα μὲν ἐπαίνους ἔγραφεν: τελευτήσαντος δὲ ὕβρεις μεστὰς ἐγκλημάτων κατέχεεν. Ὥστε εἰ καὶ Πορφύριος ἦν βασιλεὺς, προκρίνειν τὰ ἐκείνου βιβλία τῶν Ἰουλιανοῦ: καὶ εἰ Ἰουλιανὸς ἦν σοφιστὴς, [*](c. 13.) εἶπεν ἂν καὶ αὐτὸν κακὸν σοφιστὴν, ὡς καὶ Ἑκηβόλιον ἐν τῷ

165
ἐπιταφίῳ Ἰουλιανοῦ. Ἐπεὶ οὖν ἐκεῖνος καὶ ὡς ὁμόδοξος, καὶ ὡς σοφιστὴς, καὶ φίλος τῷ βασιλεῖ, ὅσα ἐδόκει αὐτῷ διεξῆλθε, καὶ ἡμεῖς πρὸς τὰ ὑπ̓ αὐτοῦ γραφέντα κατὰ δύναμιν ἀπαντήσωμεν. Πρῶτον μὲν γάρ φησιν αὐτὸν ἐπιθέσθαι ταῖς βίβλοις, τοῦ χειμῶνος τὰς νύκτας ἐκτείνοντος. Τὸ δὲ ἐπιθέσθαι σημαίνει, ὅτι ἔργον ἔθετο ψόγον γράψαι, ὡς ἔθος τοῖς σοφισταῖς ποιεῖν ἐν τῇ τῶν νέων εἰσαγωγῇ: πάλαι μὲν γὰρ τὰς βίβλους ἐπίστατο, τότε δὲ ἐπέθετο. Καὶ μάχῃ μακρᾷ σχολάσας οὐχ, ὡς φησὶ Λιβάνιος, ἐλέγχων ἰσχύϊ, ἀλλὰ ἀσθενείᾳ τοῦ ἀληθοῦς τὰ καλῶς ἑαυτοῖς [*]([Qu. e)n au)tai=s;]) ἠσφαλισμένα. ὡς φιλοσκώπτης διέσυρε. Πᾶς γὰρ ὁ μαχόμενος τινι νῦν μὲν παρατρέπων, νῦν δὲ ἐπικρύπτων τὴν ἀλήθειαν, καταψεύδεται τοῦ πρὸς ὃν ἡ μάχη συνίσταται. Καὶ ὁ ἀπεχθῶς ἔχων πρός τινα πάντα ὡς πολέμιος οὐ μόνον πράττειν, ἀλλὰ καὶ λέγειν ἐσπούδακε: καὶ τὰ αὐτῷ προσόντα φαῦλα τῷ πρὸς ὃν ἡ ἔχθρα περιτρέπειν φιλεῖ. Ὅτι μὲν οὖν καὶ Ἰουλιανὸς καὶ Πορφύριος, ὃν Τύριον καλεῖ γέροντα, ἄμφω φιλοσκῶπται ἦσαν, ὑπὸ τῶν οἰκείων λόγων ἐλέγχονται. Πορφύριος μὲν γὰρ τοῦ κορυφαιοτάτου τῶν φιλοσόφων Σωκράτους τὸν βίον διέσυρεν ἐν τῇ γεγραμμένῃ αὐτῷ Φιλοσόφῳ Ἱστορίᾳ. Καὶ τοιαῦτα περὶ αὐτοῦ γράψας κατέλειπεν, οἷα ἂν μήτε Μέλιτος, μήτε Ἄνυτος, οἱ γραψάμενοι Σωκράτην, εἰπεῖν ἐπεχείρησαν: Σωκράτους, φημὶ, τοῦ παῤ Ἕλλησι θαυμαζομένου ἐπί τε σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις ἀρεταῖς: ὃν Πλάτων ὁ θαυμαστὸς παῤ αὐτοῖς φιλόσοφος, καὶ Ξενοφῶν, καὶ ὁ ἄλλος τῶν φιλοσόφων θίασος, οὐ μόνον ὡς θεοφιλῆ τιμῶσιν, ἀλλὰ δὴ καὶ ὑπὲρ ἄνθρωπον φρονεῖν νενομίκασιν. Ἰουλιανὸς δὲ τὸν πατέρα ζηλῶν, τὸ ἴδιον πάθος εἰς τοὺς Καίσαρας ἤλεγξε, πάντας μωμησάμενος τοὺς πρὸ αὐτοῦ βασιλεῖς, καὶ οὐδὲ τοῦ φιλοσόφου Μάρκου φεισάμενος. Καὶ ὅτι μὲν φιλοσκῶπται ἄμφω, ἐξ ἑαυτῶν τὸν ἔλεγχον ἔχουσι: καὶ οὐ δεῖ μοι πολλῶν ἢ δεινῶν λόγων, ἀλλὰ ἀπόχρη ταῦτα εἰς παράστασιν τοῦ ἤθους αὐτῶν. Ἐγὼ μὲν οὖν ταῦτα ἐκ τῶν ἑκατέρων λόγων περὶ ἤθους αὐτῶν τεκμαιρόμενος ταῦτα γράφω. Οἷα δὲ περὶ Ἰουλιανοῦ ὁ Ναζιανζηνὸς Γρηγόριος εἴρηκε, τῶν αὐτοῦ λόγων ἐπάκουε: φησὶ γὰρ ἐν τῷ δευτέρῳ λόγῳ πρὸς Ἕλληνας κατὰ λέξιν τάδε: Ταῦτα τοῖς μὲν ἄλλοις ἡ πεῖρα παρέστησε, καὶ ἡ δυναστεία προσλαβοῦσα [*](Greg. Orat. v. 23.) τὴν ἐξουσίαν: ἐμοὶ δὲ καὶ πόρρωθεν τρόπον τιναἑ ωρᾶτο, ἐξ οὗ τῷ ἀνδρὶ
166
συνεγενόμην Ἀθήνῃσιν. Ἦλθε γὰρ κἀκεῖσε, ἄρτι τῶν κατὰ τὸν ἀδελφὸν αὐτοῦ νεωτερισθέντων, τὸν βασιλέα τοῦτο αὐτὸ παραιτησάμενος. Διττὸς δὲ αὐτοῦ τῆς ἐπιδημίας ὁ λόγος: ὁ μὲν εὐπρεπέστερος, καθ̓ ἱστορίαν τῆς Ἑλλάδος καὶ τῶν ἐκεῖσε παιδευτηρίων: ὁ δὲ ἀπορρητότερος καὶ οὐ πολλοῖς γνώριμος, ὥστε τοῖς ἐκεῖ θύταις καὶ ἀπατεῶσι περὶ τῶν καθ̓ ἑαυτὸν συγγενέσθαι, οὔπω παρρησίαν ἐχούσης τῆς ἀσεβείας. Τότε τοίνυν οὐ φαῦλος ἐγὼ τοῦ ἀνδρὸς εἰκαστὴς οἶδα γενόμενος, καίτοι γε οὐ τῶν εὖ πεφυκότων περὶ ταῦτα εἷς ὤν. Ἀλλ̓ ἐποίει με μαντικὸν ἡ τοῦ ἤθους ἀνωμαλία, καὶ τὸ [*](Eurip. Fragm. 944.) περιττὸν τῆς ἐκστάσεως, εἴπερ μάντις ἄριστος ὅστις εἰκάζει καλῶς. Οὐδενὸς γὰρ ἐδόκει μοι σημεῖον εἶναι χρηστοῦ αὐχὴν ἀπαγὴς, ὦμοι παλλόμενοι καὶ ἀνακοπτόμενοι, ὀφθαλμὸς σοβούμενος καὶ περιφερόμενος καὶ μανικὸν βλέπων, πόδες ἀστατοῦντες καὶ μετοκλάζοντες, μυκτὴρ ὕβριν πνέων καὶ περιφρόνησιν, προσώπου σχηματισμοὶ καταγέλαστοι, τὸ αὐτὸ φρονοῦντες γέλωτες ἀκρατεῖς καὶ βρασματώδεις, νεύσεις καὶ ἀνανεύσεις σὺν οὐδενὶ λόγῳ, λόγος ἱστάμενος καὶ κοπτόμενος πνεύματι, ἐρωτήσεις ἄτακτοι καὶ ἀσύνετοι, ἀποκρίσεις οὐδὲν τούτων ἀμείνους, ἀλλήλαις ἐπεμβαίνουσαι, καὶ οὐκ εὐσταθεῖς, οὐδὲ τάξει προϊοῦσαι παιδεύσεως. Τί ἂν τὰ καθ̓ ἕκαστον γράφοιμι; τοιοῦτον πρὸ τῶν ἔργων ἐθεασάμην, οἷον καὶ ἐπὶ τῶν ἔργων ἐγνώρισα: καὶ εἴ μοι παρῆσάν τινες τῶν τηνικαῦτα συνόντων καὶ ἀκουσάντων, οὐ χαλεπῶς ἂν ἐμαρτύρησαν, οἷς ἐπειδὴ ταῦτα ἐθεασάμην, εὐθὺς ἐφθεγξάμην, Οἷον κακὸν ἡ Ῥωμαίων τρέφει. Καὶ προαγορεύσας, καὶ γενέσθαι ψευδόμαντις ἐμαυτῷ κατηυξάμην: κρεῖσσον γὰρ ἢ τοιούτων πλησθῆναι τὴν οἰκουμένην κακῶν, καὶ τοιοῦτον ἀναφανῆναι τέρας, οἷον οὔπω πρότερον: πολλῶν μὲν ἐπικλυσμῶν θρυλουμένων, πολλῶν δὲ ἐμπρησμῶν καὶ βρασμῶν γῆς καὶ χασμάτων, ἔτι δὲ καὶ ἀνδρῶν ἀπάνθρωποι καὶ θηριώδεις ἀλλοκότων τε καὶ συνθέτων φύσεις καινοτομηθεῖσαι. Ταύτῃ τοι καὶ τέλος ἄξιον ἠνέγκατο τῆς ἀπονοίας. Τοιαῦτα μὲν Γρηγόριος περὶ Ἰουλιανοῦ διεξῆλθεν. Ὅτι δὲ καὶ κατὰ Χριστιανῶν λόγους πολλοὺς ἀναλώσαντες τὴν ἀλήθειαν ἐπεχείρησαν βιάσασθαί, τινα μὲν τῶν ἱερῶν γραμμάτων παρατρέψαντες, τὰ δὲ ἐγκαταλέξαντες, πάντα δὲ πρὸς τὸν οἰκεῖον ἐκλαβόντες σκοπὸν, πολλοὶ μὲν πρὸς αὐτοὺς ἀπαντήσαντες ἔδειξαν, ἀνατρέψαντές τε καὶ ἐξελέγξαντες αὐτῶν τὰ σοφίσματα. Πρὸ δὲ ἁπάντων Ὠριγένης, καὶ πολλῷ τῶν Ἰουλιανοῦ χρόνων ἀνώτερος ὢν, τὰ δοκοῦντα ταράττειν τοὺς ἐντυγχάνοντας ταῖς ἱεραῖς βίβλοις ἀνθυπενεγκὼν ἑαυτῷ καὶ ἑρμηνεύσας, τὰς τῶν ἀγνωμονούντων σοφιστικὰς εὑρεσιλογίας ἀπέκλεισεν. Οἷς εἰ μὴ παρέργως ἐντετυχήκασιν Ἰουλιανὸς καὶ Πορφύριος, εὐγνωμόνως τε αὐτὰ ἐδέξαντο, πάντως ἂν εἰς ἕτερά τινα τοὺς λόγους ἔτρεψαν,
167
καὶ οὐκ ἂν εἰς τὸ σοφίσματα βλάσφημα γράφειν ἐτράπησαν. Ὅτι δὲ ὁ βασιλεὺς σκῶψαι ἐπετήδευσε πρὸς τοὺς ἰδιώτας καὶ ἁπλουστέρους τοὺς λόγους ποιούμενος, οὐ μὴν πρὸς τοὺς ἐκ τῶν ἱερῶν γραμμάτων μόρφωσιν τῆς ἀληθείας ἔχοντας, ἐκεῖθεν δῆλον [*](2 Tim. iii. 5.) ἐστί: λαβὼν γὰρ τὰ ῥήματα, ὅσα χρείας ἕνεκεν οἰκονομικῶς ἐπὶ τοῦ Θεοῦ ἀνθρωπικώτερον τέτακται, καὶ πολλὰ τοιαῦτα ἐπισυνείρας, τέλος ἐπιφέρει κατὰ λέξιν τάδε: Τούτων τοίνυν ἕκαστον, εἰ μὴ λόγος ἐστὶν ἀπόρρητον ἔχων τινὰ θεωρίαν, [*](Cp. Cyril c. Jul. iii. (p. 93, ed. Spanheim.)) ὅπερ ἐγὼ νενόμικα, πολλῆς γέμουσιν οἱ λόγοι περὶ αὐτοῦ βλασφημίας. Ταῦτα μὲν ἐν τῷ τρίτῳ αὐτοῦ κατὰ Χριστιανῶν βιβλίῳ αὐταῖς λέξεσιν εἴρηκε. Καὶ ἐν τῷ λόγῳ δὲ αὐτοῦ, ὃν Περὶ Κυνισμοῦ ἐπέγραψε, διδάσκων ὅπως δεῖ τοὺς ἱεροὺς πλάττειν μύθους, φησὶ δεῖν κρύπτειν τὴν περὶ τῶν τοιούτων ῥημάτων ἀλήθειαν, λέγων αὐτοῖς ῥήμασι τάδε: Φιλεῖ γὰρ ἡ φύσις κρύπτεσθαι: καὶ τὸ κεκρυμμένον τῆς τῶν θεῶν οὐσίας [*](Jul. Orat. vii. (p. 216.)) οὐκ ἀνέχεται γυμνοῖς εἰς ἀκαθάρτους ἀκοὰς ῥίπτεσθαι ῥήμασι. Φαίνεται δὴ διὰ τούτων ὁ βασιλεὺς ὑπόνοιαν ἔχειν περὶ τῶν θείων γραφῶν, ὡς εἴησαν λόγοι μυστικοὶ ἀπόρρητόν τινα θεωρίαν ἔχοντες: ἀγανακτεῖ δὲ, ἐφ̓ οἷς μὴ καὶ πάντες τὴν αὐτὴν περὶ τούτων ὑπόνοιαν ἔχουσι: καὶ κατατρέχει τῶν ἐν Χριστιανοῖς ἁπλούστερον δεχομένων τὰ λόγια. Οὐκ ἔδει δὲ τοσοῦτον καταδραμεῖν τῆς ἁπλότητος τῶν πολλῶν, οὐδὲ τυφωθῆναι δἰ ἐκείνους κατὰ τῶν ἱερῶν γραμμάτων, οὐδὲ μισῆσαι καὶ ἀποστραφῆναι τὰ καλῶς αὐτῷ [*]([*wal. conj. a)/llois.]) νοούμενα, ὅτι μὴ πάντες αὐτὰ ἐνόουν ὡς αὐτὸς ἐβούλετο. Νῦν δὲ, ὡς ἔοικε, τὰ αὐτὰ Πορφυρίῳ πέπονθεν: ἐκεῖνος μὲν γὰρ πληγὰς ἐν Καισαρείᾳ τῆς Παλαιστίνης ὑπό τινων Χριστιανῶν εἰληφὼς, καὶ μὴ ἐνεγκὼν τὴν ὀργὴν, ἐκ μελαγχολίας τὸν μὲν Χριστιανισμὸν ἀπέλειπε, μίσει δὲ τῶν τυπτησάντων αὐτὸν εἰς τὸ βλάσφημα κατὰ Χριστιανῶν γράφειν ἐξέπεσεν, ὡς αὐτὸν Εὐσέβιος ὁ Παμφίλου [*](Cp. Præp Enan. vi.) ἐξήλεγξεν, ἀνασκευάσας τοὺς λόγους αὐτοῦ. Ὁ δὲ βασιλεὺς πρὸς τοὺς ἰδιώτας ὑπεροπτικῶς κατὰ τῶν Χριστιανῶν ἐσχηκὼς, ἐκ τοῦ αὐτοῦ πάθους εἰς τὴν Πορφυρίου βλασφημίαν ἀπέκλινεν: ἀμφότεροι οὖν ἑκουσίως δυσσεβήσαντες, ἐν γνώσει ἁμαρτίας τὸ ἐπιτίμιον ἔχουσιν. Ἐπειδὴ δὲ καὶ ὁ σοφιστὴς Λιβάνιος ἐπιχλευάζων, τὸν ἐκ Παλαιστίνης, φησὶν, ἄνθρωπον Θεόν τε καὶ Θεοῦ παῖδα
168
[*](Liban. Orat. xviii. (Op. i. 625.)) ποιοῦσιν, ἐκλελῆσθαί μοι δοκεῖ, ὅπως αὐτὸς ἐπὶ τέλει τοῦ αὐτοῦ λόγου τὸν Ἰουλιανὸν ἀπεθέωσε. Τὸν γὰρ πρῶτον, φησὶ, ἄγγελον τῆς τελευτῆς μικροῦ κατέλευσαν, ὡς θεοῦ καταψευδόμενον. Εἶτα πρόσω μικρὸν ὑποβὰς, Ὦ δαιμόνων μὲν, φησὶ, τρόφιμε, δαιμόνων δὲ μαθητὰ, δαιμόνων δὲ παρεδρευτά. Εἰ καὶ αὐτὸς ἄλλως ἐνόει, ἀλλ̓ οὖν γε τὴν ὁμωνυμίαν τοῦ χείρονος μὴ ἐκκλίνας ταῦτ̓ ἔδοξε λέγειν, ἃ καὶ οἱ Χριστιανοὶ ὀνειδίζοντες λέγουσιν. Εἰ οὖν ἐπαίνων ἐφρόντιζεν, ἔδει φυγεῖν τὴν ὁμωνυμίαν, ὥσπερ ἔφυγε καὶ ἑτέραν λέξιν, δἰ ἣν λοιδορηθεὶς τῶν ἑαυτοῦ λόγων ἐξέκοψεν. Ὅπως μὲν οὖν ὁ κατὰ Χριστὸν ἄνθρωπος θεολογεῖται, καὶ ὅπως τὸ μὲν φανερὸν ἄνθρωπος ἦν, τὸ δὲ ἀφανὲς Θεὸς, ὅπως τε ἀληθῆ ἄμφω ἐστὶ, Χριστιανῶν μὲν οἱ θεῖοι λόγοι ἐπίστανται. Ἕλληνες δὲ πρὸ τοῦ πιστεῦσαι συνιέναι [*](Isa. vii. 9.) οὐ δύνανται: καὶ γὰρ λόγιόν ἐστι τὸ λέγον, ὅτι ἐὰν μὴ πιστεύσητε, οὐδ̓ οὐ μὴ συνῆτε. Διὸ οὐκ αἰσχύνονται πολλοὺς ἀνθρώπους ἀποθεώσαντες: καὶ εἴθε γε κἂν χρηστοὺς τὸν τρόπον, ἢ δικαίους, ἢ σώφρονας: ἀλλὰ ἀνάγνους, ἀδίκους, μέθῃ δεδουλωμένους, Ἡρακλέας φημὶ καὶ Διονύσους καὶ Ἀσκληπιούς: καθ̓ ὧν συνεχῶς ἐν τοῖς αὐτοῦ λόγοις ὀμνύων Λιβάνιος οὐκ αἰσχύνεται: ὧν τοὺς ἀρρενικοὺς καὶ θηλυκοὺς ἔρωτας εἰ ἀπαριθμησαίμην, μακρὸς ἡμῖν ἔσται ὁ τῆς παρεκβάσεως λόγος. Ἀρκέσει δὲ τοῖς ταῦτα γνῶναι ἐθέλουσιν ὁ Ἀριστοτέλους Πέπλος, καὶ ὁ Διονύσου Στέφανος, καὶ Ῥηγίνου ὁ Πολυμνήμων, καὶ τῶν ποιητῶν τὸ πλῆθος: οἳ περὶ αὐτῶν γράψαντες γέλωτα ὄντως καὶ φλήναφον [*]([Qu. th\n—]) παρὰ πᾶσι τῆς Ἑλλήνων θεολογίας δεικνύουσιν. Ὅτι δὲ ἴδιον Ἑλλήνων τὸ εὐχερῶς ἀνθρώπους ἀποθεοῦν, ἀρκέσει ὀλίγων ὑπομνησθῆναι. Ῥοδίοις μὲν γὰρ συμφορᾷ περιπεσοῦσιν ἐδόθη χρησμὸς, ὅπως ἂν τὸν Φρύγιον Ἄττιν, τὸν ἱερέα τῆς μανικῆς ἐν Φρυξὶν τελετῆς, θεραπεύωσιν: ἔχει δὲ ὁ χρησμὸς ὧδε: Ἄττυν ἱλάσκεσθε, θεὸν μέγαν ἁγνὸν Ἄδωνιν, Εὔβιον, ὀλβιόδωρον, ἐϋπλόκαμον Διόνυσον. Ὁ μὲν δὴ χρησμὸς Ἄττιν, τὸν ἐκ μανίας ἐρωτικῆς ἑαυτὸν ἀποκόψαντα, τὸν Ἄδωνιν καὶ Διόνυσον εἶναι φησί. Τοῦ δὲ Μακεδόνων βασιλέως Ἀλεξάνδρου ἐπὶ τὴν Ἀσίαν διαβαίνοντος, οἱ Ἀμφικτύονες Ἀλεξάνδρῳ ἐχαρίζοντο, καὶ ἀνεῖλεν ἡ Πυθία τάδε: Ζᾶνα θεῶν ὕπατον, καὶ Ἀθηνᾶν Τριτογένειαν Τιμᾶτε, βροτέῳ τ̓ ἐν σώματι κρυπτὸν ἄνακτα,
169
Ὅν Ζεὺς ἀρίσταις γοναῖς ἔσπειρεν, ἀρωγὸν [*]([a)rrhtoi=si, *wal.]) Εὐνομίης θνητοῖσιν Ἀλέξανδρον βασιλῆα. Ταῦτα τὸ ἐν Πυθοῖ δαιμόνιον ἐχρημάτισεν: ὃ καὶ αὐτὸ τοὺς δυνάστας κολακεῦον ἐθεοποίει: καὶ τοῦτο μὲν ἴσως κολακείᾳ ἐποίει. Τί δ̓ ἂν εἴποι τις, ὡς Κλεομήδην τὸν πύκτην ἀποθεώσαντες, ἔχρησαν περὶ αὐτοῦ τάδε; Ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλιεύς: Ὃν θυσίαις τιμᾶθ̓, ὡς μηκέτι θνητὸν ἐόντα. Διὰ μὲν οὖν τὸν χρησμὸν τόνδε Διογένης ὁ Κύων καὶ Οἰνόμαος ὁ φιλόσοφος κατέγνωσαν τοῦ Πυθίου Ἀπόλλωνος. Κυζικηνοὶ δὲ τρισκαιδέκατον θεὸν Ἀδριανὸν ἀνηγόρευσαν: αὐτός τε Ἀδριανὸς Ἀντίνοον τὸν ἑαυτοῦ ἐρώμενον ἀπεθέωσε. Καὶ ταῦτα γέλωτα καὶ [*](Eus. H. E. iv. 8.) φλήναφον οὐκ ὀνομάζει Λιβάνιος: καίτοι καὶ τοὺς χρησμοὺς καὶ τὸ μονόβιβλον, ὃ Ἀδρίας εἰς τὸν Ἀλεξάνδρου βίον ἐπέγραψεν, [*]([Lucian, Alex.]) ἐπιστάμενος, οὐκ ἐγκαλύπτεται καὶ αὐτὸν ἀποθεῶν τὸν Πορφύριον: Ἵλεως γὰρ, φησὶν, ὁ Τύριος εἴη, προκρίνοντος αὐτοῦ τὰ τοῦ [*]([prokri/nwn, *wal.]) βασιλέως βιβλία. Ταῦτα μὲν οὖν διὰ τὴν τοῦ σοφιστοῦ λοιδορίαν ἐν παρεκβάσει αὐτάρκως εἰρήσθω, ἰδίας τε πραγματείας δεόμενα παραλιπεῖν μοι δοκῶ: τὰ δὲ λοιπὰ τῆς ἱστορίας ἐπιτεθείη ἡμῖν.

Ὡς οἱ πανταχόθεν ἐπίσκοποι προσέδραμον Ἰοβιανῷ, ἐλπίζοντες ἕκαστος αὐτῶν εἰς τὴν ἑαυτῶν πίστιν τοῦτον ἐπισπάσασθαι.

Τοῦ δὲ βασιλέως Ἰοβιανοῦ ἀπὸ τῆς Περσίδος ἀναχωρήσαντος, αὖθις ἀνεκινεῖτο τὰ τῶν ἐκκλησιῶν: οἵ τε προεστῶτες τῶν ἐκκλησιῶν προτρέχειν ἐσπούδαζον, προσδοκῶντες ἕκαστος τῇ ἑαυτῶν πίστει προσθήσεσθαι τὸν βασιλέα. Ὁ δὲ ἐξ ἀρχῆς μὲν τῇ ὁμοουσίῳ πίστει προσέκειτο: τοῦτο δὲ πᾶσιν εἰρηκὼς προέκρινε. Καὶ ἀναρρώννυσι μὲν διὰ γραμμάτων τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον Ἀθανάσιον, ὃς εὐθὺς μετὰ τὴν τελευτὴν Ἰουλιανοῦ τῆς ἐκκλησίας τῶν Ἀλεξανδρέων ἐγκρατὴς ἐγένετο, τότε δὲ παρρησιαίτερος ἐκ τῶν γραμμάτων γενόμενος, καὶ τοῦ πανταχόθεν δέους ἀπήλλακτο. Ἀνεκάλει δὲ ὁ βασιλεὺς τοὺς ὑπὸ Κωνσταντίου μὲν ἐξορισθέντας ἐπισκόπους, ὑπὸ Ἰουλιανοῦ δὲ ἀνακληθῆναι μὴ

170
φθάσαντας. Τηνικαῦτα δὴ καὶ τὰ ἱερὰ τῶν Ἑλλήνων πάντα ἀπεκλείετο: αὐτοὶ δὲ ἄλλος ἀλλαχῆ κατεδύοντο. Οἵ τε τριβωνοφόροι τοὺς τρίβωνας ἀπέθεντο, καὶ εἰς τὸ κοινὸν σχῆμα μετημφιέννυντο: πέπαυτο δὲ αὐτοῖς καὶ ὁ δἰ αἵματος δημοσίᾳ γινόμενος μολυσμὸς, ᾧ κατακόρως ἐπὶ Ἰουλιανοῦ κατεχρήσαντο.

Ὡς οἱ τὰ Μακεδονίου φρονοῦντες καὶ οἱ περὶ Ἀκάκιον ἐν Ἀντιοχείᾳ συνελθόντες τὴν ἐν Νικαίᾳ πίστιν ἐκύρωσαν.

Τὰ μέντοι Χριστιανῶν οὐχ ἡσύχαζεν: οἱ γὰρ προεστῶτες τῶν θρησκειῶν προσελεύσεις ἐποίουν τῷ βασιλεῖ, τὴν παῤ αὐτοῦ κατὰ τῶν νομιζομένων αὐτοῖς ἀντιπάλων παρρησίαν ὑπάρχειν νομίζοντες. Καὶ πρῶτοι μὲν οἱ Μακεδονιανοὶ χρηματίσαντες βιβλίον προσφέρουσιν, ἀξιοῦντες ἐξωθεῖσθαι μὲν τῶν ἐκκλησιῶν τοὺς τὸ ἀνόμοιον δογματίζοντας, ἑαυτοὺς δὲ ἀντεισάγεσθαι. Ἦσαν δὲ οἱ τὸ βιβλίον τῶν δεήσεων ἐπιδόντες, Βασίλειος ὁ Ἀγκύρας, Σιλβανὸς Ταρσοῦ, Σωφρόνιος Πομπηϊουπόλεως, Πασίνικος Ζήνων, Λεόντιος Κομάνων, Καλλικράτης Κλαυδιουπόλεως, Θεόφιλος Κασταβάλων. Τούτων δεξάμενος τὸ βιβλίον ὁ βασιλεὺς ἀναποκρίτους αὐτοὺς ἀπέπεμψε, μόνον δὲ τοῦτο ἐφθέγξατο: Ἐγὼ, ἔφη, φιλονεικίαν μισῶ, τοὺς δὲ τῇ ὁμονοίᾳ προστρέχοντας ἀγαπῶ καὶ τιμῶ. Ταῦτα εἰς τὰς ἀκοὰς τῶν ἄλλων διαδοθέντα τὸν τόνον τῶν φιλονεικεῖν αἱρουμένων ἐχαύνωσε: καὶ τοῦτο κατὰ σκοπὸν τοῦ βασιλέως ἐγίνετο. Καὶ γὰρ δὴ τηνικαῦτα καὶ ὁ τῶν περὶ Ἀκάκιον φιλόνεικος τρόπος ἠλέγχετο, καὶ ὡς εἴησαν ἀεὶ πρὸς τοὺς κρατοῦντας ἀποκλίνοντες, φανερῶς ἐπέδειξαν. Συνελθόντες γὰρ ἐν Ἀντιοχείᾳ τῆς Συρίας εἰς λόγους ἔρχονται Μελιτίῳ, ὃς μικρὸν ἔμπροσθεν αὐτῶν χωρισθεὶς τῷ ὁμοουσίῳ προσέθετο. Τοῦτο δὲ ἐποίησαν, ἐπειδὴ τιμώμενον ὑπὸ τοῦ βασιλέως ἑώρων ἐκεῖ τότε διάγοντος. Κοινῇ οὖν γνώμῃ βιβλίον συντάξαντες καθομολογοῦσι τὸ ὁμοούσιον, καὶ τὴν ἐν Νικαίᾳ πίστιν κυρώσαντες τῷ βασιλεῖ προσκομίζουσιν. Ἔστι δὲ τὸ βιβλίον ἐν τοῖσδε: Τῷ εὐσεβεστάτῳ καὶ θεοφιλεστάτῳ δεσπότῃ ἡμῶν Ἰοβιανῷ νικητῇ Αὐγούστῳ, ἡ τῶν ἐν Ἀντιοχείᾳ παρόντων ἐπισκόπων ἐκ διαφόρων ἐπαρχιῶν σύνοδος. Τὴν ἐκκλησιαστικὴν εἰρήνην τε καὶ ὁμόνοιαν ὅτι σοῦ καὶ πρώτη πρεσβεύειν

171
ἐσπούδασεν ἡ εὐσέβεια, εὖ ἴσμεν καὶ αὐτοὶ, θεοφιλέστατε βασιλεῦ. Ὅτι δὲ κεφάλαιον τῆς τοιαύτης ἑνότητος τῆς ἀληθοῦς καὶ ὀρθοδόξου πίστεως καλῶς ὑπείληφας τὸν χαρακτῆρα, οὐδὲ τοῦτο ἀγνοοῦμεν. Ἵνα μὴ τοίνυν μετὰ τῶν παραχαρασσόντων τὸ δόγμα τῆς ἀληθείας τετάχθαι νομιζώμεθα, ἀναφέρομεν τῇ σῇ εὐλαβείᾳ, ὅτι τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πάλαι πρότερον συγκροτηθείσης τὴν πίστιν καὶ ἀποδεχόμεθα καὶ κατέχομεν. Ὁπότε καὶ τὸ δοκοῦν ἐν αὐτῇ τισιν ὄνομα, τὸ τοῦ ὁμοουσίου φαμὲν, ἀσφαλοῦς τετύχηκε [*]([*wal. ins. ce/non aft. au)th=|.]) παρὰ τοῖς πατράσιν ἑρμηνείας, σημαινούσης ὅτι ἐκ τῆς οὐσίας τοῦ Πατρὸς ὁ Υἱὸς ἐγεννήθη, καὶ ὅτι ὅμοιος κατ̓ οὐσίαν τῷ Πατρί: οὔτε δὲ ὡς πάθους τινὸς περὶ τὴν ἄρρητον γέννησιν ἐπινοουμένου, οὔτε κατά τινα χρῆσιν Ἑλληνικὴν λαμβάνεται τοῖς πατράσι τὸ ὄνομα τῆς οὐσίας, εἰς ἀνατροπὴν δὲ τοῦ ἐξ οὐκ ὄντων, περὶ τοῦ Χριστοῦ ἀσεβῶς τολμηθέντος παρὰ τοῦ Ἀρείου, ὅπερ καὶ οἱ νῦν ἐπιφοιτήσαντες ἀνόμοιοι ἔτι θρασύτερον καὶ τολμηρότερον [*](ii. 40.) ἐπὶ λύμῃ τῆς ἐκκλησιαστικῆς ὁμονοίας ἀναισχύντως παρρησιάζονται. Διὸ συνετάξαμεν τῇδε ἡμῶν τῇ ἀναφορᾷ καὶ τὸ ἀντίγραφον τῆς πίστεως τῆς ἐν Νικαίᾳ ὑπὸ τῶν συγκροτηθέντων ἐπισκόπων ἐκτεθείσης, ἥντινα καὶ ἀγαπῶμεν, ἥτις ἐστίν: Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα: καὶ τὰ λοιπὰ τοῦ μαθήματος, πλήρης. Μελίτιος ἐπίσκοπος Ἀντιοχείας ἔδωκα [*](Qu. plh/rhs aft. e)sti/n;]) συναινῶν τοῖς προγεγραμμένοις, Εὐσέβιος Σαμοσάτων, Εὐάγριος Σικελῶν, Οὐράνιος Ἀπαμείας, Ζώϊλος Λαρίσων, Ἀκάκιος Καισαρείας, Ἀντίπατρος Ῥώσου, Ἀβράμιος Οὐρίμων, Ἀριστόνικος Σελευκοβήλου, Βαρλαμένος Περγάμου, Οὐράνιος Μελιτινῆς, Μάγνος Χαλκηδόνος, Εὐτύχιος Ἐλευθεροπόλεως, Ἰσακόκις Ἀρμενίας μεγάλης, Τῖτος Βόστρων, Πέτρος Σίππων, Πελάγιος Λαοδικείας, Ἀραβιανὸς Ἄντρου, Πίσων Ἀδάνων διὰ Λαμυδρίωνος πρεσβυτέρου, Σαβινιανὸς Ζεύγματος, Ἀθανάσιος Ἀγκύρων διὰ Ὀρφίτου καὶ Ἀετίου πρεσβυτέρων, Εἰρηνίων Γάζης, Πίσων Αὐγούστης, Πατρίκιος Πάλτου διὰ Λαμυρίωνος πρεσβυτέρου, Ἀνατόλιος Βεροίων, Θεότιμος Ἀράβων, Λουκιανὸς Ἄρκων. Τοῦτο μὲν δὴ τὸ βιβλίον τῇ συναγωγῇ τῶν συνοδικῶν Σαβίνου γεγραμμένον εὑρήκαμεν. Ὁ μέντοι βασιλεὺς πρόθεσιν εἶχε κολακείᾳ καὶ πειθοῖ τῶν διεστώτων τὴν φιλονεικίαν ἐκκόψαι, φήσας μηδενὶ ὀχληρὸς τῶν ὁπωσοῦν πιστευόντων ἔσεσθαι, ἀγαπήσειν δὲ καὶ ὑπερτιμήσειν τοὺς ἀρχὴν τῇ ἑνώσει τῆς ἐκκλησίας παρέξοντας. Ταῦτα δὲ οὕτως αὐτὸν πρᾶξαι καὶ Θεμίστιος φησὶν ὁ φιλόσοφος: ὑπατικὸν γὰρ λόγον εἰς αὐτὸν διελθὼν, θαυμάζει τὸν βασιλέα, ὡς τὸ ἐφεῖναι θρησκεύειν ὡς ἕκαστοι βούλονται νικήσαντα τῶν [*]([tw=| e)fei=nai) κολάκων τοὺς τρόπους. Οὓς καὶ διασύρων πάνυ γελοίως ἔφη, [*](Themist. Orat. v. (p. 80. ed. Harduin.)) ἐλέγχεσθαι αὐτοὺς ἁλουργίδα, οὐ Θεὸν, θεραπεύοντας, μηδέν τε
172
διαφέρειν αὐτοὺς Εὐρίπου, νῦν μὲν ἐπὶ τάδε νῦν δὲ εἰς τοὐναντίον τὰ ῥεύματα μεταβάλλοντος.

Περὶ τῆς τελευτῆς Ἰοβιανοῦ τοῦ βασιλέως.

Οὕτω μὲν οὖν ὁ βασιλεὺς τότε τὴν ὁρμὴν τῶν ἐρεσχελεῖν προαιρουμένων ἐπέσχεν: ᾗ τάχος δὲ τῆς Ἀντιοχείας ἀναχωρήσας, τὴν Ταρσόν τε καταλαβὼν τῆς Κιλικίας, ἐκεῖ τὸ Ἰουλιανοῦ σῶμα ἔθαψε. Καὶ πάντα ἐπὶ τῇ κηδείᾳ τὰ νόμιμα πληρώσας, ὕπατός τε ἀναγορεύεται, καὶ αὖθις ἐπὶ τὴν Κωνσταντινούπολιν διαβαίνειν σπουδάζων, ἐν χωρίῳ τινὶ παραγίνεται, ᾧ προσωνυμία Δαδάστανα: μεθόριον δέ ἐστι τοῦτο Γαλατίας καὶ Βιθυνίας. Ἔνθα καὶ Θεμίστιος ὁ φιλόσοφος μετὰ τῶν ἄλλων συγκλητικῶν ἀπαντήσας, τὸν ὑπατικὸν ἐπ̓ αὐτοῦ διεξῆλθε λόγον, ὃν ὕστερον καὶ ἐν Κωνσταντινουπόλει ἐπὶ τοῦ πλήθους ἐπεδείξατο. Ἀλλ̓ εὐτυχῶς τὰ Ῥωμαίων ἔπραξεν ἂν τά τε δημόσια καὶ τὰ τῶν ἐκκλησιῶν, οὕτως ἀγαθοῦ βασιλέως εὐτυχήσαντα, εἰ μὴ αἰφνίδιος ἐπιγενόμενος θάνατος τὸν τοιοῦτον ἄνδρα τῶν πραγμάτων ἀφείλετο. Ἐν γὰρ τῷ προρρηθέντι χωρίῳ, χειμῶνος ὥρᾳ, τῷ τῆς ἐμφράξεως νοσήματι [*](A.D. 364.) συσχεθεὶς ἐτελεύτησεν, ἐν ὑπατείᾳ τῇ αὐτοῦ καὶ Βαρωνιανοῦ τοῦ υἱοῦ αὐτοῦ, τῇ ἑπτακαιδεκάτῃ τοῦ Φεβρουαρίου μηνός: βασιλεύσας μῆνας ἑπτὰ, ζήσας ἔτη τριακοντατρία. Περιέχει δὲ ἡ βίβλος χρόνον ἐτῶν δύο, μηνῶν πέντε.

173

Ὅτι Ἰοβιανοῦ τελευτήσαντος, Οὐαλεντινιανὸν ἀναγορεύουσιν, ὃς δὴ κοινωνὸν τῆς βασιλείας λαμβάνει τὸν ἀδελφὸν Οὐάλεντα: καὶ ὅτι Οὐαλεντινιανὸς μὲν ἦν ὀρθόδοξος, Οὐάλης δὲ Ἀρειανός.

Τοῦ δὴ βασιλέως Ἰοβιανοῦ Δαδαστάνοις, ὡς ἔφημεν, τελευτήσαντος τῇ ἑαυτοῦ ὑπατείᾳ καὶ Βαρωνιανοῦ τοῦ υἱοῦ αὐτοῦ, τῇ ἑπτακαιδεκάτῃ [*](A.D. 364.) τοῦ Φεβρουαρίου μηνὸς, οἱ στρατιῶται ἐκ τῆς Γαλατῶν ἑβδομαῖοι εἰς Νίκαιαν τῆς Βιθυνίας ἐλθόντες κοινῇ ψήφῳ Οὐαλεντινιανὸν ἀνακηρύττουσι βασιλέα, τῇ πέμπτῃ καὶ εἰκάδι τοῦ αὐτοῦ Φεβρουαρίου μηνὸς, ἐν τῇ αὐτῇ ὑπατείᾳ: ὅστις Παννόνιος μὲν ἦν τὸ γένος, πόλεως Κιβάλεως: τάξιν δὲ στρατιωτῶν ἐγχειρισάμενος, πολλὴν ἐπεδείξατο τῶν τακτικῶν ἐπιστήμην. Ἦν δὲ καὶ μεγαλόψυχος ὁ ἀνὴρ, καὶ ἀεὶ τῆς παρούσης τύχης μείζων ἐφαίνετο. Ὡς οὖν αὐτὸν ἀνεστήσαντο βασιλέα, εὐθὺς ἐπὶ τὴν Κωνσταντινούπολιν γενόμενος κοινωνὸν τῆς βασιλείας προσλαμβάνει τὸν ἀδελφὸν Οὐάλεντα, μετὰ τριάκοντα ἡμέρας τῆς αὐτοῦ ἀνακηρύξεως. Ἀλλ̓ ἄμφω μὲν ἦσαν Χριστιανοὶ, διεφώνουν δὲ περὶ τὴν τοῦ Χριστιανισμοῦ πίστιν: Οὐαλεντινιανὸς μὲν γὰρ τὴν πίστιν τῆς ἐν Νικαίᾳ συνόδου ἔσεβεν, Οὐάλης δὲ τῷ Ἀρειανῷ δόγματι ἐκ προλήψεως μᾶλλον προσέκειτο. Τὴν δὲ πρόληψιν ἐποιήσατο τὸ ὑπὸ Εὐδοξίου τοῦ προεστῶτος τῆς ἐν Κωνσταντινουπόλει Ἀρειανῆς θρησκείας βεβαπτίσθαι αὐτόν. Καὶ ζῆλον μὲν εἶχον ἄμφω σπουδαῖον περὶ ὃ ἕκαστος ἔσεβε: τῷ δὲ τρόπῳ πολὺ διεστήκεισαν ἀλλήλων γενόμενοι βασιλεῖς. Πρότερον μὲν γὰρ ἐπὶ Ἰουλιανοῦ, ὅτε ὁ μὲν Οὐαλεντινιανὸς χιλίαρχος ἦν, Οὐάλης δὲ ἐν τοῖς οἰκείοις τοῦ βασιλέως ἐστρατεύετο, οἶον εἶχεν ἕκαστος ζῆλον ἐπέδειξαν. Θύειν γὰρ ἀναγκαζόμενοι, τὰς ζώνας τῆς στρατείας μᾶλλον ἀφιέναι ἡροῦντο ἢ ἀφιέναι τὸν Χριστιανισμόν. Ἀλλὰ τότε μὲν Ἰουλιανὸς ὁ βασιλεὺς, χρειώδεις τοὺς ἄνδρας τοῖς δημοσίοις

174
εἰδὼς, οὐδένα τῆς στρατείας ἐκίνει, ὥσπερ οὐδὲ Ἰοβιανὸν τὸν μετ̓ αὐτὸν βασιλεύσαντα. Ὕστερον δὲ βασιλεύσαντες, περὶ μὲν τὴν τῶν δημοσίων πρόνοιαν ἐν ἀρχῇ παραπλήσιοι ἀλλήλοις ὄντες ἐτύγχανον: περὶ δὲ τὸν Χριστιανισμὸν, ὡς ἔφην, διαφωνοῦντες, οὐκέθ̓ ὁμοίῳ τρόπῳ κατὰ τῶν Χριστιανιζόντων ἐκέχρηντο. Οὐαλεντινιανὸς γὰρ τοὺς μὲν οἰκείους συνεκρότει, τοῖς δὲ Ἀρειανίζουσιν οὐδαμῶς ἦν ὀχληρός. Οὐάλης δὲ Ἀρειανοὺς αὐξῆσαι προαιρούμενος, δεινὰ κατὰ τῶν μὴ τοιαῦτα φρονούντων εἰργάσατο, [*](cc. 16, 17.) ὡς προϊὼν ὁ τῆς ἱστορίας δηλώσει λόγος. Κατὰ δὴ τὸν χρόνον τόνδε τῆς μὲν ἐν Ῥώμῃ ἐκκλησίας προεστήκει Λιβέριος: ἐν δὲ τῇ Ἀλεξανδρείᾳ, τῆς μὲν ὁμοουσίου πίστεως Ἀθανάσιος, τῆς δὲ Ἀρειανιζούσης Λούκιος, ὃν μετὰ Γεώργιον κατέστησαν οἱ Ἀρειανίζοντες. Τῶν δὲ κατὰ τὴν Ἀντιόχειαν Ἀρειανῶν ἡγεῖτο Εὐζώϊος: διῄρηντο δὲ καὶ οἱ τοῦ ὁμοουσίου: τῶν μὲν γὰρ Παυλῖνος, τῶν δὲ Μελίτιος προειστήκεισαν. Τῶν δὲ περὶ τὰ Ἱεροσόλυμα Κύριλλος αὖθις ἐκράτει. Ἐν δὲ Κωνσταντινουπόλει Εὐδόξιος μὲν τῶν ἐκκλησιῶν ἐκράτει, τὴν Ἀρείου δόξαν διδάσκων: οἱ δὲ τοῦ ὁμοουσίου φρονήματος ἐν μικρῷ οἰκίσκῳ τὰς συναγωγὰς ἐποιοῦντο ἔνδον τῆς πόλεως. Τῆς δὲ Μακεδονιανῆς θρησκείας ἔτι κατὰ τὰς πόλεις ἐκράτουν τῶν εὐκτηρίων οἴκων οἱ ἐν Σελευκείᾳ διακριθέντες τοῖς περὶ Ἀκάκιον. Ἐν τοιαύτῃ μὲν δὴ καταστάσει τὰ τῶν ἐκκλησιῶν ἦν.

Ὅτι Οὐαλεντινιανοῦ ἐπὶ τὰ ἑσπέρια μέρη γενομένου, Οὐάλης ἐν Κωνσταντινουπόλει προσελθόντων Μακεδονιανῶν καὶ αἰτούντων σύνοδον γενέσθαι, ἐπένευσε: καὶ ὅτι τοὺς τοῦ ὁμοουσίου ἐπολέμει.

Τῶν δὲ βασιλέων, Οὐαλεντινιανὸς μὲν τὰ ἑσπέρια μέρη ταχέως κατέλαβεν: εἷλκε γὰρ αὐτὸν ἡ τῶν ἐκεῖ πραγμάτων φροντίς: Οὐάλεντι δὲ μικρὸν κατὰ τὴν Κωνσταντινούπολιν ἐπιμείναντι προσέρχονται πλεῖστοι τῶν ἐπισκόπων τῆς Μακεδονιανῶν θρησκείας, ἐξαιτοῦσίν τε ἄλλην γενέσθαι σύνοδον ἐπὶ διορθώσει τῆς πίστεως. Ὁ δὲ βασιλεὺς, νομίσας συναινέσαι αὐτοὺς τοῖς περὶ Ἀκάκιον καὶ Εὐδόξιον, γενέσθαι ἐπέτρεψε. Καὶ οὗτοι μὲν συγκροτεῖν σύνοδον ἐν τῇ Λαμψάκῳ ἔσπευδον. Οὐάλης δὲ ᾗ τάχος ἐπὶ τὴν Συρίας Ἀντιόχειαν ὥρμησεν, ὑφορώμενος μὴ οἱ Πέρσαι τὰς γενομένας ἐπὶ

175
Ἰοβιανοῦ τριακοντούτεις σπονδὰς παραλύσαντες τοῖς Ῥωμαίων ὅροις ἐπέλθοιεν. Ἀλλὰ τὰ μὲν Περσικὰ ἡσύχασεν. Αὐτὸς δὲ τῇ ἡσυχίᾳ καταχρώμενος κατὰ τῶν τὸ ὁμοούσιον φρονούντων ἄσπονδον ἤγειρε πόλεμον: καὶ Παυλῖνον μὲν τὸν ἐπίσκοπον δἰ ὑπερβάλλουσαν τοῦ ἀνδρὸς εὐλάβειαν οὐδὲν κακὸν ἐποίησεν, Μελίτιον δὲ ἐξορίᾳ ἐζημίωσε: τοὺς δὲ ἄλλους, ὅσοι μὴ ἐβούλοντο Εὐζωΐῳ κοινωνεῖν, τῶν μὲν ἐκκλησίων τῶν ἐν Ἀντιοχείᾳ ἐξήλαυνεν, ζημίαις δὲ καὶ τιμωρίαις διαφόροις ὑπέβαλλεν. Λέγεται δὲ, ὅτι καὶ πολλοὺς εἰς τὸν παρακείμενον ποταμὸν Ὀρρόντην ἀπέπνιξεν.

Ὅτι Οὐάλεντος κακῶς ποιοῦντος ἐν τῇ ἀνατολῇ τοὺς τὸ ὁμοούσιον φρονοῦντας, ἐν τῇ Κωνσταντινουπόλει τύραννος ἀνέστη Προκόπιος: ἐν δὲ τῷ αὐτῷ καιρῷ καὶ σεισμὸς ἐπιγενόμενος καὶ θαλάσσης ἐπίκλυσις τὰς πολλὰς τῶν πόλεων ἔβλαψε.

Ταῦτα δὲ αὐτοῦ κατὰ τὴν Συρίαν ποιοῦντος, ἐπανίστατο ἐκ τῆς Κωνσταντινουπόλεως τύραννος, Προκόπιος ὄνομα αὐτῷ: ὃς πολλὴν συγκροτήσας ἐν βραχεῖ χρόνῳ δύναμιν, ὁρμᾷν κατὰ τοῦ βασιλέως ἐσπούδαζεν. Τοῦτο ἀπαγγελθὲν εἰς ἀγωνίαν μεγίστην τὸν βασιλέα κατέστησεν, ἥτις αὐτοῦ καὶ τὴν κατὰ τῶν διωκομένων ὁρμὴν πρὸς ὀλίγον ἐπέσχεν. Ὡς δὲ ἐκ τοῦ πολέμου ταραχὴ τέως ὠδίνετο, σεισμὸς ἐπιγενόμενος πολλὰς τῶν πόλεων ἔβλαψεν. Ἥ τε θάλασσα τοὺς οἰκείους ὅρους ἐνήλλαξεν: ἔν τισι μὲν γὰρ τόποις τοσοῦτον ἐπέκλυσεν, ὡς τοὺς πρώην βασίμους τόπους πλεῖσθαι: ἑτέρων δὲ τόπων τοσοῦτον ἀπέστη, ὡς ἐν ξηρᾷ εὑρεθῆναι. Καὶ [*](A.D. 365) τοῦτο ἐγένετο κατὰ τὴν πρώτην ὑπατείαν τῶν δύο βασιλέων.

Ὅτι θορύβου ὄντος ἐν τοῖς δημοσίοις καὶ ἐν τοῖς ἐκκλησιαστικοῖς, οἱ τὴν σύνοδον ἐν τῇ Λαμψάκῳ συγκροτήσαντες Μακεδονιανοὶ τὴν μὲν ἐν Ἀντιοχείᾳ πίστιν αὖθις κρατύναντες, τὴν ἐν Ἀριμίνῳ ἀνεθεμάτισαν, καὶ αὖθις τὴν Ἀκακίου καὶ Εὐδοξίου καθαίρεσιν βεβαιοῦσιν.

Τούτων δὴ γενομένων, οὐδέτερα ἡσύχαζεν οὔτε τὰ δημόσια πράγματα οὔτε μὴν τὰ τῶν ἐκκλησιῶν. Οἱ μὲν οὖν παρὰ τοῦ βασιλέως τὴν σύνοδον συγκροτηθῆναι αἰτήσαντες ἐν τῇ Λαμψάκῳ συνῆλθον, ἐν ὑπατείᾳ τῇ αὐτῇ: τοῦτο δὲ ἦν ἕβδομον ἔτος ἀπὸ τῆς ἐν Σελευκείᾳ

176
γενομένης συνόδου. Κἀκεῖ πάλιν τὴν ἐν Ἀντιοχείᾳ πίστιν ἐπιβεβαιώσαντες, ᾗ καὶ ἐν Σελευκείᾳ ὑπέγραψαν, ἀναθεματίζουσι τὴν ἐν Ἀριμίνῳ ὑπὸ τῶν πρώην ὁμοδόξων ἐκτεθεῖσαν πίστιν: καὶ αὖθις καταψηφίζονται τῶν περὶ Ἀκάκιον καὶ Εὐδόξιον, ὡς δικαίως καθαιρεθέντων. Τούτοις οὐδὲν ἀντιλέγειν Εὐδόξιος ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος ἴσχυεν: οὐ γὰρ αὐτῷ ἀμύνασθαι τούτους ὁ ἐνεστηκὼς δημόσιος συνεχώρει πόλεμος. Διὸ καὶ οἱ περὶ Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον ἐπικρατέστεροι τότε πρὸς ὀλίγον ἐγένοντο, συγκροτήσαντες τὸ χρηματίσαν Μακεδονίου δόγμα, μικρόν [*]([Qu. om. kai\ to/.]) τε ἔμπροσθεν καὶ τὸ ἐν τῇ κατὰ Λάμψακον συνόδῳ γενόμενον φανερώτερον. Ταύτην ἐγὼ νομίζω τὴν σύνοδον αἰτίαν γενέσθαι τοῦ πλεονάζειν ἐν Ἑλλησπόντῳ τοὺς Μακεδονιανοὺς χρηματίζοντας: ἡ γὰρ Λάμψακος ἐν τῷ στενῷ τοῦ Ἑλλησπόντου κεῖται πορθμῷ. Αὕτη μὲν οὖν ἡ σύνοδος τοιαύτην ἔσχε τὴν ἔκβασιν.

Ὅτι συμβολῆς γενομένης περὶ πόλιν τῆς Φρυγίας, τοῦ τε βασιλέως καὶ τοῦ τυράννου Προκοπίου, προδοσίᾳ τῶν στρατηγῶν ἑλῶν τὸν τύραννον αὐτόν τε καὶ αὐτοὺς ξέναις τιμωρίαις ὑποβαλὼν ἀνεῖλεν.

[*](A.D. 366.) Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Γρατιανοῦ καὶ Δαγαλαίφου, τὰ τῶν πολέμων ἐπέθετο. Ὡς γὰρ ὁ τύραννος Προκόπιος ἀπὸ τῆς Κωνσταντινουπόλεως ὁρμηθεὶς ἕτοιμος ἦν ἐπιστρατεύειν τῷ βασιλεῖ, πυθόμενος ὁ Οὐάλης φθάνει ἐκ τῆς Ἀντιοχείας ἐλάσας, καὶ συμβάλλει τῷ Προκοπίῳ περὶ πόλιν τῆς Φρυγίας, ᾗ προσωνυμία Νακώλεια. Καὶ τὴν μὲν πρώτην μάχην ἡττήθη: μετ̓ οὐ πολὺ δὲ [*]([ei(=le.]) ζωγρήσας εἶχε τὸν Προκόπιον, Ἀγέλωνος καὶ Γομαρίου τῶν στρατηγῶν προδεδωκότων αὐτόν: οὓς καὶ ξέναις τιμωρίαις ὑπέβαλεν. Τοὺς μὲν προδότας, ὑπεριδὼν τοὺς ὅρκους οὓς αὐτοῖς ὀμωμόκει, πρίοσι διελὼν ἀπέκτεινε: τοῦ δὲ τυράννου, δύο δένδρων καμφθέντων γειτνιαζόντων ἀλλήλοις, ἑκάτερον σκέλος ἐκδήσας, ἐπικαμφθέντων ἀφῆκεν ὀρθοῦσθαι: τὰ δὲ ἀνεγειρόμενα διέσπασε τὸν Προκόπιον. Καὶ οὕτως ὁ τύραννος διχοτομηθεὶς ἀπώλετο.

177

Ὅτι μετὰ τὴν τοῦ τυράννου ἀναίρεσιν, πάλιν ὁ βασιλεὺς ἠνάγκαζε τοὺς τῆς συνόδου ἀρειανίσαι καὶ πάντας Χριστιανούς.

Ὁ δὲ βασιλεὺς εὐτυχῶς τότε πράξας αὖθις κατὰ τῶν Χριστιανιζόντων θορύβους ἐκίνει, πᾶσαν θρησκείαν Ἀρειανίζειν βουλόμενος. Μάλιστα δὲ αὐτὸν εἰς ὀργὴν ἦγεν ἡ κατὰ τὴν Λάμψακον γενομένη σύνοδος, οὐ μόνον ὅτι τοὺς Ἀρειανίζοντας ἀπεκήρυξεν ἐπισκόπους, ἀλλ̓ ὅτι καὶ τὴν ἐν Ἀριμίνῳ τῆς πίστεως ἀνεθεμάτισεν ἔκθεσιν. Γενόμενος οὖν ἐν Νικομηδείᾳ τῆς Βιθυνίας, μεταπέμπεται παῤ ἐαυτὸν Ἐλεύσιον τὸν Κυζίκου ἐπίσκοπον: οὗτος δὲ τῇ Μακεδονίου δόξῃ προσέκειτο μᾶλλον, ὥς μοι καὶ πρότερον εἴρηται. Καθίσας [*](Cp. ii. 38.) οὖν ὁ βασιλεὺς συνέδριον ἐπισκόπων τῆς Ἀρειανῆς αἱρέσεως, συντίθεσθαι τὸν Ἐλεύσιον τῇ πίστει ἐκείνων ἠνάγκαζεν. Ὁ δὲ πρότερον μὲν ἀπηρνεῖτο: ἐξορίας δὲ αὐτῷ καὶ δημεύσεως ἀπειληθείσης, περιδεὴς γενόμενος τῇ Ἀρειανῇ δόξῃ συντίθεται. Συνθέμενος δὲ, εὐθὺς μετεμέλετο: καὶ καταλαβὼν τὴν Κύζικον, ἐπὶ παντὸς τοῦ λαοῦ τὴν βίαν ἀπωδύρατο, φάσκων τὴν συγκατάθεσιν ἐκ βίας, οὐ μὴν ἐκ προαιρέσεως, πεποιῆσθαι: ζητεῖν τε αὐτοὺς ἕτερον ἐπίσκοπον, διότι αὐτὸς τῇ ἀνάγκῃ τὸ οἰκεῖον δόγμα ἠρνήσατο. Κυζικηνοὶ δὲ φιλοστοργίᾳ τῇ πρὸς αὐτὸν ὑφ̓ ἑτέρῳ ἐπισκόπῳ τάττεσθαι οὐκ ἐβούλοντο, οὔτε μὴν ἑτέρῳ τῆς ἐκκλησίας παραχωρεῖν. Ἔμενον μὲν οὖν ὑπ̓ αὐτῷ ταττόμενοι, μὴ μετατιθέμενοι δὲ τῆς οἰκείας αἱρέσεως.

Ὅτι Εὐνόμιος Κυζίκου γέγονεν ἐπίσκοπος Ἐλεύσιον τὸν Μακεδονιανὸν ἐκβαλών: καὶ περὶ τοῦ πόθεν ὥρμητο, καὶ ὅτι Ἀετίου τοῦ ἀθέου ὑπογραφεὺς ὢν τὰ ἐκείνου ἐζήλωσεν.

Ταῦτα ἀκούσας ὁ τῆς Κωνσταντινουπόλεως ἐπίσκοπος προβάλλεται πρὸς τὴν ἐπισκοπὴν τῆς Κυζίκου Εὐνόμιον, ὡς δυνάμενον δεινότητι λόγων πρὸς ἑαυτὸν ἑλκύσαι τὰ πλήθη. Κατελθόντος δὲ τοῦ Εὐνομίου, πρόσταγμα τοῦ βασιλέως ἐκέλευσεν ἐξωθεῖσθαι μὲν τὸν Ἐλεύσιον, ἐνθρονίζεσθαι δὲ τὸν Εὐνόμιον. Καὶ δὴ τούτου γενομένου, οἱ περὶ τὸν Ἐλεύσιον ἔξω τῆς πόλεως εὐκτήριον οἶκον κατασκευάσαντες, τὰς συναγωγὰς ἐποιήσαντο. Καὶ περὶ μὲν Ἐλευσίου τοσαῦτα εἰρήσθω: περὶ δὲ Εὐνομίου ἐκεῖνα λεκτέον.

178
Εὐνόμιος ὑπογραφεὺς γέγονεν Ἀετίου, τοῦ ἐπικληθέντος Ἀθέου, [*](Cp. ii. 35.) οὗ καὶ ἀνωτέρω πεποιήμεθα μνήμην. Συνὼν δὲ αὐτῷ τὸν ἐκείνου σοφιστικὸν τρόπον ἐζήλωσε: λεξειδίοις τε σχολάζων καὶ ποιῶν ἑαυτῷ σοφίσματα οὐκ ᾐσθάνετο. Ἐκ τούτων τε τυφωθεὶς εἰς βλασφημίαν ἐξέπεσε, τὸ Ἀρείου μὲν δόγμα ζηλῶν, κατὰ πολλὰ δὲ τοῖς τῆς ἀληθείας δόγμασι πολεμῶν: ὀλιγομαθῶς μὲν ἔχων πρὸς τὰ ἱερὰ γράμματα, καὶ μηδὲ συνιέναι αὐτὰ δυνάμενος: πολύχους δὲ τὴν λέξιν, καὶ τὰ αὐτὰ περιστρέφων ἀεὶ, καὶ μὴ δυνάμενος περιγενέσθαι τοῦ προτεθέντος σκοποῦ: ὡς δεικνύουσιν αὐτοῦ οἱ ἑπτὰ τόμοι, οὓς ἐματαιπόνησεν εἰς τὴν πρὸς Ῥωμαίους τοῦ ἀποστόλου ἐπιστολήν. Πολλοὺς γὰρ λόγους εἰς αὐτὴν ἀναλώσας, τῆς ἐπιστολῆς τὸν σκοπὸν ἑλεῖν οὐ δεδύνηται. Ἐφάμιλλοι δὲ αὐτοῦ καὶ οἱ ἄλλοι οἱ φερόμενοι λόγοι τυγχάνουσιν: ὧν ὁ βουλόμενος πεῖραν λαβεῖν εὑρήσει ἐν πολυλεξίᾳ τὴν τῶν νοημάτων εὐτέλειαν. Τοῦτον τοίνυν τὸν Εὐνόμιον Εὐδόξιος πρὸς τὴν ἐπισκοπὴν τῆς Κυζίκου προὐβάλλετο. Ὡς οὖν ἐγένετο κατ̓ αὐτὴν, τῇ συνήθει διαλεκτικῇ χρώμενος, ἐξενοφώνει τοὺς ἀκροωμένους αὐτοῦ: καὶ ταραχὴ κατὰ τὴν Κύζικον ἦν. Μὴ ἐνεγκόντες οὖν αὐτοῦ τὸν λεξικὸν τύφον, οἱ Κυζικηνοὶ τῆς πόλεως ἐξελαύνουσιν: ὁ δὲ καταλαβὼν τὴν Κωνσταντινούπολιν συνῆν μὲν τῷ Εὐδοξίῳ, σχολαῖος δὲ ἐπίσκοπος ἦν. Ἵνα δὲ μὴ δόξωμεν λοιδορίας χάριν ταῦτα λέγειν, αὐτῆς ἐπάκουε τῆς Εὐνομίου φωνῆς, οἷα σοφιζόμενος περὶ Θεοῦ λέγειν τολμᾷ: φησὶ γὰρ κατὰ λέξιν τάδε: Ὁ Θεὸς περὶ τῆς ἑαυτοῦ οὐσίας οὐδὲν πλέον ἡμῶν ἐπίσταται: οὐδέ ἐστιν αὕτη μᾶλλον μὲν ἐκείνῳ, ἧττον δὲ ἡμῖν γινωσκομένη: ἀλλ̓ ὅπερ ἂν εἰδείημεν ἡμεῖς περὶ αὐτῆς, τοῦτο πάντως κἀκεῖνος οἶδεν: ὃ δ̓ αὖ πάλιν ἐκεῖνος, τοῦτο εὑρήσεις ἀπαραλλάκτως ἐν ἡμῖν. Ταῦτα μὲν καὶ ἄλλα πολλὰ τοιαῦτα Εὐνόμιος σοφίσματα ποιῶν οὐκ ᾐσθάνετο: ὅπως δὲ τῶν Ἀρειανῶν μικρὸν ὕστερον ἐχωρίσθη, [*](c. 13.) κατὰ χώραν ἐρῶ.

Περὶ τοῦ εὑρεθέντος χρησμοῦ ἐν λίθῳ γεγλυμμένῳ: ὅτε τὸ Χαλκηδόνος τεῖχος ἐλύετο κατ̓ ὀργὴν τοῦ βασιλέως Οὐάλεντος.

Ο μέντοι βασιλεὺς Χαλκηδόνος, τῆς κατ̓ ἀντικρὺ Βυζαντίου πόλεως, τὰ τείχη λύειν προσέταττεν. Ὀμωμόκει γὰρ τοῦτο ποιήσειν,

179
νικήσας τὸν τύραννον, ὅτι Χαλκηδόνιοι τῷ τυράννῳ προσθέμενοι αἰσχρῶς αὐτὸν περιύβρισαν, καὶ τὰς πύλας τῆς πόλεως προσιόντος ἀπέκλεισαν. Τὸ μὲν οὖν τεῖχος κελεύσει τοῦ βασιλέως ἐλύετο: καὶ οἱ λίθοι εἰς τὸ Κωνσταντινουπόλεως δημόσιον λουτρὸν μετεφέροντο, ᾧ προσωνυμία Κωνσταντιαναί. Εὕρηται δὲ ἐν ἑνὶ τῶν λίθων ἐπιγεγραμμένος χρησμὸς, ὃς ἐκέκρυπτο μὲν ἐκ παλαιοῦ, τότε δὲ φανερὸς ἐγένετο, δηλῶν, ὡς ἡνίκα δαψιλὲς ὕδωρ ὑπάρξαι τῇ πόλει, τότε τὸ μὲν τεῖχος λουτρῷ ὑπουργήσει: μυρία δὲ φῦλα βαρβάρων, καταδραμόντα τὴν Ῥωμαίων γῆν καὶ πολλὰ χαλεπὰ δράσαντα, τελευταῖον καὶ αὐτὰ φθαρήσεται. Οὐδὲν δὲ κωλύει φιλομαθίας ἕνεκεν καὶ τὸν χρησμὸν ἐνταῦθα προσθεῖναι: Ἀλλ̓ ὅτε δὴ νύμφαι δροσερὴν κατὰ ἄστυ χορείην [*](Cp. Ammianus, xxxi. 1, 5.) Τερπόμεναι στήσωνται ἐϋστεφέας κατ̓ ἀγυιὰς, Καὶ τεῖχος λουτροῖο πολύστονον ἔσσεται ἄλκαρ: Δὴ τότε μυρία φῦλα πολυσπερέων ἀνθρώπων, Ἄγρια, μαργαίνοντα, κακὴν ἐπιειμένα ἀλκὴν, Ἴστρου καλλιρόοιο πόρον διαβάντα σὺν αἰχμῇ, Καὶ Σκυθικὴν ὀλέσει χώρην καὶ Μυσίδα γαῖαν, Θρηϊκίης δ̓ ἐπιβάντα σὺν ἐλπίσι μαινομένῃσιν, Αὐτοῦ κεν βιότοιο τέλος, καὶ πότμον ἐπίσποι. Οὗτος μὲν οὖν ὁ χρησμός. Συνέβη δὲ μετὰ χρόνον τὸν ὁλκὸν τοῦ ὕδατος ὑπὸ Οὐάλεντος κατασκευασθέντα δαψιλὲς παρασχεῖν τῇ Κωνσταντινουπόλει τὸ ὕδωρ: καὶ τότε τὰ βαρβαρικὰ ἐκινήθη, ὡς ὕστερον λέξομεν. Τὸν μέντοι χρησμὸν καὶ κατὰ ἄλλον τρόπον συνέπεσεν ἐκληφθῆναι: τοῦ ὑδραγωγοῦ γὰρ εἰσαχθέντος εἰς τὴν πόλιν, Κλέαρχος, ἔπαρχος ὢν τῆς πόλεως, ὑδρεῖον μέγιστον κατεσκεύασεν ἐν τῇ νῦν Θεοδοσίου ἀγορᾷ καλουμένῃ, ὃ ἐφημίσθη Δαψιλὲς ὕδωρ. Ἐφ̓ ᾧ ἑορτὴν ἱλαρὰν ἦγεν ἡ πόλις: καὶ τοῦτο εἶναι τὸ λεγόμενον τῷ χρησμῷ, τὸ, χορείην Τερπόμεναι στήσονται ἐϋστεφέας κατ̓ ἀγυιάς. Ἀλλὰ τὰ μὲν κατὰ τὸν χρησμὸν μικρὸν ὕστερον ἐγένετο: τότε δὲ λυομένου, Κωνσταντινουπολῖται παρεκάλουν τὸν βασιλέα παῦσαι τὴν τοῦ τείχους κατάλυσιν. Συμπαρεκάλουν δὲ καὶ οἱ ἐκ Βιθυνίας παρόντες ἐν τῇ Κωνσταντινουπόλει Νικομηδεῖς τε καὶ οἱ ἐνοικοῦντες
180
τὴν Νίκαιαν. Ὁ δὲ βασιλεὺς περιοργὴς ὢν μόλις μὲν ἐδέχετο τῶν ἱκετευόντων τὴν δέησιν: ἀφοσιούμενος δὲ τῷ ὅρκῳ, ἅμα τε λύειν ἐκέλευσε, καὶ ἅμα πληροῦν τὰ λυόμενα ἑτέροις λίθοις μικροῖς. Καὶ νῦν ἐστὶν ἰδεῖν ἔν τισι τοῦ τείχους μέρεσιν, ὅπως τοῖς μεγίστοις καὶ θαυμαστοῖς λίθοις ἡ τότε γενομένη εὐτελὴς οἰκοδομὴ ἐπίκειται. Τοσαῦτα καὶ περὶ τοῦ Χαλκηδονίων τείχους εἰρήσθω μοι.

Ὡς ὁ βασιλεὺς Οὐάλης καὶ Ναυατιανοὺς ὁμοίως τοῖς ὀρθοδόξοις τὸ ὁμοούσιον φρονοῦντας ἤλαυνεν.

Ὁ μέντοι βασιλεὺς τοῦ διώκειν τοὺς τοῦ ὁμοουσίου φρονήματος οὐκ ἐπαύετο, ἀλλ̓ ἐξήλαυνε μὲν αὐτοὺς τῆς Κωνσταντινουπόλεως: [*](Cp. ii. 38.) σὺν αὐτοῖς δὲ καὶ Ναυατιανοὺς ὡς ὁμόφρονας. Καὶ τὰς ἐκκλησίας αὐτῶν κλεισθῆναι ἐκέλευσε: καὶ τὸν ἐπίσκοπον αὐτῶν ἐξορίᾳ [*](v. 21.) ζημιοῦν προσέταττε. Ἀγέλιος ὄνομα αὐτῷ: ἀνὴρ ἤδη πάλαι ἐκ τῶν Κωνσταντίνου χρόνων τῶν ἐκκλησιῶν προεστὼς, καὶ βίον ἀποστολικὸν βιούς: ἀνυπόδητος γὰρ διόλου διῆγε, καὶ ἐνὶ χιτῶνι [*](Matt. x. 10.) ἐκέχρητο, τὸ τοῦ εὐαγγελίου φυλάττων ῥητόν. Ἐπέσχε δὲ τὴν κατὰ Ναυατιανῶν τοῦ βασιλέως ὀργὴν ἀνὴρ εὐλαβὴς ἐν ταὐτῷ καὶ ἐλλόγιμος, Μαρκιανὸς τοὔνομα, ὃς πάλαι μὲν κατὰ τὰ βασίλεια ἐστρατεύετο, τότε δὲ καὶ πρεσβύτερος τῆς Ναυατιανῶν ἐκκλησίας τυγχάνων γραμματικοὺς λόγους Ἀναστασίαν καὶ Κάρωσαν τὰς τοῦ βασιλέως θυγατέρας ἐδίδασκεν, ὧν ἐπ̓ ὀνόματι καὶ δημόσια λουτρὰ ἐν τῇ Κωνσταντινουπόλει κατεσκευασμένα ὑπὸ Οὐάλεντος δείκνυται. Αἰδοῖ οὖν τῇ πρὸς τὸν ἄνδρα, πρὸς ὀλίγον κλεισθεῖσαι, αἱ τῶν Ναυατιανῶν ἐκκλησίαι αὖθις ἠνοίγοντο. Οὐ μέντοι ταραχῆς τῆς παρὰ Ἀρειανῶν ἐπιφερομένης τελέως ἦσαν ἐλεύθεροι: ἐμισοῦντο γὰρ ὑπ̓ αὐτῶν, ὅτι τοὺς ὁμόφρονας ἠγάπων καὶ ἔστεργον. Τὰ μὲν οὖν περὶ τόνδε τὸν χρόνον οὕτω διέκειτο: ἰστέον δὲ, ὅτι ὁ μὲν [*](A.D. 366.) πρὸς τὸν τύραννον Προκόπιον πόλεμος ἐν ὑπατείᾳ Γρατιανοῦ καὶ Δαγαλαίφου ἐγένετο περὶ τὰ τελευταῖα τοῦ Μαΐου μηνός.

181

Ὡς ὁ βασιλεὺς Οὐαλεντινιανὸς ὁμώνυμον παῖδα γεγέννηκεν, Γρατιανοῦ πρὸ τῆς βασιλείας αὐτοῦ γεγεννημένου.

Ὀλίγον δὲ ὕστερον τοῦδε τοῦ πολέμου κατὰ τὴν αὐτὴν ὑπατείαν Οὐαλεντινιανῷ τῷ βασιλεῖ ἐν τοῖς ἑσπερίοις μέρεσιν ἐτέχθη υἱὸς ὁμώνυμος αὐτῷ: Γρατιανὸς γὰρ ἤδη πρότερον πρὸ τῆς βασιλείας αὐτῷ γεγέννητο.

Περὶ τῆς κατενεχθείσης οὐρανόθεν ἐξαισίου χαλάζης, καὶ περὶ τῶν ἐν Βιθυνίᾳ καὶ Ἑλλησπόντῳ σεισμῶν.

Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Λουπικίνου καὶ Ἰοβιανοῦ, χειροπληθὴς [*](A.D. 367.) κατηνέχθη χάλαζα ἐν τῇ Κωνσταντινουπόλει τῇ δευτέρᾳ τοῦ Ἰουνίου μηνὸς λίθοις ἐμφερής. Τὴν δὲ χάλαζαν πολλοὶ ἔφασκον κατὰ μῆνιν Θεοῦ κατενηνέχθαι, ὅτι πολλοὺς τῶν ἱερωμένων ἀνδρῶν ἐξορίστους ὁ βασιλεὺς ἐποίει, μὴ βουλομένους κοινωνεῖν Εὐδοξίῳ. Ὀλίγον δὲ μετὰ τόνδε τὸν χρόνον κατὰ τὴν αὐτὴν ὑπατείαν Οὐαλεντινιανὸς ὁ βασιλεὺς τὸν υἱὸν Γρατιανὸν βασιλέα κατέστησε τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ Αὐγούστου μηνός. Τῇ δὲ ἑξῆς ὑπατείᾳ, ἥτις ἦν Οὐαλεντινιανοῦ τὸ δεύτερον καὶ [*](A.D. 368) Οὐάλεντος τὸ δεύτερον, σεισμὸς περὶ τὴν Βιθυνίαν γενόμενος Νίκαιαν τὴν πόλιν κατέστρεψεν τῇ ἑνδεκάτῃ τοῦ μηνὸς Ὀκτωβρίου: τοῦτο ἦν δωδέκατον ἔτος μετὰ τὴν Νικομηδείας πτῶσιν. Ὀλίγον δὲ μετὰ τόνδε τὸν σεισμὸν καὶ Γέρμης τῆς ἐν Ἑλλησπόντῳ τὰ πολλὰ μέρη ὑπὸ τοῦ ἑτέρου σεισμοῦ κατηνέχθη. Καὶ τούτων γινομένων, οὐδεμία εὐλάβεια οὔτε Εὐδόξιον ὑπεισῄει τὸν τῶν Ἀρειανῶν ἐπίσκοπον, οὔτε μὴν τὸν βασιλέα Οὐάλεντα: τοῦ γὰρ διώκειν τοὺς μὴ τὰ αὐτῶν φρονοῦντας οὐκ ἐπαύοντο. Τεκμήρια δὲ ἐδόκει εἶναι τὰ τῶν σεισμῶν τῆς τῶν ἐκκλησιῶν ταραχῆς. Ἐγίνοντο οὖν, ὡς ἔφην, ἐξόριστοι πολλοὶ τῶν ἱερωμένων ἀνδρῶν: μόνοι δὲ ἔκ τινος Θεοῦ προνοίας, δἰ ὑπερβάλλουσαν εὐλάβειαν, οὐχ ὑπεβλήθησαν ἐξορίαις Βασίλειος καὶ Γρηγόριος, ὦν ὁ μὲν Καισαρείας τῆς ἐν Καππαδοκίᾳ ἐπίσκοπος ἦν, Γρηγόριος δὲ Ναζιανζοῦ πόλεως εὐτελοῦς γειτνιαζούσης τῇ Καισαρείᾳ. Περὶ μὲν οὖν Βασιλείου καὶ Γρηγορίου προϊόντες ἐροῦμεν. [*](c. 26.)

182

Ὡς οἱ τὰ Μακεδονίου φρονοῦντες διὰ τὴν τοῦ βασιλέως περὶ αὐτοὺς βίαν στενοχωρούμενοι πρὸς Λιβέριον τὸν Ῥώμης διαπρεσβευσάμενοι τῷ ὁμοουσίῳ ἐγγράφως προσέθεντο.

Τῶν δὲ φρονούντων τὸ ὁμοούσιον σφοδρῶς τότε συνελαθέντων, αὖθις οἱ διώκοντες κατὰ τῶν Μακεδονιανῶν ἐχώρουν. Οἱ δὲ φόβῳ μᾶλλον καὶ βίᾳ στενοχωρούμενοι κατὰ πόλεις διεπρεσβεύοντο πρὸς ἀλλήλους: δηλοῦντες, δεῖν ἐξ ἀνάγκης καταφεύγειν ἐπί τε τὸν ἀδελφὸν τοῦ βασιλέως, καὶ ἐπὶ Λιβέριον τὸν Ῥώμης ἐπίσκοπον, ἀσπάζεσθαί τε τὴν ἐκείνων πίστιν μᾶλλον ἢ κοινωνεῖν τοῖς περὶ [*](Cp. ii. 43.) Εὐδόξιον. Πέμπουσιν οὖν Εὐστάθιον τὸν ἐκ Σεβαστείας, ὃς [*](Cp. ii. 39.) πολλάκις καθῄρητο, Σιλβανὸν Ταρσοῦ τῆς Κιλικίας, καὶ Θεόφιλον Κασταβάλων, Κιλικίας δὲ καὶ ἥδε πόλις, ἐντειλάμενοι μὴ διακριθῆναι πρὸς Λιβέριον περὶ πίστεως, ἀλλὰ καὶ κοινωνῆσαι τῇ Ῥωμαίων ἐκκλησίᾳ, καὶ κυρῶσαι τὴν τοῦ ὁμοουσίου πίστιν. Οὗτοι γράμματα τῶν ἐν Σελευκείᾳ διακριθέντων ἐπικομιζόμενοι τὴν παλαιὰν Ῥώμην κατέλαβον: καὶ τῷ βασιλεῖ μὲν οὐκ ἐντυγχάνουσι: περὶ τὰς Γαλλίας γὰρ ἠσχολεῖτο, Σαυρομάτας ἐκεῖ πολεμῶν: Λιβερίῳ δὲ τὰς ἐπιστολὰς ἐγχειρίζουσιν. Ὁ δὲ αὐτοὺς προσδέξασθαι οὐδαμῶς ἐβούλετο: τῆς γὰρ Ἀρειανῶν μοίρας εἶναι, καὶ μὴ δύνασθαι δεχθῆναι ὑπὸ τῆς ἐκκλησίας ἔλεγεν, ὡς τὴν ἐν Νικαίᾳ πίστιν ἀθετήσαντες. Οἱ δὲ ἀπεκρίναντο, ἐκ μεταμελείας ἐπεγνώκεναι τὴν ἀλήθειαν, καὶ ἠρνῆσθαι μὲν ἤδη πρότερον τὴν τῶν ἀνομοίων πίστιν, ὅμοιόν τε ὡμολογηκέναι κατὰ πάντα τὸν Υἱὸν τῷ Πατρί: μηδέν τε διαφέρειν τοῦ ὁμοουσίου τὸ ὅμοιον. Ταῦτα λέγοντας Λιβέριος ἔγγραφον τὴν ὁμολογίαν τῆς γνώμης ἀπῄτησεν: οἱ δὲ αὐτῷ βιβλίον ὤρεξαν, ἐν ᾧ καὶ τὰ ῥήματα τῆς κατὰ Νίκαιαν ἐκδοθείσης πίστεως προσεγέγραπτο. Τὰς μὲν οὖν ἐπιστολὰς, ἃς ἀπὸ Σμύρνης τῆς ἐν Ἀσίᾳ, καὶ ἀπὸ Πισιδίας, Ἰσαυρίας τε καὶ Παμφυλίας καὶ Λυκίας, συνόδους ποιησάμενοι ἔγραψαν, ἐνταῦθα διὰ τὸ μῆκος οὐ προσέγραψα. Τὸ μέντοι βιβλίον, ὃ οἱ περὶ Εὐστάθιον πρέσβεις Λιβερίῳ ἐπέδοσάν, ἐστι τόδε: Κυρίῳ ἀδελφῷ καὶ συλλειτουργῷ Λιβερίῳ Εὐστάθιος, Θεόφιλος, Σιλβανὸς ἐν Κυρίῳ χαίρειν. Διὰ τὰς τῶν αἰρετικῶν μανιώδεις ὑπονοίας, οἳ οὐ παύονται ταῖς καθολικαῖς ἐκκλησίαις σκάνδαλα ἐπιφέροντες, τούτου χάριν πᾶσαν ἀφορμὴν αὐτῶν ἀναιροῦντες,

183
ὁμολογοῦμεν τὴν σύνοδον τὴν γενομένην ἐν Λαμψάκῳ καὶ ἐν Σμύρνῃ, καὶ ἐν ἑτέροις διαφόροις τόποις, τῶν ὀρθοδόξων ἐπισκόπων. Ἧς συνόδου πρεσβείαν ποιούμενοι πρὸς τὴν χρηστότητά σου καὶ πάντας τοὺς Ἰταλούς τε καὶ Δυτικοὺς ἐπισκόπους γράμματα κομίζομεν, τὴν καθολικὴν πίστιν κρατεῖν καὶ φυλάσσειν, ἥτις ἐν τῇ ἁγίᾳ Νικαέων συνόδῳ, ἐπὶ τοῦ μακαρίου Κωνσταντίνου, ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκόπων βεβαιωθεῖσα ἀκεραίᾳ καὶ ἀσαλεύτῳ καταστάσει ἕως νῦν καὶ διηνεκῶς διαμένει: ἐν ᾗ τὸ ὁμοούσιον ἁγίως καὶ εὐσεβῶς κεῖται ὑπεναντίως τῆς Ἀρείου διαστροφῆς. Ὁμοίως καὶ ἡμᾶς μετὰ τῶν προειρημένων τὴν αὐτὴν πίστιν κεκρατηκέναι τε καὶ κρατεῖν καὶ ἄχρι τέλους φυλάσσειν ἰδίᾳ χειρὶ ὁμολογοῦμεν, κατακρίνοντες Ἄρειον, καὶ τὴν ἀσεβῆ διδαχὴν αὐτοῦ, σὺν τοῖς μαθηταῖς αὐτοῦ, καὶ τοὺς ὁμόφρονας αὐτοῦ, καὶ πᾶσαν αἵρεσιν Σαβελλίου, Πατροπασσιανοὺς, Μαρκιωνιστὰς, Φωτιανοὺς, Μαρκελλιανοὺς, καὶ Παύλου τοῦ Σαμοσατέως, καὶ τούτων τὴν διδαχὴν, καὶ πάντας τοὺς ὁμόφρονας αὐτῶν, καὶ πάσας τὰς αἱρέσεις τὰς ἐναντιουμένας τῇ προειρημένῃ ἁγίᾳ πίστει, ἥτις εὐσεβῶς καὶ καθολικῶς ὑπὸ τῶν ἁγίων ἐξετέθη πατέρων ἐν Νικαίᾳ: ἀναθεματίζοντες ἐξαιρέτως καὶ τὴν ἐν Ἀριμίνῳ συνόδῳ ἀναγνωσθεῖσαν ἔκθεσιν, ὡς ὑπεναντίως τῆς προειρημένης ταύτης πίστεως τῆς ἁγίας συνόδου τῆς ἐν Νικαίᾳ πραχθεῖσαν: οἷς δόλῳ καὶ [*]([oi(=s te; *wal.]) ἐπιορκίᾳ ὑποπεισθέντες οἱ ἐν Κωνσταντινουπόλει κομισθεῖσιν ἀπὸ Νίκης τῆς Θρᾴκης ὑπέγραψαν. Ἔστι δὲ ἡ πίστις ἡμῶν, καὶ αὐτῶν ὧν προείρηται, ὧν καὶ τὴν πρεσβείαν ποιούμεθα, αὕτη. Πιστεύομεν εἰς ἕνα Θεὸν, Πατέρα [*](Cp. i. 8.) παντοκράτορα, πάντων ὁρατῶν καὶ ἀοράτων ποιήτην: καὶ εἰς ἕνα μονογενῆ Θεὸν, Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρὶ, δἰ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ, καὶ τὰ ἐπὶ τῆς γῆς: τὸν δἰ ἡμᾶς τοὺς ἀνθρώπους, καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα, καὶ σαρκωθέντα, καὶ ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς οὐρανοὺς, καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς: καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον. Τοὺς δὲ λέγοντας, ἦν ποτὲ ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτὸν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία τοῦ Θεοῦ. Ἐγὼ δὲ Εὐστάθιος ἐπίσκοπος πόλεως Σεβαστείας, καὶ Θεόφιλος, καὶ Σιλβανὸς, πρέσβεις συνόδων Λαμψάκου, Σμύρνης, καὶ τῶν λοιπῶν, ταύτην τὴν ὁμολογίαν χερσὶν ἡμῶν καὶ οἰκείαις προαιρέσεσιν ἐγράψαμεν. Εἰ δέ τις μετὰ τὴν ἐκτεθεῖσαν παῤ ἡμῶν πίστιν, καθ̓ ἡμῶν ἤτοι τῶν ἀποστειλάντων ἡμᾶς ἔγκλημά τι προσενεγκεῖν θελήσει, μετὰ γραμμάτων τῆς σῆς ἁγιοσύνης, πρὸς οὒς ἐὰν δοκιμάσῃ ἡ σὴ ἁγιότης ὀρθοδόξους ἐπισκόπους ἔρχεσθαι, καὶ ἐπ̓
184
αὐτῶν μεθ̓ ἡμῶν διαδικάζεσθαι. Καὶ εἴ τι ἐγκλήματος ἕνεκεν συσταθῇ, εἰς τὸν αἴτιον ἐκδικηθείη. Τούτῳ δὴ τῷ βιβλίῳ τοὺς πρέσβεις ἀσφαλισάμενος ὁ Λιβέριος, εἰς κοινωνίαν τε ἐδέξατο, καὶ τάδε τὰ γράμματα δοὺς ἀπέλυσεν: Ἐπιστολὴ Λιβερίου τοῦ ἐπισκόπου τῆς Ῥωμαίων πρὸς τοὺς ἐπισκόπους τῶν Μακεδονιανῶν. Τοῖς ἀγαπητοῖς ἀδελφοῖς καὶ συλλειτουργοῖς Εὐηθίῳ, Κυρίλλῳ, Ὑπερεχίῳ, Οὐρανίῳ, Ἥρωνι, Ἐλπιδίῳ, Μαξίμῳ, Εὐσεβίῳ, Εὐκαρπίῳ, Ἑορτασίῳ, Νέωνι, Εὐμαθίῳ, Φαυστίνῳ, Προκλίνῳ, Πασινίκῳ, Ἀρσενίῳ, Σευήρῳ, Διδυμίωνι, Εὐστοχίῳ, Φαυστίνῳ, Προκλίνῳ, Πασινίκῳ, Ἀρσενίῳ, Δευήρῳ, Διδυμίωνι, Βρεττανίῳ, Καλλικράτει, Δαλματίῳ, Αἰδεσίῳ, Εὐστοχίῳ, Ἀμβροσίῳ, Γελωνίῳ, Παρδαλίῳ, Μακεδονίῳ, Παύλῳ, Μαρκέλλῳ, Ἡρακλείῳ, Ἀλεξάνδρῳ, Ἀδολίῳ, Μαρκιανῷ, Σθενέλῳ, Ἰωάννῃ, Μάκερι, Χαρισίῳ, Σιλβανῷ, Φωτεινῷ, Ἀντωνίῳ, Ἀΰθῳ, Κέλσῳ, Εὐφράνονι, Μιλησίῳ, Πατρικίῳ, Σευηριανῷ, Εὐσεβίῳ, Εὐμολπίῳ, Ἀθανασίῳ, Διοφάντῳ, Μηνοδώρῳ, Διοκλεῖ, Χρυσαμπέλῳ, Νέωνι, Εὐγενίῳ, Εὐσταθίῳ, Καλλικράτει, Ἀρσενίῳ, Εὐγενίῳ, Μαρτυρίῳ, Ἱερακίῳ, Λεοντίῳ, Φιλαγρίῳ, Λουκίῳ, καὶ πᾶσι τοῖς ἐν τῇ ἀνατολῇ ὀρθοδόξοις [*]([oi(/te th=s htal, *wal.]) ἐπισκόποις Λιβέριος ἐπίσκοπος Ἰταλίας, καὶ οἱ κατὰ τὴν δύσιν ἐπίσκοποι, ἐν Κυρίῳ πάντοτε χαίρειν. Τὴν εὐκταιοτάτην ἡμῖν χαρὰν τῆς εἰρήνης καὶ τῆς [*]([prolampo/mena, *wal.]) ὁμονοίας ἤνεγκε τὰ ὑμέτερα γράμματα, τῷ τῆς πίστεως φωτὶ προλαμπόμενοι ἀδελφοὶ ἀγαπητοὶ, τὰ ἀποδοθέντα ἡμῖν διὰ τῶν τιμιωτάτων ἀδελφῶν τῶν ἐπισκόπων, Εὐσταθίου, Σιλβανοῦ, καὶ Θεοφίλου. Καὶ ταύτῃ μάλιστα, ὅτι τὴν ὑμετέραν γνώμην καὶ τὰ ὑμέτερα φρονήματα συμφωνεῖν καὶ συνᾴδειν πρός τε τὴν ἐμὴν ἐλαχιστότητα, καὶ τῶν ἐν Ἰταλίᾳ καὶ δυτικῶν πάντων, διεβεβαιώσαντο καὶ ἀπέδειξαν. Καὶ ταύτην εἶναι γινώσκομεν τὴν καθολικὴν [*]([me/xri nu=n a)po\ th=s . . . au)toi/, *wal.]) καὶ ἀποστολικὴν πίστιν, ἥτις μέχρι τῆς κατὰ Νίκαιαν συνόδου ἀκεραία καὶ ἀσάλευτος διέμεινε. Ταύτην τε αὐτοῖς ἔχειν ὡμολόγησαν, καὶ χαρὰς ἀναπλησθέντες, πᾶν ἴχνος καὶ ζώπυρον ἀτόπου ὑπονοίας ἐκβαλόντες, οὐ μόνον διὰ λόγου, ἀλλὰ καὶ ἐγγράφως ταύτην ἐξέθεντο. Ἧς καὶ τὸ ἀντίτυπον ἀναγκαίως τούτοις τοῖς γράμμασιν ὑποτάξαι ἡγησάμεθα δεῖν, μή τινα πρόφασιν τοῖς αἱρετικοῖς εἰς ἐπιβουλὴν αὖθις καταλείπωμεν, ἐν ᾗ πάλιν τὰ ὑπεκκαύματα τῆς ἰδίας κακίας ἀνακινοῦντες, πυρκαϊὰς διὰ διχοστασιῶν συνήθως ἐξάπτοιεν. Ἔπειτα καὶ τοῦτο ὡμολόγησαν οἱ τιμιώτατοι ἀδελφοὶ ἡμῶν, Εὐστάθιος καὶ Σιλβανὸς καὶ Θεόφιλος, ἑαυτούς τε καὶ τὴν ὑμετέραν ἀγάπην πάντοτε ταύτην τὴν πίστιν ἐσχηκέναι, καὶ ταύτην μέχρι τέλους διαφυλάξειν, δηλαδὴ τὴν ἐν Νικαίᾳ δοκιμασθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ὀρθοδόξων ἐπισκόπων: ἥτις τὴν τελείαν περιέχει ἀλήθειαν, καὶ πάντα τὰ τῶν αἱρετικῶν πλήθη ἐπιστομίζει τε καὶ ἀνατρέπει. Οὐδὲ γὰρ ἀπὸ ταὐτομάτου, ἀλλὰ θείῳ νεύματι, ὁ τῶν τοσούτων ἀριθμὸς ἐπισκόπων συνεκροτήθη κατὰ τῆς Ἀρείου
185
μανίας: ἀλλ̓ ἐν ὅσῳ ἀριθμῷ ὁ μακάριος Ἀβραὰμ τοσαύτας χιλιάδας διὰ [*](Gen. xiv. 14.) πίστεως κατεστρέψατο: ἥτις πίστις ἐν τῇ ὑποστάσει καὶ τῷ ὀνόματι τοῦ ὁμοουσίου περιεχομένη, ὥσπερ ἔρυμα ὀχυρὸν καὶ ἄμαχον, πάσας τὰς προσβολὰς καὶ τὰς κακομηχανίας τῆς Ἀρείου κενοδοξίας καθαιρεῖ τε καὶ ἀποτρέπεται. Τοιγαροῦν πάντων τῶν κατὰ τὴν δύσιν ἐπισκόπων τῶν εἰς τὸ Ἀρίμινον συνελθόντων, ὁπότε τούτους ἡ κακοήθεια τῶν Ἀρειανῶν συνεκρότησεν, ὅπως ἢ διὰ πειθοῦς τινὸς, ἢ ἵνα ἀληθέστερον εἴπω, κοσμικῆς δυναστείας, τοῦθ̓ ὅπερ ἀσφαλέστατον ἦν ἐν τῇ πίστει κείμενον ἀνέλοιεν, ἢ πλαγίως ἀρνήσωνται, οὐδὲν τούτων ὠφέλησεν ἡ πανουργία. Καὶ γὰρ σχεδὸν πάντες ἐκεῖνοι οἱ ἐν τῇ Ἀριμίνῳ γενόμενοι, καὶ δελεασθέντες ἢ ὑπαχθέντες τότε, νῦν ἀναφρονήσαντες καὶ ἀναθεματίσαντες τὴν ἔκθεσιν τῶν ἐν Ἀριμίνῳ συνελθόντων, καὶ ὑπογράψαντες τῇ καθολικῇ καὶ ἀποστολικῇ πίστει τῇ κατὰ Νίκαιαν θεσπισθείσῃ, οἱ καὶ ἡμῖν κοινωνήσαντες, ἐκθυμότερον κατὰ τοῦ Ἀρείου δόγματος καὶ κατὰ τῶν αὐτοῦ μαθητῶν χαλεπαίνουσιν. Οὗτινος πράγματος τὸν ἔλεγχον καὶ αὐτοὶ οἱ πρέσβεις τῆς ὑμετέρας ἀγάπης ἐπιγνόντες, ὑμᾶς αὐτοὺς τῇ οἰκείᾳ ὑπογραφῇ συνέζευξαν, ἀναθεματίζοντες Ἄρειον καὶ τὰ ἐν Ἀριμίνῳ πραχθέντα κατὰ τῆς πίστεως τῆς ἐν Νικαίᾳ θεσπισθείσης, οἷς καὶ ὑμεῖς αὐτοὶ δελεασθέντες δἰ ὁρκωμοσιῶν ὑπεγράψατε. Ὅθεν ἀκόλουθον ἡμῖν ἐφάνη γράψαι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ βοηθῆσαι τοῖς δίκαια αἰτουμένοις: μάλιστα ὅτε διὰ τῆς ὁμολογίας τῶν ὑμετέρων πρεσβειῶν ἀναφρονήσαντας τοὺς ἀνατολικοὺς συμφωνεῖν πρὸς τοὺς ὀρθοδόξους τῶν δυτικῶν ἐπέγνωμεν. Καὶ δηλοῦμεν ὅπως εἰδέναι ἔχοιτε, τὰς ἐν τῇ Ἀριμίνῳ βλασφημίας καὶ ὑπὸ τῶν δοξασάντων τότε κατὰ συναρπαγὴν [*]([doca/ntwn, *wal.]) παραβεβλάφθαι νῦν ἀναθεματισθείσας, καὶ πάντας πρὸς τὴν κατὰ Νίκαιαν πίστιν συμπεπνευκέναι. Καὶ χρὴ δἰ ὑμῶν τοῦτο πᾶσι γνωσθῆναι, ὅπως δυνηθεῖεν καὶ οἱ κατ̓ ἐπήρειαν παραβλαφθέντες ἤδη ποτὲ ἐκ τοῦ αἱρετικοῦ σκότους πρὸς τὸ θεῖον φῶς τῆς καθολικῆς ἐλευθερίας ἀνακάμψαι. Οἵτινες μετὰ ταύτην τὴν σύνοδον, εἰ μὴ θελήσειαν ἀποπτύσαι τὸν τῆς κακοδοξίας ἰὸν, καὶ τὰς βλασφημίας Ἀρείου πάσας ἀνελεῖν, ταύτας τε ἀναθεματίσαι, γινωσκέτωσαν ἑαυτοὺς μετὰ τοῦ Ἀρείου καὶ τῶν τούτου μαθητῶν καὶ τῶν λοιπῶν ὄφεων, ἤτοι Σαβελλιανῶν ἢ Πατροπασσιανῶν ἢ οἱασδήποτε ἄλλης αἱρέσεως, ἐκσπόνδους εἶναι καὶ ἀκοινωνήτους τῶν ἐκκλησιαστικῶν συνάξεων, ἥτις τοὺς ἐκ μοιχείας υἱοὺς οὐ προσίεται. Ὁ Θεὸς ὑμᾶς ἐρρωμένους διαφυλάξοι, ἀδελφοὶ ἀγαπητοί. Ταῦτα τὰ γράμματα οἱ περὶ Εὐστάθιον δεξάμενοι αὖθις ἐπὶ τὴν Σικελίαν ὥρμησαν: ἐκεῖ τε παρασκευάσαντες γενέσθαι σύνοδον τῶν Σικελῶν ἐπισκόπων, ἐπ̓ αὐτῶν τε τὴν τοῦ ὁμοουσίου πίστιν ὁμολογήσαντες, καὶ τὴν ἐν Νικαίᾳ πίστιν κυρώσαντες, ὁμόψηφά τε
186
καὶ παῤ ἐκείνων δεξάμενοι γράμματα, ἐπανῆκον παρὰ τοὺς πέμψαντας. Οἱ δὲ τὰς Λιβερίου ἐπιστολὰς δεξάμενοι διεπρεσβεύοντο κατὰ πόλεις πρὸς τοὺς προεστῶτας τῆς ὁμοουσίου πίστεως, προτρεπόμενοι συνελθεῖν ὁμοθυμαδὸν εἰς Ταρσὸν τῆς Κιλικίας, ἐπὶ τῷ κυρῶσαι τὴν ἐν Νικαίᾳ πίστιν, καὶ λῦσαι πᾶσαν μετὰ ταῦτα γεγενημένην ἐρεσχελίαν. Καὶ δὴ ἴσως ἂν ταῦτα ἐγεγόνει, εἰ μὴ ὁ μέγιστον τότε δυνάμενος παρὰ βασιλεῖ διεκώλυσε, λέγω δὴ Εὐδόξιος ὁ τῆς Ἀρειανῆς προεστὼς θρησκείας: ὃς καὶ πλείω διὰ τὴν κηρυχθεῖσαν σύνοδον ἐξαφθεὶς, μείζονα κακὰ τούτους εἰργάσατο. Ὅτι μὲν οὖν Μακεδονιανοὶ δἰ ὧν ἔπεμψαν πρεσβευτῶν κοινωνήσαντες [*](Cp. i. 8.) Λιβερίῳ τὴν ἐν Νικαίᾳ πίστιν ἐκύρωσαν, αὐτὸς Σαβῖνος ἐν τῇ συναγωγῇ τῶν συνοδικῶν ὡμολόγησεν.

Ὅπως Εὐνόμιος Εὐδοξίου κεχώριστο διὰ τὸ προσκεῖσθαι αὐτὸν Ἀετίῳ, καὶ ὅτι σπουδῇ Εὐδοξίου ταραχῆς ἐν Ἀλεξανδρείᾳ γενομένης, Ἀθανάσιος πάλιν φεύγει: καὶ ὅτι τοῦ λαοῦ διὰ τοῦτο στασιάσαντος, ὁ βασιλεὺς δείσας, διὰ γραμμάτων τε τοὺς ἐν Ἀλεξανδρείᾳ παρακαλέσας, αὖθις τὸν Ἀθανάσιον κρατεῖν ἀδεῶς τὴν ἐκκλησίαν ἐκέλευσε.

Περὶ δὲ τούσδε τοὺς χρόνους Εὐνόμιος Εὐδοξίου χωρισθεὶς κατ̓ ἰδίαν τὰς συναγωγὰς ἐποιήσατο, ὅτι πολλάκις αὐτοῦ παρακαλοῦντος δεχθῆναι τὸν καθηγητὴν ἑαυτοῦ Ἀέτιον, Εὐδόξιος οὐχ ὑπήκουσε. Τοῦτο δὲ οὐχ ἑκὼν ἐποίησεν: οὐ γὰρ τὴν Ἀετίου δόξαν ἠθέτει, τὴν αὐτὴν οὖσαν τῇ ἑαυτοῦ: ἀλλ̓ ὅτι πάντες οἱ ὁμόφρονες ὡς ἑτερόδοξον περιΐσταντο: αὕτη ἡ αἰτία τοῦ Εὐδοξίου τὸν Εὐνόμιον χωρισθῆναι πεποίηκε. Ταῦτα μὲν ἐν Κωνσταντινουπόλει τοῦτον τὸν τρόπον ἐγένετο: κατὰ δὲ τὴν Ἀλεξάνδρειαν πρόσταγμα ἐπάρχων σπουδῇ Εὐδοξίου πεμφθὲν τὴν ἐκκλησίαν ἐτάραξεν. Ἀθανάσιος δὲ τὴν ἐκ τοῦ πλήθους ἄλογον ὁρμὴν ὑφορώμενος, δεδοικώς τε μὴ τῶν γενησομένων ἀτόπων αὐτὸς τὴν αἰτίαν λάβῃ, τέσσαρας ὅλους μῆνας ἐν μνημείῳ πατρῴῳ ἀπέκρυπτεν ἑαυτόν. Ἐπειδὴ δὲ διὰ τὴν αὐτοῦ ἀπουσίαν ὁ λαὸς πόθῳ τῷ πρὸς αὐτὸν ἐστασίαζε, μαθὼν ὁ βασιλεὺς στυγνάζειν διὰ τοῦτο τὴν Ἀλεξάνδρειαν, διὰ γραμμάτων ἐσήμανεν, ἀδεῶς κρατεῖν τῶν ἐκκλησιῶν Ἀθανάσιον. Καὶ τοῦτ̓ ἦν αἴτιον τοῦ μὴ ταραχθῆναι τὴν Ἀλεξανδρέων ἐκκλησίαν, ἕως τῆς Ἀθανασίου τελευτῆς. Ὅτι μὲν οὖν μετὰ τὴν

187
τελευτὴν αὐτοῦ, πάλιν οἱ τοῦ Ἀρειανοῦ μέρους τῶν ἐκκλησιῶν ἐκράτησαν, μικρῷ ὕστερον λέξομεν. [*](c. 21.)

Ὡς Εὐδοξίου ἐν Κωνσταντινουπόλει τελευτήσαντος, οἱ μὲν Ἀρειανοὶ Δημόφιλον, οἱ ὀρθόδοξοι δὲ Εὐάγριον, δἰ Εὐσταθίου τοῦ Ἀντιοχείας ἐχειροτόνησαν.

Τοιγαροῦν ὁ βασιλεὺς Οὐάλης, πάλιν ἐπὶ τὴν Ἀντιόχειαν σπεύδων, ἀπῇρεν ἀπὸ τῆς Κωνσταντινουπόλεως: καὶ γενόμενος ἐν Νικομηδείᾳ πόλει τῆς Βιθυνίας, ἐπεσχέθη κατ̓ αὐτὴν δἰ αἰτίαν τοιαύτην. Εὐδόξιος οὗτος ὁ τῆς Ἀρειανῆς ἐκκλησίας ἐπίσκοπος εὐθὺς μετὰ τὴν τοῦ βασιλέως ἔξοδον τέλει τοῦ βίου ἐχρήσατο, ἐν ὑπατείᾳ Οὐαλεντινιανοῦ τὸ τρίτον καὶ Οὐάλεντος τὸ τρίτον, δεκάενα [*](A.D. 370.) ἐνιαυτοὺς τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας τὸν θρόνον κατεσχηκώς. Διὸ οἱ Ἀρειανοὶ εἰς τὸν τόπον αὐτοῦ καθιστῶσι Δημόφιλον: καιροῦ δὲ νομίσαντες δεδράχθαι οἱ τοῦ ὁμοουσίου τῆς ἑαυτῶν πίστεως Εὐάγριόν τινα προεβάλλοντο: καὶ χειροτονεῖ τοῦτον Εὐστάθιος, ὁ πάλαι ποτὲ ἐπίσκοπος Ἀντιοχείας γεγονώς. [*](i. 24.) Ὃς πρότερον μὲν ὑπὸ Ἰοβιανοῦ τῆς ἐξορίας ἀνακέκλητο, τότε δὲ παρῆν εἰς τὴν Κωνσταντινούπολιν, σκοπῷ τοῦ στηρίξαι τοὺς τῆς ὁμοουσίου πίστεως: καὶ κατ̓ αὐτὴν λανθάνων διέτριβεν.