Ecclesiastical history

Socrates Scholasticus

Socrates Scholasticus. Socrates' Ecclesiastical history. Hussey, Robert, editor; Bright, William, editor. Oxford: Clarendon, 1893.

Ὡς Εὐσέβιος ἑτέραν σύνοδον ποιησάμενος ἐν Ἀντιοχείᾳ τῆς Συρίας ἑτέραν ἔκθεσιν πίστεως ὑπαγορευθῆναι ἐποίησε.

Εὐσέβιος δὲ οὐδενὶ τρόπῳ ἡσυχάζειν ἐβούλετο, ἀλλὰ, τὸ τοῦ λόγου, πάντα λίθον ἐκίνει, ὅπως ἂν ὃ προέθετο κατεργάσηται. Κατασκευάζει οὖν σύνοδον ἐν Ἀντιοχείᾳ τῆς Συρίας γενέσθαι, προφάσει μὲν τῶν ἐγκαινίων τῆς ἐκκλησίας, ἣν ὁ πατὴρ μὲν τῶν

69
Αὐγούστων κατασκευάζειν ἤρξατο, μετὰ τελευτὴν δὲ αὐτοῦ ὁ υἱὸς Κωνστάντιος δεκάτῳ ἔτει ἀπὸ τῆς θεμελιώσεως συνετέλεσεν, τὸ δὲ ἀληθὲς ἐπὶ τῇ ἀνατροπῇ καὶ καθαιρέσει τῆς ὁμοουσίου πίστεως. Ἐν ταύτῃ δὲ τῇ συνόδῳ συνῆλθον ἐκ διαφόρων πόλεων ἐπίσκοποι ἐνενήκοντα. Μάξιμος μέντοι ὁ τῶν Ἱεροσολύμων ἐπίσκοπος, ὃς Μακάριον διεδέξατο, οὐ παρεγένετο ἐν αὐτῇ, ἐπιλογισάμενος ὡς εἴη συναρπαγεὶς καὶ τῇ καθαιρέσει ὑπογράψας Ἀθανασίου. Ἀλλὰ μὴν οὐδὲ Ἰούλιος παρῆν ὁ τῆς μεγίστης Ῥώμης ἐπίσκοπος: οὐδὲ μὴν εἰς τὸν τόπον αὐτοῦ ἀπεστάλκει τινα: καίτοι κανόνος ἐκκλησιαστικοῦ [*](Cp. c. 17.) κελεύοντος, μὴ δεῖν παρὰ τὴν γνώμην τοῦ ἐπισκόπου Ῥώμης τὰς ἐκκλησίας κανονίζειν. Συγκροτεῖται οὖν αὕτη ἡ σύνοδος ἐν τῇ Ἀντιοχείᾳ παρουσίᾳ Κωνσταντίου τοῦ βασιλέως, ἐν ὑπατείᾳ Μαρκέλλου καὶ Προβίνου: ἦν δὲ πέμπτον ἔτος τοῦτο [*](A.D. 341.) τῆς τελευτῆς τοῦ τῶν Αὐγούστων πατρὸς Κωνσταντίνου. Προειστήκει δὲ τότε τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας Πλάκιτος διαδεξάμενος Εὐφρόνιον. Οἱ περὶ Εὐσέβιον οὖν ἔργον τίθενται προηγουμένως Ἀθανάσιον διαβάλλειν, πρῶτον μὲν ὡς παρὰ κανόνα πράξαντα ὃν αὐτοὶ ὥρισαν τότε, ὅτι μὴ γνώμῃ κοινοῦ συνεδρίου τῶν ἐπισκόπων τὴν τάξιν τῆς ἱερωσύνης ἀνέλαβεν, ἐπανελθὼν γὰρ ἀπὸ τῆς ἐξορίας, ἑαυτῷ ἐπιτρέψας, εἰς τὴν ἐκκλησίαν εἰσεπήδησε: καὶ ὅτι ἐν τῇ εἰσόδῳ αὐτοῦ ταραχῆς γενομένης πολλοὶ ἐν τῇ στάσει ἀπέθανον: καὶ ὥς τινων αἰκισθέντων ὑπὸ Ἀθανασίου, τινῶν δὲ δικαστηρίοις παραδοθέντων. Οὐ μὴν ἀλλὰ καὶ τὰ ἐν τῇ Τύρῳ πεπραγμένα κατὰ Ἀθανασίου εἰς μέσον ἦγον.

Περὶ Εὐσεβίου τοῦ Ἐμισηνοῦ.

Ἐπὶ τούτοις τότε τῆς διαβολῆς γενομένης, προχειρίζονται τῆς Ἀλεξανδρείας ἐπίσκοπον, πρῶτον μὲν Εὐσέβιον τὸν ἐπικληθέντα Ἐμισηνόν. Τίς δὲ οὗτος ἦν διδάσκει Γεώργιος ὁ Λαοδικείας, ὃς τότε παρῆν ἐν τῇ συνόδῳ. Φἡ??ʼ εἰς αὐτὸν πεπονημένῳ βιβλίῳ, ὡς εἴη Εὐσέβιος ἐκ τῶν ʽ??ʼων τῆς ἐν Μεσοποταμίᾳ Ἐδέσης καταγόμενος: ἐκ νέας τε ἡλικίας τὰ ἱερὰ μαθὼν γράμματα. Εἶτα τὰ Ἑλλήνων παιδευθεὶς παρὰ τῷ τηνικαῦτα τῇ Ἐδέσῃ ἐπιδημήσαντι παιδευτῇ, τέλος ὑπὸ Πατροφίλου καὶ Εὐσεβίου τὰ

70
ἱερὰ ἡρμηνεύσθη βιβλία: ὧν ὁ μὲν τῶν ἐν Καισαρείᾳ, ὁ δὲ τῆς ἐν Σκυθοπόλει προΐστατο ἐκκλησίας. Μετὰ ταῦτα δὲ ἐπιδημήσαντος [*](Cp. i. 24) αὐτοῦ τῇ Ἀντιοχείᾳ, συνέβη Εὐστάθιον ὑπὸ Κύρου κατηγορηθέντα τοῦ Βεροιέως καθαιρεθῆναι ὡς Σαβελλίζοντα. Εἶτα αὖθις τὸν Εὐσέβιον συνεῖναι Εὐφρονίῳ τῷ διαδεξαμένῳ Εὐστάθιον, φεύγοντά τε τὴν ἱερωσύνην καταλαβεῖν τὴν Ἀλεξάνδρειαν, κᾀκεῖ μαθεῖν τὰ φιλόσοφα: ἐπανελθόντα τε εἰς τὴν Ἀντιόχειαν Πλακίτῳ τῷ μετὰ Εὐφρόνιον συνεῖναι, ὑπό τε Εὐσεβίου τοῦ Κωνσταντινουπόλεως ἐπισκόπου προβληθῆναι εἰς τὴν Ἀλεξανδρείας ἐπισκοπήν: ἀλλ̓ ἐκεῖ μὲν μηκέτι ὁρμῆσαι, διὰ τὸ σφόδρα ὑπὸ τοῦ Ἀλεξανδρέων λαοῦ ἀγαπᾶσθαι Ἀθανάσιον, πεμφθῆναι δὲ εἰς τὴν Ἐμισηνῶν πόλιν. Διαστασιασάντων δὲ τῶν Ἐμισηνῶν ἐπὶ τῇ χειροτονίᾳ αὐτοῦ— ἐλοιδορεῖτο γὰρ ὡς μαθηματικὴν ἀσκούμενοσ—φυγῇ χρῆται, καὶ ἄπεισιν εἰς Λαοδίκειαν πρὸς τὸν περὶ αὐτοῦ πολλὰ εἰπόντα Γεώργιον. Οὗτος δὲ αὐτὸν εἰς τὴν Ἀντιόχειαν καταστήσας, παρεσκεύασεν αὖθις ὑπὸ Πλακίτου καὶ Ναρκίσσου καταχθῆναι εἰς τὴν Ἔμισαν: πάλιν τε μέμψιν ὑπομεῖναι ὡς τὰ Σαβελλίου φρονοῦντα αὐτόν. Καὶ τὰ μὲν περὶ τῆς καταστάσεως αὐτοῦ πλατύτερον διεξῆλθεν ὁ Γεώργιος: τελευταῖον δὲ ἐπάγει, ὅτι καὶ ὁ βασιλεὺς αὐτὸν ἐπὶ τοὺς βαρβάρους ἀπιὼν ἀπῆγε, καὶ ὅτι τεράστια ἐν ταῖς χερσὶν αὐτοῦ ἐγένετο. Τὰ μὲν δὴ Γεωργίῳ εἰρημένα περὶ τοῦ Ἐμισηνοῦ Εὐσεβίου ἐπὶ τοσοῦτον λελέχθω μοι.

Ὡς οἱ ἐν Ἀντιοχείᾳ συνελθόντες ἐπίσκοποι, διὰ τὸ παραιτήσασθαι τὴν Ἀλεξάνδρειαν Εὐσέβιον τὸν Ἐμισηνὸν, Γρηγόριον χειροτονήσαντες τὴν τῆς ἐν Νικαίᾳ πίστεως φράσιν μετεποίησαν.

Τότε δὲ τοῦ Εὐσεβίου ἐν τῇ Ἀντιοχείᾳ προβληθέντος καὶ δεδοικότος τὴν εἰς Ἀλεξάνδρειαν ἄφιξιν, προχειρίζονται Γρηγόριον εἰς τὴν Ἀλεξανδρείας ἐπισκοπήν. Καὶ τοῦτο κατεργασάμενοι μεταποιοῦσι τὴν πίστιν, οὐδὲν μὲν τῶν ἐν Νικαίᾳ μεμψάμενοι, τὸ δὲ ἀληθὲς, ἐπὶ καθαιρέσει καὶ παρατροπῇ τῆς ὁμοουσίου πίστεως διὰ τοῦ συνεχεῖς ποιεῖσθαι συνόδους καὶ ἄλλοτε ἄλλως ὑπαγορεύειν τὸν ὅρον τῆς πίστεως, ὥστε κατὰ βραχὺ εἰς τὴν Ἀρειανὴν δόξαν παρατρέψωσι. Ταῦτα μὲν οὖν ὅπως ἐγένετο, προϊόντος τοῦ λόγου δηλώσομεν. Ἡ δὲ ὑπαγορευθεῖσα περὶ τῆς πίστεως ἐπιστολὴ ἔστιν ἥδε:

71
Ἡμεῖς οὔτε ἀκόλουθοι Ἀρείου γεγόναμεν: πῶς γὰρ ἐπίσκοποι ὄντες ἀκολουθήσομεν [*](Athan. de Syn. 22.) πρεσβυτέρῳ; οὔτε ἄλλην τινα πίστιν παρὰ τὴν ἐξ ἀρχῆς ἐκτεθεῖσαν ἐδεξάμεθα. Ἀλλὰ καὶ ἡμεῖς ἐξετασταὶ καὶ δοκιμασταὶ τῆς πίστεως αὐτοῦ γενόμενοι, μᾶλλον αὐτὸν προσηκάμεθα ἤπερ ἠκολουθήσαμεν. Καὶ γνώσεσθε ἀπὸ τῶν λεγόμενων. Μεμαθήκαμεν γὰρ ἐξ ἀρχῆς, εἰς ἕνα τὸν τῶν ὅλων Θεὸν πιστεύειν, τῶν πάντων νοητῶν τε καὶ αἰσθητῶν δημιουργόν τε καὶ προνοητήν: καὶ εἰς ἕνα Υἱὸν τοῦ Θεοῦ μονογενῆ, πρὸ πάντων τῶν αἰώνων ὑπάρχοντα, καὶ συνόντα τῷ γεγεννηκότι αὐτὸν Πατρὶ, δἰ οὗ καὶ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα: τὸν καὶ ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν κατ̓ εὐδοκίαν τοῦ Πατρὸς κατελθόντα, καὶ σάρκα ἐκ τῆς ἁγίας παρθένου ἀνειληφότα, καὶ πᾶσαν τὴν πατρικὴν αὐτοῦ βουλὴν συνεκπεπληρωκότα, πεπονθέναι, καὶ ἐγηγέρθαι, καὶ εἰς οὐρανοὺς ἀνεληλυθέναι, καὶ ἐν δεξιᾷ τοῦ. Πατρὸς καθέζεσθαι: καὶ ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ διαμένοντα βασιλέα καὶ Θεὸν εἰς τοὺς αἰῶνας. Πιστεύομεν καὶ εἰς τὸ Ἅγιον Πνεῦμα. Εἰ δὲ δεῖ προσθεῖναι, πιστεύομεν καὶ περὶ σαρκὸς ἀναστάσεως, καὶ ζωῆς αἰωνίου. Ταῦτα μὲν ἐν τῇ πρώτῃ ἐπιστολῇ γράψαντες τοῖς κατὰ πόλιν ἔπεμπον. Ἐπιμείναντες δὲ μικρὸν ἐν τῇ Ἀντιοχείᾳ, καὶ ὥσπερ καταγνόντες ταύτης, αὖθις ἑτέραν ὑπαγορεύουσιν ἐν τοῖσδε τοῖς ῥήμασι: Ἄλλη ἔκθεσις. Πιστεύομεν ἀκολούθως τῇ εὐαγγελικῇ καὶ ἀποστολικῇ παραδόσει, εἰς ἕνα [*](Cp. Ath. de Syn. 23; Hilar. de Syn. 31. See belos c. 40.) Θεὸν Πατέρα παντοκράτορα, τὸν τῶν ὅλων δημιουργόν τε καὶ ποιητήν: καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ Θεὸν, δἰ οὗ τὰ πάντα ἐγένετο: τὸν γεννηθέντα πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, ὅλον ἐξ ὅλου, μόνον ἐκ μόνου, τέλειον ἐκ τελείου, βασιλέα ἐκ βασιλέως, Κύριον ἀπὸ Κυρίου, λόγον ζῶντα, σοφίαν, ζωὴν, φῶς ἀληθινὸν, ὁδὸν ἀληθείας, ἀνάστασιν, ποιμένα, θύραν, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον, τὴν τῆς θεότητος, οὐσίας τε καὶ δυνάμεως, καὶ βουλῆς καὶ δόξης τοῦ Πατρὸς ἀπαράλλακτον εἰκόνα, τὸν πρωτότοκον πάσης κτίσεως, τὸν ὄντα ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Λόγον Θεὸν, κατὰ τὸ εἰρημένον ἐν τῷ εὐαγγελίῳ, καὶ Θεὸς ἦν ὁ [*](Col. i. 17.) Λόγος: δἰ οὗ τὰ πάντα ἐγένετο, καὶ ἐν ᾧ τὰ πάντα συνέστηκε, τὸν ἐπ̓ [*](John i. 1, 3.) ἐσχάτων τῶν ἡμερῶν κατελθόντα ἄνωθεν, καὶ γεννηθέντα ἐκ παρθένου κατὰ τὰς γραφὰς, καὶ ἄνθρωπον γενόμενον, μεσίτην Θεοῦ καὶ ἀνθρώπων, ἀπόστολόν τε τῆς πίστεως ἡμῶν, καὶ ἀρχηγὸν τῆς ζωῆς, ὥς φησι, Ὅτι καταβέβηκα [*](Acts iii. 15. John vi. 38.) ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με: τὸν παθόντα ὑπὲρ ἡμῶν, καὶ ἀναστάντα ὑπὲρ ἡμῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς οὐρανοὺς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ πάλιν ἐρχόμενον μετὰ δόξης καὶ δυνάμεως, κρῖναι ζῶντας καὶ νεκρούς. Καὶ
72
εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ εἰς παράκλησιν καὶ ἁγιασμὸν καὶ εἰς τελείωσιν τοῖς πιστεύουσι διδόμενον: καθὼς καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς διετάξατο [*](Matt. xxviii. 19.) τοῖς μαθηταῖς λέγων, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος: δηλονότι Πατρὸς ἀληθῶς ὄντος Πατρὸς, καὶ Υἱοῦ ἀληθῶς Υἱοῦ ὄντος, καὶ Πνεύματος Ἁγίου ἀληθῶς ὄντος Πνεύματος Ἁγίου: τῶν ὀνομάτων οὐχ ἁπλῶς οὐδὲ ἀργῶν κειμένων, ἀλλὰ σημαινόντων ἀκριβῶς τὴν ἰδίαν ἑκάστου τῶν ὀνομαζομένων ὑπόστασίν τε καὶ τάξιν καὶ δόξαν: ὡς εἶναι τῇ μὲν ὑποστάσει τρία, τῇ δὲ συμφωνίᾳ ἕν. Ταύτην οὖν ἔχοντες τὴν πίστιν, ἐνώπιον τοῦ Θεοῦ καὶ τοῦ Χριστοῦ, πᾶσαν αἱρετικὴν ἀναθεματίζομεν κακοδοξίαν. Καὶ εἴ τις παρὰ τὴν ὑγιῆ τῶν γραφῶν ὀρθὴν πίστιν διδάσκει λέγων, ἢ καιρὸν ἢ αἰῶνα εἶναι ἢ γεγονέναι, πρὸ τοῦ τὸν Υἱὸν τοῦ Θεοῦ, ἀνάθεμα ἔστω. Καὶ εἴ τις λέγει τὸν Υἱὸν κτίσμα ὡς ἓν τῶν κτισμάτων, ἢ γέννημα ὡς ἓν τῶν γεννημάτων, καὶ μὴ ὡς αἱ θεῖαι γραφαὶ παραδεδώκασι τῶν προειρημένων ἕκαστα, ἢ εἴ τις ἄλλο διδάσκει ἢ εὐαγγελίζεται παῤ ὃ παρελάβομεν, ἀνάθεμα ἔστω. Ἡμεῖς γὰρ πᾶσι τοῖς ἐκ τῶν θείων γραφῶν παραδεδομένοις ὑπό τε τῶν προφητῶν καὶ ἀποστόλων ἀληθινῶς τε καὶ ἐμφανῶς καὶ πιστεύομεν καὶ ἀκολουθοῦμεν. Τοιαῦται μὲν αἱ τῶν ἐν Ἀντιοχείᾳ τότε συνελθόντων περὶ τῆς πίστεως ἐκθέσεις ἐγένοντο: αἷς καὶ Γρηγόριος, μήπω τῆς Ἀλεξανδρείας ἐπιβὰς, ὡς ἐπίσκοπος αὐτῆς καθυπέγραψε. Καὶ ἡ μὲν ἐκεῖ τότε γενομένη σύνοδος ταῦτα πράξασα καὶ ἄλλα τινα νομοθετήσασα διελύθη. Ἐν δὲ τῷδε τῷ χρόνῳ καὶ τὰ δημόσια πράγματα συνέβη ταράσσεσθαι: ἔθνος, οἳ Φράγκοι καλοῦνται, τοῖς περὶ Γαλλίαν κατέτρεχον Ῥωμαίοις. Ἐν ταὐτῷ δὲ καὶ σεισμοὶ μέγιστοι ἐν τῇ ἑῴᾳ ἐγένοντο: μάλιστα δὲ ἡ Ἀντιόχεια ἐπὶ ἐνιαυτὸν ὅλον ἐσείετο.

Ὡς Γρηγορίου μετὰ χειρὸς στρατιωτικῆς εἰς Ἀλεξάνδρειαν κατελθόντος Ἀθανάσιος ἔφυγεν.

Τούτων γινομένων καὶ Γρηγόριον κατήγαγον ἐν Ἀλεξανδρείᾳ Συριανός τε ὁ στρατηγὸς, καὶ οἱ σὺν αὐτῷ ὁπλῖται στρατιῶται ἀριθμὸς ὄντες πεντακισχίλιοι. Συνελαμβάνοντο δὲ αὐτοῖς καὶ οἱ ἐκεῖ τὰ Ἀρείου φρονοῦντες. Ὅπως δὲ Ἀθανάσιος τῆς ἐκκλησίας [*](Cp. Ath. de Fuga, 24.) ἐξωθούμενος τοῦ συλληφθῆναι αὐτὸν διέφυγε, λεκτέον. Ἑσπέρα μὲν ἦν: ὁ δὲ λαὸς ἐπαννύχιζε προσδοκωμένης συνάξεως. Ἥκει

73
δὲ ὁ στρατηγὸς κατὰ φάλαγγα τοὺς στρατιώτας τάξας πανταχόθεν τῆς ἐκκλησίας. Ἀθανάσιος δὲ ἑωρακὼς τὰ γινόμενα φροντίδα ἔθετο ὅπως ἂν τῷ λαῷ μηδαμῶς βλάβη γένηται δἰ αὐτόν: καὶ προστάξας διακόνῳ κηρύξαι εὐχὴν, αὖθις ψαλμὸν λέγεσθαι παρεσκεύασε. Συμφωνίας δὲ ἐκ τῆς ψαλμῳδίας γενομένης, διὰ μιᾶς τῶν πυλῶν τῆς ἐκκλησίας πάντες ἐξῄεσαν. Τούτου γινομένου οἱ στρατιῶται ἀπόμαχοι ἔμενον: ὁ δὲ Ἀθανάσιος ἐν μέσοις τοῖς ψαλμῳδοῦσιν ἀβλαβὴς διεσώζετο. Τοῦτον δὲ τὸν τρόπον διεκφυγὼν ἐπὶ τὴν Ῥώμην ἀνέδραμε: καὶ Γρηγόριος μὲν τότε τῆς ἐκκλησίας ἐκράτησεν. Ὁ δὲ Ἀλεξανδρέων λαὸς, οὐκ ἐνεγκόντες τὸ γεγονὸς, τὴν καλούμενην Διονυσίου ἐκκλησίαν ἐνέπρησαν. Τοσαῦτα μὲν οὖν περὶ τούτων εἰρήσθω. Εὐσέβιος δὲ ὅσα ἐβούλετο κατεργασάμενος, διεπρεσβεύετο πρὸς Ἰούλιον τὸν Ῥώμης ἐπίσκοπον, αὐτὸν κριτὴν τῶν κατὰ Ἀθανάσιον γενέσθαι παρακαλῶν, καὶ πρὸς ἑαυτὸν καλεῖν τὴν δίκην.

Ὡς Εὐσεβίου τελευτήσαντος ὁ ἐν Κωνσταντινουπόλει λαὸς Παῦλον αὖθις ἐνεθρόνισε: καὶ ὡς οἱ Ἀρειανοὶ Μακεδόνιον προεβάλλοντο.

Ἀλλ̓ οὐκ ἔφθασε μαθεῖν Εὐσέβιος τὰ παρὰ Ἰουλίου περὶ Ἀθανασίου κριθέντα: μικρὸν γὰρ μετὰ τὴν σύνοδον ἐπιβιοὺς ἐτελεύτησε. Διόπερ καὶ ὁ ἐν Κωνσταντινουπόλει λαὸς αὖθις εἰς τὴν ἐκκλησίαν τὸν Παῦλον εἰσάγουσι. Κατὰ ταὐτὸν δὲ καὶ οἱ Ἀρειανίζοντες ἐν τῇ λεγομένῃ ἐπὶ Παῦλον ἐκκλησίᾳ χειροτονοῦσι τὸν Μακεδόνιον. Καὶ τοῦτο δὲ ἐποίησαν οἱ πρώην Εὐσεβίῳ τῷ πάντα κυκῶντι συμπράττοντες, τότε δὴ τὴν αὐθεντίαν διαδεξάμενοι: εἰσὶ δὲ οὗτοι Θέογνις Νικαίας, Μάρις Χαλκηδόνος, Θεόδωρος Ἡρακλείας τῆς ἐν Θρᾴκῃ, Οὐρσάκιος Σιγγιδόνος τῆς ἄνω Μυσίας, Οὐάλης Μουρσῶν τῆς ἄνω Παννονίας. Οὐρσάκιος μὲν οὖν καὶ Οὐάλης ὕστερον μεταγνόντες, βιβλίον μετανοίας τῷ ἐπισκόπῳ Ἰουλίῳ [*](Cp. c. 24; Ath. Apol. c. Ari. 58.) ἐπιδόντες, τῇ ὁμοουσίῳ τε δόξῃ συντιθέμενοι ἐκοινώνησαν. Τότε δὲ διαπύρως τὴν Ἀρειανὴν συγκροτοῦντες θρησκείαν οὐ τοὺς τυχόντας κατὰ τῶν ἐκκλησιῶν πολέμους ἐτύρευσαν, ὧν εἷς ἦν ὁ διὰ Μακεδονίου ἐν τῇ Κωνσταντινουπόλει γενόμενος. Ὑπὸ γὰρ τοῦδε τοῦ ἐμφυλίου τῶν Χριστιανῶν πολέμου συνεχεῖς ἐγίνοντο κατὰ

74
τὴν πόλιν στάσεις, πολλοί τε ἐκ τῶν γινομένων συντριβέντες ἀπώλοντο.

Περὶ τῆς Ἑρμογένους τοῦ στρατηλάτου ἀναιρέσεως, καὶ ὅπως πάλιν διὰ τοῦτο ἐξεώθη ὁ Παῦλος τῆς ἐκκλησίας.

Ἦλθε δὲ τὰ γινόμενα εἰς ἀκοὰς Κωνσταντίου τοῦ βασιλέως κατὰ τὴν Ἀντιόχειαν διατρίβοντος. Ἐντέλλεται οὖν Ἑρμογένει τῷ στρατηλάτῃ, ἐπὶ τὰ Θρᾴκια πεμπομένῳ μέρη, ὁδοῦ πάρεργον ποιῆσαι, καὶ ἐξωθῆσαι τῆς ἐκκλησίας τὸν Παῦλον. Ὃς καταλαβὼν τὴν Κωνσταντινούπολιν, ὅλην διετάραξε βιαζόμενος ἐκβαλεῖν τὸν ἐπίσκοπον: στάσις γὰρ εὐθὺς ἐκ τοῦ δήμου παρηκολούθει, καὶ ἕτοιμοι ἦσαν ἀμύνεσθαι. Ὡς δὲ ἐπέκειτο ὁ Ἑρμογένης διὰ στρατιωτικῆς χειρὸς ἀπελάσαι τὸν Παῦλον, παροξυνθὲν τότε τὸ πλῆθος, οἷα ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, ἀλογωτέρας ἐποιεῖτο κατ̓ αὐτοῦ τὰς ὁρμάς: καὶ ἐμπίπρησι μὲν αὐτοῦ τὴν οἰκίαν, αὐτὸν δὲ [*](A.D. 342.) σύραντες ἀπέκτειναν. Ταῦτα δὲ πέπρακται ἐν ὑπατείᾳ τῶν δύο Αὐγούστων Κωνσταντίου τὸ τρίτον καὶ Κώνσταντος τὸ δεύτερον. Καθ̓ ὃν χρόνον Κώνστας μὲν Φράγκων ἔθνος νικήσας ὑποσπόνδους Ῥωμαίοις ἐποίησε. Κωνστάντιος δὲ ὁ βασιλεὺς περὶ τῆς ἀναιρέσεως Ἑρμογένους πυθόμενος, ἐκ τῆς Ἀντιοχείας ἱππεὺς ἐλάσας καταλαμβάνει τὴν Κωνσταντινούπολιν: καὶ τὸν μὲν Παῦλον ἐξελαύνει τῆς πόλεως, ἐζημίωσε δὲ τὴν πόλιν ἀφελὼν τοῦ σιτηρεσίου τοῦ παρασχεθέντος παρὰ τοῦ πατρὸς αὐτοῦ ἡμερησίου ὑπὲρ τέσσαρας μυριάδας: ὀκτὼ γὰρ ἐγγὺς μυριάδες ἐχορηγοῦντο πρότερον τοῦ σίτου ἐκ τῆς Ἀλεξανδρέων κομιζομένου πόλεως. Μακεδόνιον δὲ ἀναδεῖξαι τῆς πόλεως ἐπίσκοπον ὑπερέθετο: ὠργίζετο γὰρ οὐ μόνον περὶ αὐτοῦ, ὅτ̔??ʼ παρὰ γνώμην αὐτοῦ κεχειροτόνητο, ἀλλ̓ ὅτι καὶ διὰ τὰς μεταξὺ αὐτοῦ τε καὶ Παύλου γενομένας στάσεις πολλοί τε ἄλλοι καὶ ὁ στρατηλάτης Ἑρμογένης ἀνῄρητο. Ἐάσας οὖν αὐτὸν ἐν ᾗ ἐχειροτονήθη ἐκκλησίᾳ συνάγειν, αὖθις ἐπὶ τὴν Ἀντιόχειαν ἀνεχώρησεν.

Ὅτι οἱ Ἀρειανοὶ Γρηγόριον τῆς Ἀλεξανδρείας μεταστήσαντες Γεώργιον ἀνταπέστειλαν.

Ἐν δὲ τῷδε καὶ οἱ Ἀρειανίζοντες μεθιστῶσιν ἐκ τῆς Ἀλεξανδρείας Γρηγόριον ὡς μισούμενον ἐν ταὐτῷ δὲ καὶ διὰ τὸν τῆς

75
ἐκκλησίας ἐμπρησμὸν, καὶ ὅτι ἧττον τὴν αὐτῶν δόξαν συνεκρότει. Ἀντέπεμπον δὲ Γεώργιον, ὃς ἐκ Καππαδοκίας μὲν ὡρμᾶτο, δόξαν δὲ δεινοῦ περὶ τὴν αὐτῶν θρησκείαν ἐκέκτητο.

Ὡς Ἀθανάσιος καὶ Παῦλος εἰς τὴν Ῥώμην παραγενόμενοι καὶ γράμμασιν ὀχυρωθέντες τοῦ ἐπισκόπου Ἰουλίου κατέλαβον αὖθις τοὺς ἰδίους θρόνους.

Ἀθανάσιος μέντοι ὀψέποτε διαβῆναι ἐπὶ τὴν Ἰταλίαν ἐξίσχυσε. Τῶν δὲ ἑσπερίων τηνικαῦτα μερῶν Κώνστας ὁ νεώτερος τῶν Κωνσταντίνου παίδων μόνος ἐκράτει, Κωνσταντίνου τοῦ ἀδελφοῦ αὐτοῦ ὑπὸ τῶν στρατιωτῶν ἀναιρεθέντος, καθὰ καὶ ἤδη φθάσαντες προείπομεν. Κατ̓ αὐτὸ δὲ καὶ Παῦλος ὁ τῆς Κωνσταντινουπόλεως, καὶ Ἀσκληπᾶς Γάζης, καὶ Μάρκελλος Ἀγκύρας τῆς μικρᾶς Γαλατίας, καὶ Λούκιος Ἀδριανουπόλεως, ἄλλος δἰ ἄλλο κατηγορηθέντες καὶ τῶν ἐκκλησιῶν ἐξελαθέντες, ἐν τῇ βασιλευούσῃ Ῥώμῃ εὑρίσκονται. Γνωρίζουσιν οὖν τῷ ἐπισκόπῳ Ῥώμης Ἰουλίῳ τὰ καθ̓ ἑαυτούς: ὁ δὲ, ἅτε προνόμια τῆς ἐν Ῥώμῃ ἐκκλησίας ἐχούσης, παρρησιαστικοῖς γράμμασιν ὠχύρωσεν αὐτοὺς, καὶ ἐπὶ τὴν ἀνατολὴν ἀποστέλλει τὸν οἰκεῖον ἑκάστῳ τόπον ἀποδιδοὺς, καὶ καθαπτόμενος τῶν προπετῶς καθελόντων αὐτούς. Οἱ δὲ ἀναζεύξαντες ἐκ τῆς Ῥώμης, καὶ τοῖς τύποις τοῦ ἐπισκόπου Ἰουλίου θαρροῦντες, τάς τε ἑαυτῶν ἐκκλησίας καταλαμβάνουσι, καὶ τὰς ἐπιστολὰς πρὸς οὓς ἐγράφησαν διαπέμπονται. Οἱ δὲ δεξάμενοι ὕβριν ἐποιοῦντο τὴν ἐπίπληξιν: καὶ σύνοδον ἐν τῇ Ἀντιοχείᾳ κηρύξαντες, συνελθόντες ἐν αὐτῇ γνώμῃ κοινῇ σφοδρότερον δἰ ἐπιστολῆς ἀντεγκαλοῦσι τῷ Ἰουλίῳ, δηλοῦντες μὴ δεῖν κανονίζεσθαι παῤ αὐτοῦ, εἰ βούλοιντο ἐξελαύνειν τινας τῶν ἐκκλησιῶν: μηδὲ γὰρ αὐτοὺς ἀντειπεῖν, ὅτε Ναύατον τῆς ἐκκλησίας ἤλαυνον. Ταῦτα μὲν οἱ τῆς ἑῴας ἐπίσκοποι τῷ ἐπισκόπῳ Ῥώμης Ἰουλίῳ διεπέμποντο. Ἐπειδὴ δὲ Ἀθανασίου εἰς τὴν Ἀλεξάνδρειαν εἰσιόντος, ὠθισμὸς τῶν ὑπὸ Γεωργίου τοῦ Ἀρειανοῦ ἐγένετο, ἐκ δὲ τούτου φασὶ ταραχὰς καὶ διαφθορὰς ἀνθρώπων γεγονέναι, οἵ τε Ἀρειανίζοντες τὴν βλασφημίαν καὶ τὰ ἐκ τούτων ἐγκλήματα ἐπὶ Ἀθανάσιον ὡς αἴτιον ἀναφέρουσι, βραχέα περὶ τούτων λεκτέον. Τὰς μὲν γὰρ ἀληθεῖς αἰτίας ὁ Θεὸς οἶδεν, ὁ αὐτῆς τῆς ἀληθείας κριτής. Ὅτι δὲ ταῦτα κατὰ τὸ πλεῖστον εἴωθε

76
γίνεσθαι ὅταν καθ̓ ἑαυτῶν στασιάζῃ τὰ πλήθη, οὐκ ἄγνωστα τοῖς εὖ φρονοῦσι καθέστηκεν. Ὥστε μάτην Ἀθανασίῳ τὴν αἰτίαν ἀνάπτουσιν [*](Cp. i. 8.) οἱ λοιδοροῦντες αὐτὸν, καὶ μάλιστα Σαβῖνος ὁ τῆς Μακεδονίου προεστὼς αἱρέσεως: ὃς εἰ διελογίζετο, πόσα κακὰ κατὰ Ἀθανασίου οἱ Ἀρειανίζοντες καὶ τῶν τὸ ὁμοούσιον φρονούντων εἰργάσαντο, ἢ ὅσαι δἰ Ἀθανάσιον γενόμεναι σύνοδοι ἀπωδύραντο, ἢ ὅσα αὐτὸς ὁ αἱρεσιάρχης Μακεδόνιος κατὰ πασῶν τῶν ἐκκλησιῶν διεπράξατο, ἡσυχίαν ἦγεν ἂν, ἢ φθεγγόμενος εὔφημα ἂν πρὸ τούτων ἐφθέγγετο. Νῦν δὲ ταῦτα πάντα ἀποσιγήσας, ἐκεῖνα διαβάλλει: ἀλλ̓ οὐδ̓ ὅλως τοῦ αἱρεσιάρχου μνήμην πεποίηται, πάντως που τὰ τῆς δραματουργίας αὐτοῦ τολμήματα καλύπτειν βουλόμενος. Καὶ τὸ δὴ θαυμαστότερον, οὓς πέφευγεν Ἀρειανοὺς οὐκ εἶπε κακῶς: ᾧ δὲ ἠκολούθησε Μακεδονίῳ τούτου καὶ τὴν χειροτονίαν ἀπέκρυψεν. Εἰ γὰρ αὐτῆς ἐμέμνητο, ἐμέμνητο ἂν πάντως καὶ τῶν ἀδικημάτων αὐτοῦ, ὡς τὰ ἐπ̓ αὐτῆς γενόμενα δείκνυσι. Τοσαῦτα μὲν περὶ τούτου.

Ὡς ὁ βασιλεὺς παρεσκεύασε διὰ Φιλίππου τοῦ ἐπάρχου ἐξωσθῆναι τὸν Παῦλον καὶ εἰς ἐξορίαν πεμφθῆναι, Μακεδόνιον δὲ ἐνθρονισθῆναι.

Ὁ μέντοι βασιλεὺς Κωνστάντιος ἐν Ἀντιοχείᾳ διάγων, πυθόμενος πάλιν τὸν Παῦλον ἀπειληφέναι τὸν θρόνον, δἰ ὀργῆς ἐτίθετο τὸ γιγνόμενον. Πρόσταγμα οὖν ἔγγραφον ἀποστέλλει τῷ ἐπάρχῳ Φιλίππῳ, ὡς μείζονα μὲν τῶν ἄλλων ἀρχόντων τὴν ἐξουσίαν κεκληρωμένῳ, δευτέρῳ δὲ μετὰ βασιλέα χρηματίζοντι, ὅπως ἂν τὸν μὲν Παῦλον τῆς ἐκκλησίας ἐκβάλλῃ, ἀντεισάγῃ δὲ εἰς αὐτὴν Μακεδόνιον. Ὁ οὖν ἔπαρχος Φίλιππος, εὐλαβηθεὶς τὴν ἀπὸ τοῦ πλήθους στάσιν, τέχνῃ μετῆλθε τὸν Παῦλον: καὶ κρύπτει μὲν παῤ ἑαυτῷ τὴν τοῦ βασιλέως βουλήν: πλασάμενος δὲ δημοσίων πραγμάτων ποιεῖσθαι φροντίδα, πρόεισιν εἰς τὸ λουτρὸν τὸ δημόσιον ᾧ ἐπώνυμον Ζεύξιππος: κᾀκεῖθεν μεταπέμπεται μετὰ τιμῆς δῆθεν τὸν Παῦλον, ὡς ἀναγκαῖον ἐλθεῖν παῤ αὐτόν. Καὶ ἦλθεν: ἐπεὶ δὲ ἐκεῖνος ἦλθε μεταπεμφθεὶς, ἐπεδείκνυεν εὐθὺς ὁ ἔπαρχος τοῦ βασιλέως τὸ πρόσταγμα. Καὶ ὁ μὲν ἐπίσκοπος εὐγνωμόνως ἔφερε τὴν ἄκριτον καταδίκην. Ὁ δὲ, δείσας τοὺς περιεστηκότας καὶ τοῦ

77
πλήθους τὴν ὁρμὴν,—καὶ γὰρ πολλοὶ συνεληλύθεισαν ἐκ φήμης ὑπόπτου περὶ τὸ δημόσιον,—ἐκφραγῆναι μίαν τοῦ λουτροῦ θυρίδα κελεύει: δἰ ἧς ἐπὶ τὰς βασιλικὰς αὐλὰς ἀπαχθεὶς ὁ Παῦλος, ἐμβληθείς τε εἰς πλοῖον ἐπὶ τοῦτο εὐτρεπισθὲν, ταχέως ἐπ̓ ἐξορίαν ἐπέμπετο. Προσέταξέν τε ὁ ἔπαρχος ἐπὶ τὴν Μακεδονίας μητρόπολιν Θεσσαλονίκην ἐλθεῖν, ἧς καὶ ἐκ προγόνων ὁ Παῦλος ἐτύγχανεν ὢν, ἐν ᾗ τὰς διατριβὰς ποιεῖσθαι, ἀδεῶς τε ἐπιβαίνειν καὶ κατὰ τὰς ἄλλας τῶν ἐν Ἰλλυριοῖς πόλεις: μὴ μὴν ἐξεῖναι αὐτῷ ἐπὶ τὰ ἀνατολικὰ μέρη διαβῆναι. Ὁ μὲν οὖν Παῦλος, παρὰ προσδοκίαν ἐκβληθεὶς τῆς ἐκκλησίας ἐν ταὐτῷ καὶ τῆς πόλεως, μετὰ σπουδῆς ἀπήγετο. Ὁ δὲ τοῦ βασιλέως ἔπαρχος Φίλιππος ἐκ τοῦ δημοσίου ἐπὶ τὴν ἐκκλησίαν ἠπείγετο. Σὺν αὐτῷ δὲ ὡς ἐκ μηχανῆς τινος παρὼν ὁ Μακεδόνιος ἐν τῷ ὀχήματι σύνθρονος τῷ ἐπάρχῳ ἐν πᾶσιν ἐδείκνυτο: στρατιωτική τε χεὶρ ξιφήρης περὶ αὐτοὺς ἐτύγχανε. Δέος δὲ ἐντεῦθεν καταλαμβάνει τὰ πλήθη: καὶ πάντες εἰς τὴν ἐκκλησίαν συνέρρεον οἵ τε τῆς ὁμοουσίου πίστεως καὶ οἱ τοῦ Ἀρειανοῦ δόγματος, ἕκαστοι καταλαμβάνειν τὴν ἐκκλησίαν σπουδάζοντες. Ἐπεὶ δὲ ὁ ἔπαρχος ἅμα τῷ Μακεδονίῳ πλησίον τῆς ἐκκλησίας ἐγένετο, τότε δὴ ἄλογος φόβος καταλαμβάνει τὰ πλήθη, ἀλλὰ γὰρ καὶ τοὺς στρατιώτας αὐτούς. Ἐπεὶ γὰρ οἱ παρόντες ὄχλος ἦσαν πολὺς, πάροδος δὲ τῷ ἐπάρχῳ κατάγοντι τὸν Μακεδόνιον οὐδεμία ἐγίνετο, ὠθισμὸς παρὰ τῶν στρατιωτῶν ἐτολμᾶτο βίαιος. Ἐπεὶ δὲ συνωθούμενον τὸ πλῆθος διὰ τὴν στενοχωρίαν ὑποχωρεῖν οὐχ οἶόν τε ἦν, ἀνθίστασθαι τοὺς ὄχλους οἱ στρατιῶται νομίζοντες καὶ ἑκόντας κωλύειν τὴν πάροδον, γυμνοῖς τοῖς ξίφεσιν ὡς ἀντεπιόντες ἐκέχρηντο, καὶ δὴ καὶ τοῦ ἔργου εἴχοντο. Ἀπέθανον οὖν, ὡς λέγεται, περὶ τοὺς τρισχιλίους ἑκατὸν πεντήκοντα: οἱ μὲν ὑπὸ τῶν στρατιωτῶν σφαγέντες, οἱ δὲ ὑπὸ τοῦ πλήθους φθαρέντες. Ἐπὶ τοῖς τοιούτοις δὴ τοῖς κατορθώμασιν ὁ Μακεδόνιος, ὡς οὐδὲν φαῦλον πεπραχὼς, ἀλλὰ καθαρὸς καὶ ἀθῷος τῶν γενομένων τυγχάνων, ὑπὸ τοῦ ἐπάρχου μᾶλλον ἢ ὑπὸ ἐκκλησιαστικοῦ κανόνος ἐνθρονίζεται. Οὕτως μὲν οὖν Μακεδόνιος καὶ οἱ Ἀρειανοὶ διὰ τοσούτων φόνων τῆς ἐκκλησίας ἐκράτησαν. Κατὰ δὲ τὸν καιρὸν τοῦτον καὶ ὁ βασιλεὺς τὴν μεγάλην ἐκκλησίαν ἔκτιζεν, ἥτις Σοφία μὲν προσαγορεύεται νῦν: συνῆπται δὲ τῇ ἐπωνύμῳ Εἰρήνῃ, ἣν ὁ πατὴρ τοῦ βασιλέως μικρὰν οὖσαν τὸ πρότερον εἰς κάλλος καὶ μέγεθος
78
ηὔξησε, καὶ νῦν εἰσὶν εἰς ἕνα περίβολον ἄμφω ὁρώμεναι μιᾶς τὴν προσωνυμίαν ἔχουσαι.

Ὡς Ἀθανάσιος φοβηθεὶς τὰς τοῦ βασιλέως ἀπειλὰς ἐπὶ τὴν Ῥώμην ἀνέδραμεν.

Ἐν τούτῳ δὲ τῷ καιρῷ, καὶ ἑτέρα διαβολὴ κατὰ Ἀθανασίου παρὰ τῶν Ἀρειανιζόντων συρράπτεται, πρόφασιν ἐφευρόντων τοιαύτην. Τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ σιτηρέσιον ἤδη πρότερον δεδώρητο ὁ τῶν Αὐγούστων πατὴρ εἰς διατροφὴν τῶν πτωχῶν. Τοῦτο ἔφασαν ἐξαργυρίζειν τὸν Ἀθανάσιον καὶ εἰς οἰκεῖον ἀποφέρεσθαι κέρδος. Πιστεύσας οὖν ὁ βασιλεὺς θάνατον αὐτῷ τὴν ζημίαν ἠπείλησεν. Ὁ δὲ προαισθόμενος τῆς βασιλέως ἀπειλῆς χρήται φυγῇ καὶ ἦν ἀφανής. Τότε δὴ καὶ Ἰούλιος ὁ τῆς Ῥώμης ἐπίσκοπος γνοὺς τὰ παρὰ τῶν Ἀρειανιζόντων κατὰ Ἀθανασίου γινόμενα, δεξάμενος δὲ καὶ τὰ Εὐσεβίου τοῦ τετελευτηκότος γράμματα, καλεῖ πρὸς ἑαυτὸν τὸν Ἀθανάσιον, πυθόμενος τὸν τόπον ἔνθα κέκρυπται. Φθάνει δὲ ἐν ταὐτῷ καὶ τὰ γράμματα, ἅπερ οἱ ἐν Ἀντιοχείᾳ πρότερον συναχθέντες ἀπεστάλκεισαν. Ἐπέμπετο δὲ καὶ ἕτερα γράμματα πρὸς αὐτὸν παρὰ τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων, διδάσκοντα ψευδῆ εἶναι τὰ κατὰ Ἀθανασίου λεγόμενα. Οὕτως ἐναντίων πεμπομένων τῶν γραμμάτων, ὁ Ἰούλιος τοῖς ἐν Ἀντιοχείᾳ συναχθεῖσιν ἀντιγράφων ἐμέμψατο, πρῶτον μὲν οὖν τὸ ἐπαχθὲς τῆς αὐτῶν ἐπιστολῆς, ἔπειτα παρὰ κανόνας ποιοῦντας, διότι εἰς τὴν [*](Cp. Ath. Apol. c. Ari. 35.) σύνοδον αὐτὸν οὐκ ἐκάλεσαν, τοῦ ἐκκλησιαστικοῦ κανόνος κελεύοντος, μὴ δεῖν παρὰ γνώμην τοῦ ἐπισκόπου Ῥώμης κανονίζειν τὰς ἐκκλησίας, καὶ ὅτι τὴν πίστιν λεληθότως παραχαράττουσιν: ἔτι δὲ ὡς καὶ τὰ ἐν Τύρῳ πάλαι πραχθέντα ἐκ συναρπαγῆς ἐγεγόνει διὰ τὸ ἐκ μονομερείας τὰ ἐν τῷ Μαρεώτῃ ὑπομνήματα πεπράχθαι: οὐ μὴν ἀλλὰ καὶ τὰ κατὰ Ἀρσένιον φανερῶς συκοφαντία ἐδέδεικτο. Ταῦτα καὶ τὰ τοιαῦτα διὰ πλειόνων ὁ Ἰούλιος τοῖς ἐν Ἀντιοχείᾳ συναχθεῖσιν ἔγραφε. Παρεθέμεθα δ̓ ἂν καὶ τὰς πρὸς Ἰούλιον ἐπιστολὰς καὶ τὴν παῤ αὐτοῦ, εἰ μὴ τὸ πολυεπὲς αὐτῶν μῆκος ἐκώλυσε. Σαβῖνος μέντοι ὁ τῆς Μακεδονίου αἱρέσεως, οὗ καὶ ἤδη πρότερον ἐμνημονεύσαμεν, τὰς παρὰ Ἰουλίου ἐπιστολὰς ἐν τῇ Συναγωγῇ τῶν συνόδων οὐκ ἔθηκεν: καίτοι τὴν παρὰ τῶν ἐν Ἀντιοχείᾳ πρὸς Ἰούλιον οὐ παρέλειπε. Τοῦτο δὲ σύνηθες αὐτῷ

79
ποιεῖν: ἐν οἶς μὲν γὰρ αἱ τῶν συνόδων ἐπιστολαὶ σιγῶσιν ἢ ἀθετοῦσι τὸ ὁμοούσιον, ταύτας σπουδαίως παρατίθεται, τὰς δὲ ἐναντίας ἑκὼν ὑπερβαίνει. Τοσαῦτα μὲν περὶ τούτων. Μετ̓ οὐ πολὺ δὲ καὶ Παῦλος ἐκ τῆς Θεσσαλονίκης ὑποκρινόμενος εἰς τὴν Κόρινθον ἀπαίρειν, ἐπὶ τὴν Ἰταλίαν ἀφίκετο. Ἄμφω οὖν τὰ καθ̓ ἑαυτοὺς γνώριμα καθιστῶσι τῷ ἐκεῖ βασιλεῖ.

Ως ὁ τῶν ἑσπερίων βασιλεὺς ἐζήτησε παρὰ τοῦ ἀδελφοῦ πεμφθῆναι τοὺς λόγον δώσοντας περὶ Ἀθανασίου καὶ Παύλου: καὶ ὅτι ἑτέραν οἱ πεμφθέντες ὑπηγόρευσαν ἔκθεσιν πίστεως.

Ὁ δὲ τῶν ἑσπερίων μερῶν βασιλεὺς γνοὺς τὰ κατ̓ αὐτοὺς ἰδιοπαθεῖ: καὶ πρὸς τὸν ἀδελφὸν γράμματα διαπέμπεται, δηλῶν τρεῖς ἐπισκόπους πεμφθῆναι παῤ αὐτὸν τοὺς λόγον δώσοντας τῆς Παύλου καὶ Ἀθανασίου καθαιρέσεως. Καὶ πέμπονται Νάρκισσος ὁ Κίλιξ, καὶ Θεόδωρος ὁ Θρᾷξ, καὶ Μάρις Χαλκηδόνος, καὶ Μάρκος ὁ Σύρος: οἵ τινες παραγενόμενοι τοῖς μὲν περὶ Ἀθανάσιον οὐδαμῶς εἰς λόγους ἐλθεῖν κατεδέξαντο: τὴν δὲ ἐν Ἀντιοχείᾳ ἐκτεθεῖσαν πίστιν ἀποκρυψάμενοι, ἑτέραν δὲ συγκαττύσαντες ἐπιδεδώκασι τῷ βασιλεῖ Κώνσταντι ἐν τούτοις οὖσαν τοῖς ῥήμασιν: Ἄλλη ἔκθεσις. [*](Cp. Ath.de Syn. 25.) Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ εἰς τὸν [*](Eph. iii. 15.) μονογενῆ αὐτοῦ Υἱὸν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὸν πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεννηθέντα, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δἰ οὗ ἐγένετο τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, τά τε ὁρατὰ, καὶ τὰ ἀόρατα, λόγον ὄντα, καὶ σοφίαν, καὶ δύναμιν, καὶ ζωὴν, καὶ φῶς ἀληθινὸν, τὸν ἐπ̓ ἐσχάτων τῶν ἡμερῶν δἰ ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, τὸν σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα, ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνεληλυθότα εἰς τοὺς οὐρανοὺς, καὶ καθεσθέντα ἐν δεξιᾷ τοῦ Πατρὸς, καὶ ἐρχόμενον ἐπὶ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ: οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμενεῖ εἰς τοὺς ἀπείρους αἰῶνας: ἔσται γὰρ καθεζόμενος ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστι τὸν Παράκλητον, ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις μετὰ τὴν εἰς οὐρανοὺς αὐτοῦ ἄνοδον ἀπέστειλε διδάξαι καὶ ὑπομνῆσαι πάντα, δἰ οὗ καὶ ἁγιασθήσονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν πεπιστευκότων

80
ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἢ ἐξ ἑτέρας ὑποστάσεως καὶ μὴ ἐκ τοῦ Θεοῦ, καὶ ἦν ποτε χρόνος ὅτε οὐκ ἦν, ἀλλοτρίους οἶδεν ἡ καθολικὴ ἐκκλησία. Ταῦτα ἐπιδεδωκότες τῷ βασιλεῖ, καὶ πολλοῖς ἑτέροις ἐκδόντες, οὐδὲν πλέον ἀνύσαντες ἀνεχώρησαν. Ἀδιαφόρου τοίνυν ἔτι τυγχανούσης τῆς μεταξὺ τῶν δυτικῶν τε καὶ ἀνατολικῶν κοινωνίας, ἐπεφύη ἐν Σιρμίῳ, πόλις δὲ αὕτη τῶν Ἰλλυριῶν, αἵρεσις ἑτέρα. [*](Cp. c. 29.) Φωτεινὸς γὰρ τῶν ἐκεῖ ἐκκλησιῶν προεστὼς, γένος τῆς μικρᾶς Γαλατίας, Μαρκέλλου τε τοῦ καθῃρημένου μαθητὴς, ἀκολουθῶν τῷ διδασκάλῳ, ψιλὸν ἄνθρωπον τὸν Υἱὸν ἐδογμάτισε. Καὶ περὶ μὲν τούτων κατὰ χώραν ἐροῦμεν.

Περὶ τῆς μακροστίχου ἐκθέσεως.

Τριετοῦς δὲ ἐν τῷ μέσῳ διαδραμόντος χρόνου, αὖθις οἱ ἀνατολικοὶ ἐπίσκοποι συνέδριον ποιησάμενοι, καὶ ἑτέραν πίστιν συντάξαντες, τοῖς ἐν Ἰταλίᾳ ἀποστέλλουσι δἰ Εὐδοξίου τοῦ τότε ἐπισκόπου Γερμανικείας καὶ Μαρτυρίου καὶ Μακεδονίου, ὃς Μοψουεστίας τῆς ἐν Κιλικίᾳ ἐπίσκοπος ἦν. Ἡ δὲ πίστις διὰ μακροτέρων γραφεῖσα, προσθήκας τε πλείστας παρὰ τὰ προλαβόντα περιέχουσα, ἐν τούτοις ἐξετέθη τοῖς ῥήμασι: [*](Cp. Ath. de Syn. 2, 6; Suz. iii. 11.) Πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, κτίστην καὶ ποιητὴν τῶν πάντων, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται. Καὶ εἰς τὸν μονογενῆ αὐτοῦ Υἱὸν Ἰησοῦν Χριστὸν τὸν Κύριον ἡμῶν, τὸν πρὸ πάντων τῶν αἰώνων γεννηθέντα ἐκ τοῦ Πατρὸς, Θεὸν ἐκ Θεοῦ, φῶς ἐκ φωτὸς, δἰ οὗ ἐγένετο τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, λόγον ὄντα, καὶ σοφίαν, καὶ δύναμιν, καὶ ζωὴν, καὶ φῶς ἀληθιν̔??ʼν, τὸν ἐπ̓ ἐσχάτου τῶν ἡμερῶν δἰ ἡμᾶς ἐνανθρωπήσαντα, καὶ γεννηθέντα ἐκ τῆς ἁγίας παρθένου, τὸν σταυρωθέντα, καὶ ἀποθανόντα, καὶ ταφέντα, καὶ ἀναστάντα ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀναληφθέντα εἰς οὐρανὸν, καὶ καθεσθέντα ἐκ δεξιῶν τοῦ Πατρὸς, ἐρχόμενον ἐπὶ συντελείᾳ τῶν αἰώνων κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, οὗ ἡ βασιλεία ἀκατάπαυστος οὖσα διαμένει εἰς ἀπείρους αἰώνας: καθέζεται γὰρ ἐν δεξιᾷ τοῦ Πατρὸς, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Πιστεύομεν δὲ καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τουτέστιν εἰς τὸν Παράκλητον: ὅπερ ἐπαγγειλάμενος τοῖς ἀποστόλοις, μετὰ τὴν εἰς οὐρανὸν ἄνοδον ἀπέστειλε διδάξαι καὶ ὑπομνῆσαι αὐτοὺς πάντα, δἰ οὗ καὶ ἁγιάζονται αἱ τῶν εἰλικρινῶς εἰς αὐτὸν

81
πιστευόντων ψυχαί. Τοὺς δὲ λέγοντας ἐξ οὐκ ὄντων τὸν Υἱὸν, ἤ ἐξ ἑτέρας ὑποστάσεως, καὶ μὴ ἐκ τοῦ θεοῦ, καὶ ὅτι ἦν ποτε χρόνος ἢ αἰὼν ὅτε μὴ ἦν, ἀλλοτρίους οἶδεν ἡ ἁγία καθολικὴ ἐκκλησία. Ὁμοίως καὶ τοὺς λέγοντας τρεῖς εἶναι Θεοὺς, ἢ τὸν Χριστὸν μὴ εἶναι Θεὸν πρὸ τῶν αἰώνων, μήτε Χριστὸν, μήτε Υἱὸν Θεοῦ εἶναι αὐτὸν, ἢ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἀγέννητον τὸν Υἱὸν, ἢ ὅτι οὐ βουλήσει οὐδὲ θελήσει ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱὸν, ἀναθεματίζει ἡ ἁγία καὶ καθολικὴ ἐκκλησία. Οὔτε γὰρ ἐξ οὐκ ὄντων λέγειν τὸν Υἱὸν ἀσφαλὲς, ἐπεὶ μηδαμοῦ τοῦτο τῶν θεοπνεύστων γραφῶν ἐμφέρεται περὶ αὐτοῦ: οὔτε μὴν ἐξ ἑτέρας ὑποστάσεως παρὰ τὸν Πατέρα προϋποκειμένης, ἀλλ̓ ἐκ μόνου τοῦ Θεοῦ γνησίως αὐτὸν γεγεννῆσθαι διδασκόμεθα: ἓν γὰρ τὸ ἀγέννητον καὶ ἄναρχον, τὸν Χριστοῦ Πατέρα, ὁ θεῖος διδάσκει λόγος. Ἀλλ̓ οὐδὲ τὸ ἦν ποτε ὅτε οὖκ ἦν ἐξ ἀγράφων ἐπισφαλῶς λέγοντας, χρονικὸν διάστημα προενθυμητέον αὐτοῦ, ἀλλ̓ ἢ μόνον τὸν ἀχρόνως αὐτὸν γεγεννηκότα Θεόν: καὶ χρόνοι γὰρ καὶ αἰῶνες γεγόνασι δἰ αὐτοῦ. Οὔτε μὴν συνάναρχον, οὔτε συναγέννητον τὸν Υἱὸν τῷ Πατρὶ εἶναι, νομιστέον: συνανάρχου γὰρ καὶ συναγεννήτου οὐδεὶς κυρίως πατὴρ ἢ υἱὸς λεχθήσεται: ἀλλὰ τὸν μὲν Πατέρα μόνον ἄναρχον ὄντα καὶ ἀνέφικτον γεγεννηκέναι ἀνεφίκτως καὶ πᾶσιν ἀκαταλήπτως οἴδαμεν: τὸν δὲ Υἱὸν γεγεννῆσθαι πρὸ τῶν αἰώνων, καὶ μηκέτι ὁμοίως τῷ Πατρὶ ἀγέννητον εἶναι καὶ αὐτὸν, ἀλλ̓ ἀρχὴν ἔχειν τὸν γεννήσαντα Πατέρα: κεφαλὴ γὰρ Χριστοῦ, ὁ Θεός. Οὔτε μὴν τρία ὁμολογοῦντες [*](1 Cor. xi. 3.) πράγματα, καὶ τρία πρόσωπα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος κατὰ τὰς γραφὰς, τρεῖς διὰ τοῦτο τοὺς Θεοὺς ποιοῦμεν. Ἐπειδὴ τὸν αὐτοτελῆ καὶ ἀγέννητον ἄναρχόν τε καὶ ἀόρατον Θεὸν, ἕνα μόνον οἴδαμεν τὸν Θεὸν, καὶ Πατέρα τοῦ μονογενοῦς, τὸν μόνον μὲν ἐξ ἑαυτοῦ τὸ εἶναι ἔχοντα, μόνον δὲ τοῖς ἄλλοις πᾶσιν ἀφθόνως τὸ εἶναι παρεχόμενον. Οὔτε μὴν ἕνα Θεὸν μόνον λέγοντες εἶναι τὸν τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ Πατέρα, τὸν μόνον ἀγέννητον, διὰ τοῦτο ἀρνούμεθα τὸν Χριστὸν Θεὸν εἶναι προαιώνιον: ὁποῖοι εἰσὶν οἱ ἀπὸ Παύλου τοῦ Σαμοσατέως, ὕστερον αὐτὸν μετὰ τὴν ἐνανθρώπησιν ἐκ προκοπῆς τεθεοποιῆσθαι λέγοντες, τῷ τὴν φύσιν ψιλὸν ἄνθρωπον γεγονέναι. Οἴδαμεν γὰρ καὶ αὐτὸν, εἰ καὶ ὑποτέτακται τῷ Πατρὶ καὶ τῷ Θεῷ ἀλλ̓ ὅμως γεννηθέντα ἐκ τοῦ Θεοῦ, Θεὸν κατὰ φύσιν τέλειον εἶναι καὶ ἀληθῆ, καὶ μὴ ἐξ ἀνθρώπων μετὰ ταῦτα Θεὸν, ἀλλ̓ ἐκ Θεοῦ ἐνανθρωπῆσαι δἰ ἡμᾶς, καὶ μηδὲ πώποτε ἀπολωλεκότα τὸ εἶναι Θεόν. Βδελυσσόμεθα δὲ πρὸς τούτοις καὶ ἀναθεματίζομεν καὶ τοὺς λόγον μὲν μόνον αὐτὸν τοῦ Θεοῦ ψιλὸν καὶ ἀνύπαρκτον ἐπιπλάστως καλοῦντας, ἐν ἑτέρῳ τὸ εἶναι ἔχοντα, νῦν μὲν ὡς τὸν προφορικὸν λεγόμενον ὑπό τινων, νῦν δὲ ὡς τὸν ἐνδιάθετον, Χριστὸν δὲ αὐτὸν καὶ Υἱὸν τοῦ Θεοῦ, καὶ μεσίτην, καὶ εἰκόνα τοῦ Θεοῦ, μὴ εἶναι πρὸ αἰώνων θέλοντας, ἀλλ̓ ἔκτοτε Χριστὸν αὐτὸν γεγονέναι καὶ Υἱὸν τοῦ Θεοῦ ἐξ οὗ τὴν ἡμετέραν ἐκ τῆς παρθένου σάρκα ἀνείληφε, πρὸ τετρακοσίων ὅλων ἐτῶν: ἔκτοτε γὰρ
82
τὸν Χριστὸν ἀρχὴν βασιλείας ἐσχηκέναι θέλουσι, καὶ τέλος ἕξειν αὐτὴν μετὰ τὴν συντέλειαν καὶ κρίσιν. Τοιοῦτοι δέ εἰσιν οἱ ἀπὸ Μαρκέλλου καὶ φωτεινοῦ, τῶν Ἀγκυρογαλατῶν: οἳ τὴν προαιώνιον ὕπαρξίν τε καὶ θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασιλείαν ὁμοίως Ἰουδαίοις ἀθετοῦσιν, ἐπὶ προφάσει τοῦ συνίστασθαι δοκεῖν τὴν μοναρχίαν. Ἴσμεν γὰρ αὐτὸν ἡμεῖς οὐχ ἁπλῶς λόγον προφορικὸν ἢ ἐνδιάθετον τοῦ Θεοῦ, ἀλλὰ ζῶντα Θεὸν Λόγον, καθ̓ ἑαυτὸν ὑπάρχοντα καὶ Υἱὸν Θεοῦ καὶ Χριστὸν, καὶ οὐ προγνωστικῶς συνόντα καὶ συνδιατρίβοντα πρὸ αἰώνων τῷ ἑαυτοῦ Πατρὶ, καὶ πρὸς πᾶσαν διακονησάμενον αὐτῷ τὴν δημιουργίαν, εἴτε τῶν ὁρατῶν, εἴτε τῶν ἀοράτων: ἀλλ̓ ἐνυπόστατον Λόγον ὄντα τοῦ Πατρὸς, καὶ Θεὸν ἐκ Θεοῦ. Οὗτος γάρ [*](Gen. i. 26) ἐστι πρὸς ὃν εἶπεν ὁ Πατὴρ, ὅτι ποιήσωμεν ἄνθρωπον κατ̓ εἰκόνα ἡμετέραν καὶ καθ̓ ὁμοίωσιν: ὃς καὶ τοῖς πατράσιν αὐτοπροσώπως ὤφθη δεδωκὼς τὸν νόμον, καὶ λαλήσας διὰ τῶν προφητῶν, καὶ τὰ τελευταῖα ἐνανθρωπήσας, καὶ τὸν ἑαυτοῦ Πατέρα πᾶσιν ἀνθρώποις φανερώσας, καὶ βασιλεύων εἰς τοὺς ἀτελευτήτους αἰῶνας, οὐδὲν γὰρ πρόσφατον ὁ Χριστὸς προσείληφεν ἀξίωμα: ἀλλ̓ ἄνωθεν τέλειον αὐτὸν, καὶ τῷ Πατρὶ κατὰ πάντα ὅμοιον πεπιστεύκαμεν. Καὶ τοὺς λέγοντας δὲ τὸν αὐτὸν εἶναι Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καθ̓ ἑνὸς καὶ τοῦ αὐτοῦ πράγματός τε καὶ προσώπου τὰ τρία ὀνόματα ἀσεβῶς ἐκλαμβάνοντας, εἰκότως ἀποκηρύσσομεν τῆς ἐκκλησίας, ὅτι τὸν ἀχώρητον καὶ ἀπαθῆ Πατέρα χωρητὸν ἄμα καὶ παθητὸν διὰ τῆς ἐνανθρωπήσεως ὑποτίθενται. [*](Cypr. Ep. 73. 4.) Τοιοῦτοι γάρ εἰσιν οἱ Πατροπασιανοὶ παρὰ Ῥωμαίοις, Σαβελλιανοὶ δὲ παῤ ἡμῖν λεγόμενοι. Οἴδαμεν γὰρ ἡμεῖς, τὸν μὲν ἀποστείλαντα Πατέρα ἐν τῷ οἰκείῳ τῆς ἀναλλοιώτου θεότητος ἤθει μεμενηκέναι: τὸν δὲ ἀποσταλέντα Χριστὸν τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν πεπληρωκέναι. Ὁμοίως δὲ καὶ τοὺς οὐ βουλήσει οὐδὲ θελήσει γεγεννῆσθαι τὸν Χριστὸν εἰρηκότας ἀνευλαβῶς, ἀνάγκην δὲ δηλονότι ἀβούλητον οὖσαν καὶ ἀπροαίρετον περιτεθεικότας τῷ Θεῷ ἴνα ἄκων γεννήσῃ τὸν Υἱὸν, δυσσεβεστάτους καὶ τῆς ἀληθείας ξένους ἐπιγινώσκομεν: ὅτι τε παρὰ τὰς κοινὰς ἐννοίας περὶ Θεοῦ, καὶ δὴ παρὰ τὸ βούλημα τῆς θεοπνεύστου γραφῆς, τοιαῦτα τετολμήκασι περὶ αὐτοῦ διορίσασθαι. Αὐτοκράτορα γὰρ ἡμεῖς τὸν Θεὸν καὶ Κύριον αὐτὸν ἑαυτοῦ εἰδότες, ἑκουσίως αὐτὸν καὶ θέλοντα τὸν Υἱὸν γεγεννηκέναι, εὐσεβῶς ὑπειλήφαμεν: [*](Prov. viii. (??)2 (Lxx.)) πιστεύοντες δὲ ἐμφόβως καὶ τὸ περὶ αὐτοῦ λεγόμενον, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, οὐχ ὁμοίως αὐτὸν τοῖς δἰ αὐτοῦ γενομένοις κτίσμασιν ἣ ποιήμασι γεγενῆσθαι νοοῦμεν. Ἀσεβὲς γὰρ, καὶ τῆς ἐκκλησιαστικῆς πίστεως ἀλλότριον, τὸ τὸν κτίστην τοῖς δἰ αὐτοῦ ἐκτισμένοις δημιουργήμασι παραβάλλειν, καὶ τὸν αὐτὸν τῆς γενέσεως τοῖς ἀλλοτρίοις τρόπον ʽ??ʼχειν καὶ αὐτὸν νομίζειν. Μόνον γὰρ καὶ μόνως τὸν μονογενῆ Υἱὸν γνησίως τε καὶ ἀληθῶς διδάσκουσιν ἡμᾶς αἰ θεῖαι γραφαὶ γεγεννῆσθαι: ἀλλ̓ οὐδὲ τὸν Υἱὸν καθ̓ ἑαυτὸν εἶναι ζῆν τε καὶ ὑπάρχειν ὁμοίως τῷ Πατρὶ λέγοντες, διὰ
83
τοῦτο χωρίζομεν αὐτὸν τοῦ Πατρὸς, τόπους καὶ διαστήματά τινα μεταξὺ τῆς συναφείας αὐτῶν σωματικῶς ἐπινοοῦντες. Πεπιστεύκαμεν γὰρ ἀμεσιτεύτως αὐτοὺς καὶ ἀδιαστάτως ἐπισυνῆφθαι, καὶ ἀχωρίστως ὑπάρχειν ἑαυτῶν: ὅλον [*]([o(/lou]) μὲν τοῦ Πατρὸς ἐνεστερνισμένου τὸν Υἱὸν, ὅλου δὲ τοῦ Υἱοῦ ἐξηρτημένου καὶ προσπεφυκότος τῷ Πατρὶ, καὶ μόνον τοῖς πατρῴοις κόλποις ἀναπαυόμενον διηνεκῶς. Πιστεύοντες οὖν εἰς τὴν παντέλειον Τριάδα τὴν ἁγιωτάτην, τὸν Πατέρα λέγοντες Θεὸν, καὶ τὸν Υἱὸν, οὐ δύο τούτους Θεοὺς, ἀλλ̓ ἕνα ὁμολογοῦμεν, μετὰ τὸ τῆς θεότητος ἀξίωμα, καὶ μίαν ἀκριβῆ τῆς βασιλείας τὴν συνάφειαν: πανταρχοῦντος μὲν καθόλου τοῦ Πατρὸς πάντων, καὶ αὐτοῦ τοῦ Υἱοῦ: τοῦ δὲ Υἱοῦ ὑποτεταγμένου τῷ Πατρὶ, ἐκτὸς δὲ αὐτοῦ, πάντων τῶν μετ̓ αὐτὸν βασιλεύοντος τῶν δἰ αὐτοῦ γενομένων, καὶ τὴν τοῦ Ἁγίου Πνεύματος χάριν ἀφθόνως τοῖς ἁγίοις δωρουμένου πατρικῷ βουλήματι: οὕτως γὰρ τὸν περὶ τῆς ἐν Χριστῷ μοναρχίας συνίστασθαι λόγον παραδεδώκασιν ἡμῖν οἱ ἱεροὶ λόγοι. Ταῦτα ἠναγκάσθημεν μετὰ τὴν ἐν ἐπιτομῇ ἐκτεθεῖσαν πίστιν πλατύτερον ἐπεξεργάσασθαι, οὐ κατὰ περιττὴν φιλοτιμίαν, ἀλλ̓ ἵνα πᾶσαν τὴν κατὰ τῆς ἡμετέρας ὑπολήψεως ἀλλοτρίαν ἀποκαθάρωμεν ὑποψίαν παρὰ τοῖς τὰ καθ̓ ἡμᾶς ἀγνοοῦσι: καὶ γνῶσιν οἱ κατὰ τὴν δύσιν πάντες ὁμοῦ μὲν τῆς συκοφαντίας τῶν ἑτεροδόξων τὴν ἀναίδειαν, ὁμοῦ δὲ τῶν ἀνατολικῶν τὸ ἐκκλησιαστικὸν ἐν Χριστῷ φρόνημα, μαρτυρούμενον ἀβιάστως ὑπὸ τῶν θεοπνεύστων γραφῶν παρὰ τοῖς ἀδιαστρόφοις.

Περὶ τῆς ἐν Σαρδικῇ συνόδου.

Ταῦτα οἱ κατὰ τὰ ἑσπέρια μέρη ἐπίσκοποι διὰ τὸ ἀλλογλώσσους εἶναι καὶ διὰ τὸ μὴ συνιέναι οὐ προσεδέχοντο, ἀρκεῖν τὴν ἐν Νικαίᾳ πίστιν λέγοντες, καὶ μηδὲν περαιτέρω περιεργάζεσθαι. Ἐπεὶ οὖν πάλιν γράψαντος τοῦ βασιλέως, ὥστε ἀποδοθῆναι Παύλῳ καὶ Ἀθανασίῳ τοὺς οἰκείους τόπους, οὐδὲν πλέον ἠνύετο—στάσις γὰρ μεταξὺ τοῦ πλήθους ἐγίνετο συνεχὴσ—σύνοδον ἄλλην παρακαλοῦσι γενέσθαι οἱ περὶ Παῦλον καὶ Ἀθανάσιον, ὥστε καὶ τὰ κατ̓ αὐτοὺς καὶ τὰ τῆς πίστεως ἐπὶ οἰκουμενικῆς συνόδου πέρας λαβεῖν, διδάσκοντες ἐπὶ καταλύσει τῆς πίστεως τὰς καθαιρέσεις γίνεσθαι. Κηρύσσεται οὖν αὖθις οἰκουμενικὴ σύνοδος ὡς ἐπὶ τὴν Σαρδικὴν— πόλις δὲ αὕτη Ἰλλυριῶν—γνώμῃ τῶν δυεῖν βασιλέων, τοῦ μὲν διὰ γραμμάτων αἰτήσαντος, τοῦ δὲ τῆς ἑῴας ἑτοίμως ὑπακούσαντος. Ἑνδέκατον ἔτος ἦν ἀπὸ τῆς τελευτῆς τοῦ πατρὸς τῶν δύο Αὐγούστων, [*](A.D.347.) ὕπατοι δὲ ἦσαν Ῥουφῖνος καὶ Εὐσέβιος, ὅτε ἡ ἐν Σαρδικῇ [*]([Rather, 343]) συνεκροτήθη σύνοδος. Ἐκ μὲν οὖν τῶν ἑσπερίων μερῶν περὶ τοὺς

84
[*]([Cp. Ath. Apol. c. Ari. 1; but see Hist. Ari. 15.]) τριακοσίους συνῆλθον ἐπίσκοποι, ὥς φησιν Ἀθανάσιος: ἐκ δὲ τῶν ἑῴων ἑβδομήκοντα ἓξ μόνον ὁ Σαβῖνος φησὶν, ἐν οἶς κατηριθμεῖτο καὶ Ἰσχύρας ὁ τοῦ Μαρεώτου ἐπίσκοπος, ὃν οἱ καθελόντες Ἀθανάσιον εἰς τὴν ἐπισκοπὴν τῆσδε τῆς χώρας χειροτονοῦσι. Προὐβάλλοντο δὲ οἱ μὲν ἀσθένειαν τοῦ σώματος, ἄλλοι δὲ τὸ στενὸν τῆς προθεσμίας ἐμέμφοντο, τὴν αἰτίαν ἐπὶ Ἰούλιον τὸν ἐπίσκοπον Ῥώμης ἀναφέροντες: καίτοι ἐνιαυτοῦ καὶ ἓξ μηνῶν διαγενομένων, ἀφ̓ οὖ ἥ τε σύνοδος ἐκεκήρυκτο, καὶ οἱ περὶ Ἀθανάσιον ἐν τῇ Ῥώμῃ διέτριβον τὴν [*](Ath. Apol. c. Ari. 36 ff.) σύνοδον περιμένοντες. Ὡς οὖν συνῆλθον ἐν τῇ Σαρδικῇ, οἱ μὲν ἀνατολικοὶ [*](Hist. Ari. 15.) εἰς πρόσωπον τῶν ἑσπερίων ἐλθεῖν οὐκ ἐβούλοντο, φάσκοντες μὴ ἄλλως εἰς λόγους ἐλθεῖν, εἰ μὴ τοὺς περὶ Ἀθανάσιον καὶ Παῦλον ἐξελάσωσι τοῦ συλλόγου. Ὡς δὲ Πρωτογένης ὁ Σαρδικῆς ἐπίσκοπος καὶ Ὅσιος ὁ Κουδρούβησ—πόλις δὲ αὕτη τῆς Ἱσπανίας, [*](i. 7.) ὡς καὶ πρότερον εἴρηται—οὐκ ἠνείχοντο μὴ παρεῖναι τοὺς περὶ Παῦλον καὶ Ἀθανάσιον, ἀπεχώρουν εὐθέως: καὶ γενόμενοι ἐν τῇ [*]([poiou=si]) Φιλιππουπόλει τῆς Θρᾴκης, ἰδίαζον ποιοῦντες συνέδριον, καὶ [*]([Corr. by Hil. Fragm. 3. 29.]) φανερῶς λοιπὸν τὸ μὲν ὁμοούσιον ἀναθεματίζουσι, τὴν δὲ τοῦ ἀνομοίου δόξαν ἐπιστολὰς συγγράψαντες πανταχοῦ διαπέμπονται. Οἱ δὲ ἐν Σαρδικῇ πρῶτον μὲν τούτων ἐρήμην κατεψηφίσαντο, ἔπειτα τοὺς κατηγόρους Ἀθανασίου τῆς ἀξίας ἀφείλοντο, τὸν ὅρον τε τῆς πίστεως τῆς ἐν Νικαίᾳ κρατύναντες, καὶ τὸ ἀνόμοιον ἐκβαλόντες, [*](Cp. Ath. Tom. ad Antioch. 5.) τὸ ὁμοούσιον φανερώτερον ἐκδιδόασι: καὶ ἐγγράψαντές τε καὶ αὐτοὶ πανταχοῦ διαπέμπονται. Γνώμῃ μὲν οὖν ἑκάτεροι τοιάδε δικαίως πεποιηκέναι νομίσαντες, οἱ μὲν ἀνατολικοὶ, ὅτι τοὺς ὑπ̓ αὐτῶν καθαιρεθέντας οἱ ἑσπέριοι προσεδέξαντο: οἱ δὲ ἑσπέριοι, ὅτι πρὸ διαγνώσεως οἱ καθελόντες ἀπέφυγον, καὶ ὅτι αὐτοὶ μὲν τὴν ἐν Νικαίᾳ πίστιν ἐφύλαττον, ἐκεῖνοι δὲ παραχαράττειν ἐτόλμησαν. Ἀποδιδόασιν οὖν τὸν τόπον τοῖς περὶ Παῦλον καὶ Ἀθανάσιον: ἔτι μὴν καὶ Μαρκέλλῳ τῷ Ἀγκύρας, τῆς πρὸς τῇ [*](Supra i. 36.) μικρᾷ Γαλατίᾳ, ὃς πάλαι μὲν καθήρητο, ὡς ἐν τῷ πρὸ τούτου [*](Cp.Ath.Apol. c. Ari. 47.) βιβλίῳ πεποιήμεθα μνήμην: τότε δὲ ἐν τῷ τὴν καταδίκην ἀναπαλαῖσαι ἐσπούδασε, διδάξας ὡς οὐ νοηθείη ἡ ὑπ̓ αὐτοῦ ἐν τῷ βιβλίῳ φράσις, καὶ διὰ τοῦτο ὑπόνοιαν τοῦ Σαμοσατέως λαβεῖν. Οὐκ ἀγνοητέον μέντοι ὅτι τὸ Μαρκέλλου βιβλίον ὁ Παμφίλου Εὐσέβιος ἀνεσκεύασεν ἐν ὅλοις τρισὶ βιβλίοις πρὸς αὐτὸν διαλεγόμενος, ἃ πρὸς Μάρκελλον ἐπέγραψε: καὶ τίθησι μὲν τὰ ῥήματα Μαρκέλλου,
85
πρὸς αὐτὰ δὲ διαγωνίζεται, ὡς ψιλὸν ἄνθρωπον τὸν Κύριον, καθὰ Σαβέλλιος ὁ Λίβυς καὶ Παῦλος ὁ Σαμοσατεὺς, τοῦ Μαρκέλλου εἰσάγοντος.

Ἀπολογία ὑπὲρ Εὐσεβίου τοῦ Παμφίλου.

Ἐπειδὴ δέ τινες ἐπεχείρησαν καὶ αὐτὸν λοιδορῆσαι, φημὶ δὴ τὸν Παμφίλου Εὐσέβιον, ὡς Ἀρειανίζοντα ἐν οἶς λόγοις ἐξέδωκε, μικρὰ καὶ περὶ αὐτοῦ εἰπεῖν οὐκ ἄκαιρον ἡγοῦμαι. Πρῶτον μὲν γὰρ τῇ ἐν Νικαίᾳ συνόδῳ τὸ ὁμοούσιον ὁριζούσῃ καὶ παρῆν καὶ συνέθετο: λέγει δὲ καὶ αὐτὸς ἐν τῷ τρίτῳ βιβλίῳ τῷ εἰς τὸν βίον Κωνσταντίνου κατὰ λέξιν ταῦτα: Πάντας δὲ ὁ βασιλεὺς εἰς ὁμόνοιαν ἐλαύνων, εἰς ὅτε ὁμογνώμονας καὶ [*](Eus. *w. C. iii. 13.) ὁμοδόξους αὐτοὺς ἐπὶ τοῖς ἀμφισβητουμένοις ἅπασι τὸ ἐπ̓ αὐτῷ κατέστησεν: ὡς ὁμόφωνον κρατῆσαι τὴν ʽἐν Νικαίᾳ, σοξ.ʼ πίστιν. Εἰ τοίνυν Εὐσέβιος, τῆς ἐκεῖσε συνόδου μνήμην ποιούμενος, λελύσθαι μὲν τὰ τότε ἀμφισβητούμενα λέγει, πάντας δὲ ὁμοφρονῆσαι καὶ ὁμοδοξῆσαι, πῶς Ἀρειανίζειν αὐτόν τινες ὑπολαμβάνουσιν; πλανῶνται δὲ καὶ Ἀρειανοὶ φρονεῖν αὐτὸν νομίζοντες τὰ αὐτῶν. Ἀλλ̓ ἐρεῖ τις ὡς ἐν τοῖς λόγοις αὐτοῦ Ἀρειανίζειν δοκεῖ τῷ συνεχῶς λέγειν διὰ Χριστοῦ. Πρὸς ὃν ἀποκρινούμεθα, ὅτι τῇ λέξει ταύτῃ πολλάκις καὶ οἱ τῆς ἐκκλησίας ἐχρήσαντο, καὶ ταῖς ἄλλαις ταῖς μηνυούσαις τὴν οἰκονομίαν τῆς ἀνθρωπότητος τοῦ Σωτῆρος ἡμῶν. Καὶ πρό γε ἁπάντων τούτων ὁ ἀπόστολος ταῖς λέξεσι [*](E. g. Eph. iii. 9.) ταύταις ἐχρήσατο: καὶ οὐδὲ πώποτε ὡς κακοδοξίας διδάσκαλος ἐνομίσθη. Ἔτι μὴν καὶ Ἀρείου κτίσμα τὸν Υἱὸν ὡς ἓν τῶν ἄλλων τολμήσαντος εἰπεῖν, ἐπάκουσον οἶα Εὐσέβιος περὶ τούτου ἐν τῷ πρώτῳ βιβλίῳ τῷ πρὸς Μάρκελλον κατὰ λέξιν φησίν: Ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ μόνος αὐτὸς, καὶ οὐ δὲ ἄλλος ἀνηγόρευταί τε [*](Eus. de Eccl. Theol. i. 8, 9.) καὶ ἔστιν: ὅθεν εἰκότως ἄν τις μέμψαιτο τοῖς κτίσμα αὐτὸν φᾶναι τετολμηκόσιν, ἐξ οὐκ ὄντων ὅμοιον τοῖς λοιποῖς κτίσμασι γενόμενον. Καὶ πῶς γὰρ ἔτι ἔσται Υἱὸς, πῶς δὲ μονογενὴς τοῦ Θεοῦ, ὁ τὴν αὐτὴν τοῖς λοιποῖς κτίσμασιν ἐπιγραφόμενος φύσιν;... τῶν τε πολλῶν γενητῶν ἔσται εἶς, ἅτε τῆς ἐξ οὐκ ὄντων κτίσεως ὁμοίως αὐτοῖς μετασχὼν κοινωνίας: ἀλλ̓ οὐχ ὧδε περὶ αὐτοῦ τὰ θεῖα παιδεύει λόγια.

86
Εἶτα μετ̓ ὀλίγα πάλιν ἐπιφέρει: [*](Eus. Eccl. Theol. i. 9.) ὁ τοίνυν γενητὸν ἐξ οὐκ ὄντων καὶ κτίσμα προηγμένον ἐκ τοῦ μὴ ὄντος τὸν Υἱὸν ὁριζόμενος, λέληθε τοὔνομα μὲν αὐτῷ μόνον χαριζόμενος, τὸ δὲ ἀληθῶς, Υἱὸς εἶναι ἀρνούμενος: ὁ γὰρ ἐξ οὐκ ὄντων γεγονὼς οὐκ ἀληθῶς γένοιτ̓ ἂν Υἱὸς τοῦ Θεοῦ, ὅτι μηδὲ ἄλλο τι τῶν γενητῶν. Ἀλλ̓ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ ὁ ἐξ αὐτοῦ, ὡς, ἅτε ἐκ Πατρὸς ἀποτεχθεὶς, εἰκότως ἂν καὶ μονογενὴς καὶ ἀγαπητὸς χρηματίσειε τοῦ Πατρός: οὕτω δὲ, καὶ Θεὸς ἂν εἴη. Τί γὰρ ἂν καὶ Θεοῦ γέννημα, ἢ τὸ τῷ γεγεννηκότι ἀφωμοιωμένον; Κτίζει μὲν οὖν βασιλεὺς πόλιν, ἀλλ̓ οὐ γεννᾷ πόλιν: γεννᾷν δὲ υἱὸν, ἀλλ̓ οὐ κτίζειν λέγεται. Καὶ τεχνίτης δημιουργὸς, ἀλλ̓ οὐ πατὴρ γένοιτ̓ ἂν τοῦ πρὸς αὐτοῦ δημιουργουμένου: τοῦ δὲ ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἂν δημιουργὸς λεχθείη. Καὶ δὴ καὶ ὁ τῶν ὅλων Θεὸς τοῦ μὲν Υἱοῦ Πατὴρ, τοῦ δὲ κόσμου κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο. Εἰ δὲ ἅπαξ που τῆς γραφῆς εὑρίσκοι τις [*](Prov. viii. 22.) εἰρημένον τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. Τοιαῦτα μὲν καὶ ἕτερα πλείονα ὁ Παμφίλου Εὐσέβιος ἐν τῷ πρώτῳ λόγῳ τῷ πρὸς Μάρκελλον φησίν. Καὶ ἐν τρίτῳ δὲ ὁ αὐτὸς, διδάσκων πῶς δεῖ τὸ κτίσμα τὴν λέξιν ἐκδέχεσθαι, τοιάδε φησίν: [*](Eus. ib. iii. 2.) Τούτων τοίνυν ὧδε ἐπικατασκευαζομένων, ἀκόλουθον ἐστὶ μετὰ τῶν προεκτεθέντων ἁπάντων, καὶ τὸ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, λελέχθαι. Εἰ δὲ λέγει ἐκτίσθαι ἑαυτὸν, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρελθὼν ταῦτα ἂν εἴποι, οὐδ̓ ὡς τοῖς λοιποῖς κτίσμασι καὶ αὐτὸς ἐκ τοῦ μὴ ὄντος ὁμοίως γεγονὼς, ὅ τινες οὐκ ὀρθῶς ὑπειλήφασιν: ἀλλ̓ ὡς ὑφεστὼς μὲν καὶ ζῶν, προών τε καὶ προϋπάρχων τῆς τοῦ παντὸς κόσμου συστάσεως, ἄρχειν δὲ τῶν ὅλων ὑπὸ τοῦ Κυρίου τοῦ ἑαυτοῦ Πατρὸς κατατεταγμένος: τοῦ ἔκτισεν ἐνταῦθα ἀντὶ τοῦ κατέταξεν ἢ κατέστησεν εἰρημένου. Διαρρήδην οὖν τοὺς ἐν ἀνθρώποις ἄρχοντας καὶ ἡγεμόνας [*](1 Pet. ii. 13.) κτίσιν ὠνόμασεν ὁ εἰπὼν ἀπόστολος, Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δἰ αὐτοῦ [*](Amos iv. 12, 13.) πεμπομένοις. Καὶ ὁ εἰπὼν δὲ προφήτης, Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ: διότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀναγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ: . . . . τὸ κτίζων οὐκ ἐκ τοῦ γεγονότος ἐξ ἀνυπαρξίας παρείληφεν: οὐ γὰρ τότε ἔκτισεν ὁ Θεὸς τὸ πνεῦμα, [*](Eccles. i. 9.) ὅτε τὸν Χριστὸν αὐτοῦ πᾶσιν ἀνθρώποις κατήγγειλεν, Οὐδὲν γὰρ πρόσφατον ὑπὸ τὸν ἥλιον: ἀλλ̓ ἦν μὲν καὶ προϋπῆρχεν, ἀπεστέλλετο δὲ καθ̓ ὃν καιρὸν [*](Acts ii. 2, 4.) ἦσαν οἱ ἀπόστολοι συνηγμένοι, ὅτε δίκην βροντῆς Ἐγένετο ἦχος ἐκ τοῦ
87
οὐρανοῦ, ὥσπερ φερομένης πνοῆς βιαίας, ἐπληρώθησαν δὲ Πνεύματος Αγίου. Καὶ οὕτως εἰς πάντας ἀνθρώπους τὸν Χριστὸν τοῦ Θεοῦ κατήγγειλαν ἀκολούθως τῇ προφητείᾳ φησάσῃ, Διότι ἰδοὺ στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, τοῦ κτίζων ἀντὶ τοῦ καταπέμπων ἢ κατατάσσων εἰρημένου, τῆς δὲ βροντῆς καθ̓ ἕτερον τρόπον τὸ εὐαγγελικὸν κήρυγμα δηλούσης. Καὶ ὁ λέγων δὲ, Καρδίαν καθαρὰν [*](Psal. li. (Lxx.) 11.) κτίσον ἐν ἐμοὶ ὁ Θεὸς, οὐχ ὡς μὴ ἔχων καρδίαν τοῦτο ἔλεγε, καθαρὰν δὲ αὐτῷ τὴν διάνοιαν ἀποτελεσθῆναι ηὔχετο. Οὕτως εἴρηται καὶ, Ἵνα τοὺς δύο [*](Eph. ii. 15.) κτίσῃ εἰς ἕνα καινὸν ἄνθρωπον, ἀντὶ τοῦ συναγάγῃ. Ὅρα μήποτε τοιοῦτόν ἐστι καὶ τὸ, Ἐνδύσασθε τὸν καινὸν ἄνθρωπον, τὸν κατὰ Θεὸν κτισθέντα: [*](Eph. iv. 24.) καὶ τὸ, Εἴ τις οὖν ἐν Χριστῷ, καινὴ κτίσις: καὶ ὅσα ἄλλα εὕροι τις ἂν [*](2 Cor. v. 17.) τοιούτῳ τρόπῳ τὴν θεόπνευστον γραφὴν διερευνώμενος: μὴ θαυμάσῃς εἰ μεταφορικῶς καὶ ἐν τῷ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, τὸ ἔκτισεν ἀντὶ τοῦ κατέστησεν ἢ κατέταξε. Τοιαῦτα μὲν ὁ Εὐσέβιος ἐν τοῖς πρὸς Μάρκελλον διέξεισιν: ἡμεῖς δὲ αὐτὰ παρεθέμεθα διὰ τοὺς μάτην ἐρεσχελοῦντας καὶ βλασφημεῖν τὸν ἄνδρα ἐπιχειρήσαντας. Οὔτε γὰρ ἔχουσι δεῖξαι ὅτι Εὐσέβιος ἀρχὴν τῆς ὑπάρξεως δίδωσι τῷ Υἱῷ τοῦ Θεοῦ, κὰν ταῖς τῆς οἰκονομίας λέξεσιν ἐν τοῖς βιβλίοις εὑρίσκουσιν αὐτὸν καταχρώμενον: μάλιστα δὲ ὅτι ζηλωτὴς καὶ θαυμαστὴς τῶν Ὠριγένους βιβλίων ἐστὶν, ἐν οἶς πανταχοῦ τὸν Υἱὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα εὑρίσκουσιν οἱ τῶν Ὠριγένους βιβλίων τὸ βάθος κατανοῆσαι δυνάμενοι. Καὶ ταῦτα μὲν ἐν παρεκβάσει διὰ τοὺς λοιδορεῖν ἐπιχειρήσαντας τὸν Εὐσέβιον εἴρηται.

Ὡς τῆς ἐν Σαρδικῇ συνόδου ἀποδούσης τοὺς θρόνους Ἀθανασίῳ καὶ Παύλῳ, καὶ τοῦ βασιλέως τῆς ἑῴας μὴ δεχομένου, πόλεμον ὁ τῶν ἑσπερίων ἠπείλησε βασιλεύς.

Οἱ μέντοι ἐν Σαρδικῇ συνελθόντες καὶ ἐν Φιλιππουπόλει τῆς Θρᾴκης ἰδιάζοντα συνέδρια ποιησάμενοι, τὰ δοκοῦντα αὐτοῖς ἑκάτεροι πράξαντες, κατὰ πόλεις τὰς ἑαυτῶν ἀνεχώρησαν. Διεσπᾶτο οὖν τῆς ἀνατολῆς ἡ δύσις: καὶ ἦν ὅρος τῆς κοινωνίας αὐτοῖς τὸ ὄρος τὸ λεγόμενον Τισοῦκις, ὅπερ ἐστὶν Ἰλλυριῶν τε καὶ Θρᾳκῶν: καὶ ἕως μὲν τοῦ ὄρους τούτου ἀδιάφορος ἦν ἡ κοινωνία, διαφόρου τυγχανούσης τῆς πίστεως: περαιτέρω δὲ ἀλλήλοις οὐκ

88
ἐκοινώνουν. Τοιαύτη τις ἦν τότε τῆς περὶ τὰς ἐκκλησίας καταστάσεως σύγχυσις. Μετὰ ταῦτα δὲ εὐθὺς ὁ τῶν ἑσπερίων μερῶν βασιλεὺς τὰ ἐν τῇ κατὰ Σαρδικὴν γενόμενα γνώριμα τῷ ἀδελφῷ Κωνσταντίῳ καθίστησιν, ἀποδίδοσθαί τε τοῖς περὶ Παῦλον καὶ Ἀθανάσιον τοὺς ἰδίους τόπους παρεκελεύετο. Ὡς δὲ ὁ Κωνστάντιος παρεῖλκε πρὸς τὰ γραφόμενα, αἵρεσιν αὖθις προὐτίθει ὁ τῶν ἑσπερίων μερῶν βασιλεὺς, ἢ δέχεσθαι τοὺς περὶ Παῦλον καὶ Ἀθανάσιον ἐν τῇ οἰκείᾳ τάξει, καὶ ἀποδιδόναι αὐτοῖς τὰς ἐκκλησίας, ἢ μὴ ποιοῦντα τοῦτο ἐχθρόν τε εἶναι καὶ προσδέχεσθαι πόλεμον. Ἔστι δὲ τὰ πρὸς τὸν ἀδελφὸν γραφέντα τάδε: Ὧδε μέν εἰσι παῤ ἐμοὶ Ἀθανάσιος καὶ Παῦλος: ἀλλὰ πυνθανόμενος διέγνων εὐσεβείας αὐτοὺς χάριν διώκεσθαι. Εἰ μὲν οὖν ἐπαγγέλλῃ ἀποδιδόναι τούτοις τοὺς θρόνους, ἐπαμυνόμενος τοὺς μάτην αὐτοῖς προσφυομένους, ἀποστελῶ πρός σε τοὺς ἄνδρας: εἰ δ̓ ἀνανεύοις ταῦτα οὕτω ποιεῖν, εὖ ἴσθι ὅτι αὐτὸς ἐγὼ αὐτόθι γενόμενος, καὶ ἄκοντός σου, τούτοις τοὺς οἰκείους ἀποδίδωμι θρόνους.

Ὡς φοβηθεὶς ὁ Κωνστάντιος τὰς ἀπειλὰς τοῦ ἀδελφοῦ δἰ ἐπιστολῶν ἐκάλεσε τὸν Ἀθανάσιον, καὶ εἰς τὴν Ἀλεξάνδρειαν ἔπεμψε.

Ταῦτα γνοὺς ὁ τῆς ἑῴας βασιλεὺς εἰς ἀγωνίαν οὐ τὴν τυχοῦσαν κατέστη: μεταπεμψάμενός τε εὐθὺς πλείστους τῶν ἀνατολικῶν ἐπισκόπων, τήν τε αἵρεσιν τοῦ ἀδελφοῦ προὐτίθει, καὶ περὶ τοῦ πρακτέου διεπυνθάνετο. Οἱ δὲ κρεῖσσον ἔφασαν τῶν ἐκκλησιῶν παραχωρῆσαι τοῖς περὶ Ἀθανάσιον, ἢ ἐμφύλιον ἀναδέξασθαι πόλεμον. Ὅθεν ἐπ̓ ἀνάγκῃ καταστὰς ὁ βασιλεὺς ἐκάλει πρὸς ἑαυτὸν τοὺς περὶ Ἀθανάσιον. Καὶ τέως μὲν παραχρῆμα τὸν Παῦλον, μετὰ δυεῖν ἐπισκόπων καὶ τῆς ἄλλης τιμῆς, γράμμασί τε πάλιν τοῖς οἰκείοις ὁ τῶν ἑσπερίων βασιλεὺς, ἔτι τε καὶ τοῖς ἀπὸ τῆς συνόδου, κατοχυρώσας, ἀποστέλλει ἐπὶ τὴν Κωνσταντινούπολιν. Τοῦ δὲ Ἀθανασίου ἔτι ὑποστελλομένου καὶ ἀμφιβάλλοντος ἐλθεῖν πρὸς αὐτὸν—ηὐλαβεῖτο γὰρ τὰς τῶν συκοφαντῶν σκευωρίασ—ὁ βασιλεὺς τῆς ἑῴας αὐτὸν οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἐκάλει παῤ ἑαυτόν: ὡς τὰ παῤ αὐτοῦ γράμματα δεικνύει, ἅπερ ἐκ τῆς Ῥωμαϊκῆς μεταβληθέντα γλώσσης τοῦτον ἔχει τὸν τρόπον:

89
Ἐπιστολὴ Κωνσταντίου πρὸς Ἀθανάσιον. [*](Ath. Apol. c. Ari. 51. Cp. Hist. Ari. 21.) Κωνστάντιος νικητὴς Αὔγουστος Ἀθανασίῳ ἐπισκόπῳ. Ἐπὶ πολύ σε κλυδωνίζεσθαι καὶ χειμάζεσθαι τοῖς τῆς θαλάσσης ὁμοίως [*]([om. o(moi/ws]) κύμασιν ἀγρίοις οὐκ ἀφῆκεν ἡ τῆς ἡμετέρας ἡμερότητος φιλανθρωπία. Γυμνωθέντα σε τῆς πατρῴας ἑστίας, καὶ στερηθέντα τῶν ἰδίων, καὶ πλανώμενον ἐν θηριώδεσιν ἀνοδίαις, οὐ παρεῖδεν ἡ ἀκάματος ἡμῶν εὐσέβεια. Εἰ καὶ τὰ μάλιστα ἐπὶ πολὺ ὑπερεθέμην γράψαι τὴν πρόθεσιν τῆς ἐμῆς διανοίας, προσδοκῶν αὐθαίρετόν σε παραγενέσθαι πρὸς ἡμᾶς, καὶ τῶν καμάτων αἰτεῖν θεραπείαν: ὅμως ἐπειδὴ ἴσως ὁ φόβος τὴν προαίρεσιν τῆς σῆς προθέσεως ἐνεπόδιζε, διὰ τοῦτο δωρεᾶς πληρέστατα γράμματα πρὸς τὴν σὴν στερρότητα διεπεμψάμεθα: ἵνα ἀφόβως ταῖς ἡμετέραις προσόψεσι ταχεῖαν τὴν σαυτοῦ παρουσίαν παρασχεῖν σπουδάσῃς, ὑπὲρ τοῦ τῆς σαυτοῦ ἐπιθυμίας ἀπολαῦσαι, καὶ πειραθεὶς ἡμῶν τῆς φιλανθρωπίας, τοῖς ἰδίοις ἀποκατασταθῇς. Τούτου γὰρ ἕνεκα καὶ τὸν δεσπότην καὶ ἀδελφόν μου Κώνσταντα τὸν νικητὴν Αὔγουστον ὑπὲρ σοῦ παρεκάλεσα, ἵνα τοῦ ἐλθεῖν ἐξουσίαν σοι δῷ, ἐπὶ τῷ ἀμφοτέρων [*]([e)f) w)=| a)mf. ?]) ἡμῶν ἐπινευσάντων τῇ πατρίδι ἀποκατασταθῇς, ἔχων τοῦτο τῆς ἡμῶν χάριτος ἐνέχυρον. Ἄλλη ἐπιστολὴ πρὸς Ἀθανάσιον. Κωνστάντιος νικητὴς Αὔγουστος Ἀθανασίῳ ἐπισκόπῳ. Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν, ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ, διὰ τὸ μάλιστα βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν ταῦτα τὰ γράμματα πρὸς τὴν σὴν στερρότητα δεδηλώκαμεν. Διὸ προτρεπόμεθα χωρὶς τινὸς ἀπιστίας καὶ φόβου ἐπιβῆναί σε δημοσίοις ὀχήμασι, καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὧν ἐπιθυμεῖς [*](Cp. iii. 1.) ἀπολαῦσαι δυνηθείης. Ἄλλη ἐπιστολὴ πρὸς τὸν αὐτόν. Κωνστάντιος νικητὴς Αὔγουστος Ἀθανασίῳ ἐπισκόπῳ. Ἡνίκα ἐν τῇ Ἐδέσῃ διετρίβομεν, παρόντων τῶν σῶν πρεσβυτέρων, ἤρεσεν [*]([*)ede/ssh|]) ὅπως ἀποσταλέντος πρεσβυτέρου πρός σε, ἐλθεῖν πρὸς τὸ ἡμέτερον κομιτάτον σπουδάσῃς, ἐπὶ τῷ ἰδόντα σε τὴν ἡμετέραν πρόσοψιν εὐθέως εἰς τὴν Ἀλεξάνδρειαν ὁδεῦσαι. Ἀλλ̓ ἐπειδὴ πλεῖστος χρόνος παρῆλθεν, ἀφ̓ οὗ γράμματα δεξάμενος παῤ ἡμῶν οὐκ ἀπήντησας, διὰ τοῦτο καὶ νῦν ὑπομνῆσαί σε ἐσπουδάσαμεν, ἵνα καὶ νῦν τὴν σὴν παρουσίαν ταχεῖαν ποιῆσαι πρὸς ἡμᾶς σπουδάσῃς, καὶ οὕτω δυνηθῇς τῇ πατρίδι σου ἀποκατασταθῆναι, καὶ τῆς εὐχῆς σου ἐπιτυχεῖν. Πρὸς δὲ πληρεστάτην διήγησιν Ἀχήταν τὸν διάκονον ἀπεστείλαμεν, παῤ οὗ δυνήσῃ μαθεῖν τῆς τε ἡμετέρας ψυχῆς τὴν προαίρεσιν, καὶ ὅτι τούτων ὧν εὔχῃ τυχεῖν δυνήσῃ.
90
Ταύτας τὰς ἐπιστολὰς ἐν τῇ Ἀκυληΐᾳ δεξάμενος Ἀθανάσιοσ— ἐκεῖ γὰρ τῆς Σαρδικῆς ἀναχωρήσας διέτριβεν—εὐθέως ἐπὶ τὴν Ῥώμην ἀνέδραμεν: ἐπιδείξας τε τὰ γράμματα τῷ ἐπισκόπῳ Ἰουλίῳ, ἐν μεγίστῃ μὲν χαρᾷ τὴν Ῥωμαίων ἐκκλησίαν κατέστησεν. Ἐδόκει γὰρ καὶ ὁ τῆς ἑῴας βασιλεὺς συντίθεσθαι αὐτῶν τῇ πίστει διὰ τοῦ καλεῖν Ἀθανάσιον παῤ ἑαυτόν. Ἰούλιος δὲ τοῖς ἐν Ἀλεξανδρείᾳ κληρικοῖς τε καὶ λαοῖς τάδε περὶ Ἀθανασίου ἐπέστειλεν: [*](Ath. Apol. c. Ari. 52.) Ἐπιστολὴ Ἰουλίου ἐπισκόπου Ῥώμης πρὸς τοὺς ἐν Ἀλεξανδρείᾳ. [*]([Qu. om. e)p. k. Cp. Ath.]) Ἰούλιος ἐπισκόποις καὶ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ παροικοῦντι Ἀλεξάνδρειαν ἀγαπητοῖς ἀδελφοῖς, ἐν Κυρίῳ χαίρειν. Συγχαίρω κἀγὼ ὑμῖν, ἀδελφοὶ ἀγαπητοὶ, ὅτι τὸν καρπὸν τῆς ἑαυτῶν πίστεως ἐπ̓ ὀφθαλμῶν λοιπὸν ὁρᾶτε. Τοῦτο γὰρ ἀληθῶς ἄν τις ἴδοι γενόμενον ἐπὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου μου Ἀθανασίου: ὃν διά τε τὴν καθαρότητα τοῦ βίου, καὶ διὰ τὰς ὑμετέρας εὐχὰς, ὁ Θεὸς ὑμῖν ἀποδίδωσιν. Ἐκ δὴ τούτου συνορᾷν ἐστὶν καθαρὰς ὑμῶν καὶ μεστὰς ἀγάπης ἀεὶ τὰς εὐχὰς ἀνενηνοχέναι πρὸς τὸν Θεόν. Μνήμονες γὰρ ὄντες τῶν οὐρανίων ἐπαγγελιῶν καὶ [*]([a)gwgh=s Ath.]) τῆς πρὸς αὐτὰς ἀγάπης, ἣν ἐκ τῆς διδασκαλίας τοῦ προειρημένου ἀδελφοῦ μου ἐπαιδεύθητε, ἔγνωτε ἀληθῶς, καὶ κατὰ τὴν προσοῦσαν ὑμῖν ὀρθὴν πίστιν κατειλήφατε τοῦτο, ὡς οὐκ ἂν εἰς τέλος οὗτος ἀφ̓ ὑμῶν ἀποσχοινισθήσεται, ὃν ἐν ταῖς θεοσεβέσιν ὑμῶν ψυχαῖς ἐσχήκατε ὡς παρόντα ἀεί. Οὐκοῦν οὐ πολλῶν μοι χρεία λόγων πρὸς ὑμᾶς ἐπιστέλλοντι: ὅσα γὰρ ὑμῖν λέλεκται παῤ ἐμοῦ, ταῦτα ἡ ὑμετέρα πίστις προὔλαβε: καὶ πεπλήρωται κατὰ Χριστοῦ χάριν τὰ τῆς κοινῆς ὑμῶν πάντων εὐχῆς. Συγχαίρω τοίνυν ὑμῖν: πάλιν γὰρ ἐρῶ, ὅτι τὰς ψυχὰς ἀκαταμαχήτους ἐν τῇ πίστει τετηρήκατε. Καὶ αὐτῷ δὲ τῷ ἀδελφῷ μου Ἀθανασίῳ οὐκ ἔλαττον συγχαίρω, ὅτι, καίπερ πολλὰ πάσχων λυπηρὰ, οὐδεμίαν ὥραν ἐπιλήσμων γέγονε τῆς ὑμετέρας ἀγάπης καὶ τοῦ ὑμετέρου πόθου. Εἰ γὰρ καὶ τῷ σώματι πρὸς καιρὸν ἔδοξεν ἀφ̓ ὑμῶν ἀφελκυσθῆναι, ἀλλὰ τῷ πνεύματι διαπαντὸς ὡς συνὼν ὑμῖν [*](Ath. om. *kai\ e)/gwge . . a)gapw/menos]) διῆγε. Καὶ ἔγωγε, ἀγαπητοὶ, τὸν γενόμενον κατ̓ αὐτοῦ πάντα πειρασμὸν οὐκ ἄδοξον ἡγοῦμαι γεγενῆσθαι: καὶ γὰρ καὶ ἡ ὑμετέρα καὶ ἡ τούτου πίστις ἐγνώσθη παρὰ πᾶσι καὶ δεδοκίμασται. Εἰ γὰρ μὴ τοσαῦτα συμβεβήκει, τίς ἂν ἐπίστευσεν ἢ ὑμᾶς τοσαύτην κρίσιν καὶ τοσαύτην ἀγάπην περὶ τὸν τηλικοῦτον ἐπίσκοπον ἔχειν, ἢ ἐκεῖνον τοσαύταις ἀρεταῖς περιβεβλῆσθαι, δἰ ἃς καὶ τῆς ἐν οὐρανοῖς ἐλπίδος οὐκ ἀλλότριος γένοιτο; Ἐπέτυχε τοίνυν οἱῳδήποτε τρόπῳ, καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι, καὶ ὁμολογίας ἔνδοξον μαρτυρίαν. Διαφόρως γὰρ κατά τε γῆν καὶ κατὰ θάλατταν πολλὰ χειμασθεὶς, τὴν σκευωρίαν πᾶσαν τῆς Ἀρειανῆς αἱρέσεως κατεπάτησε, καὶ πολλάκις διὰ
91
φθόνον καὶ εἰς κίνδυνον ἐπιβουλευθεὶς κατεφρόνησε θανάτου, φρουρούμενος ὑπὸ τοῦ παντοκράτορος Θεοῦ καὶ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ: ἐλπίζων ἅμα καὶ τὰς ἐπιβουλὰς ἐκκλίνειν, καὶ ἀποκατασταθήσεσθαι πρὸς ὑμετέραν παράκλησιν, φέρων ὑμῖν ἅμα ἐκ τῆς ὑμετέρας συνειδήσεως μείζονα τὰ τρόπαια. Ἐν οἷς καὶ ἄχρι τερμάτων πάσης τῆς γῆς ἔνδοξος ἐγνώσθη, δοκιμασθεὶς ἐκ τοῦ βίου, παρρησιασάμενος μὲν τῇ προθέσει καὶ τῇ οὐρανίᾳ διδασκαλίᾳ, ἀποδειχθεὶς δὲ ἀθανάτῳ κρίσει παῤ ὑμῶν ἀγαπώμενος. Ἐπανέρχεται τοιγαροῦν πρὸς ὑμᾶς λαμπρότερος νῦν ἢ ὅτε παῤ ὑμῶν ἀπεδήμησεν. Εἰ γὰρ καὶ τὰς τιμίας ὕλας, χρυσὸν δὴ λέγω καὶ ἄργυρον, εἰς καθαρότητα τὸ πῦρ δοκιμάζει, τί ἄν τις εἴποι κατ̓ ἀξίαν τοῦ τοσούτου ἀνδρὸς, ὃς τοσούτων θλίψεων πυρὰν καὶ κινδύνους νικήσας ἀποδίδοται νῦν ὑμῖν, ἀθῷος οὐ παῤ [*]( Ath. om. pur. k.) ἡμῶν μόνον, ἀλλὰ καὶ παρὰ πάσης τῆς συνόδου ἀποδεχθείς; Ὑποδέξασθε τοίνυν, ἀγαπητοὶ ἀδελφοὶ, μετὰ πάσης τῆς κατὰ Θεὸν δόξης τε καὶ χαρᾶς τὸν ἐπίσκοπον ὑμῶν Ἀθανάσιον, μετὰ τούτων οἵ τινες αὐτῶν κοινωνοὶ γεγόνασι: [*](Ath. au)tw=| kai\ tosou/twn kama/twn]) καὶ χαίρετε τῶν εὐχῶν ἀπολαύοντες, οἳ τὸν ποιμένα τὸν ὑμέτερον, ἵν̓ οὕτως εἴπω, ποθοῦντα καὶ διψῶντα τὴν ὑμετέραν θεοσέβειαν, σωτηρίοις γραφαῖς ἐθρέψατέ τε καὶ ἐποτίσατε. Καὶ γὰρ καὶ τῆς ἐπὶ ξένης αὐτοῦ διατριβῆς ὑμεῖς παραμυθεία γεγόνατε: καὶ διωκόμενον καὶ ἐπιβουλευόμενον ἐθάλψατε ταῖς πιστοτάταις ἑαυτῶν ψυχαῖς καὶ διανοίαις. Ἐμὲ δὲ ἤδη εὐφραίνει ἐννοούμενον καὶ προορῶντα τῷ λογισμῷ τὴν ἐπὶ τῇ ἐπανόδῳ ἑκάστου ὑμῶν χαρὰν, καὶ τοῦ πλήθους τὰς θεοσεβεστάτας ἀπαντήσεις, καὶ τὴν ἔνδοξον τῶν συντρεχόντων ἑορτὴν, καὶ τίς ἐκείνη ἡ ἡμέρη ὑμῖν καὶ ποία ἔσται, ἐπανερχομένου μὲν τοῦ ἀδελφοῦ μου, παυσαμένων δὲ τῶν προγενομένων, καὶ τῆς πολυτιμήτου κατ̓ εὐχὴν ἐπανόδου εἰς εὐφροσύνην τινα πληρεστάτης χαρᾶς συναπτούσης τοὺς πάντας. Ἡ τοιαύτη χαρὰ κατὰ τὸ μέγιστον μέχρις ἡμῶν φθάνει, οἷς θεόθεν καὶ τοῦτο συγκεχωρῆσθαι συνέστηκεν, ὅπως εἰς γνῶσιν τοῦ τηλικούτου ἀνδρὸς ἐλθεῖν δυνηθῶμεν. Εἰς εὐχὴν οὖν τὴν ἐπιστολὴν τελειῶσαι καλόν. Ὁ Θεὸς ὁ παντοκράτωρ, καὶ ὁ τούτου Υἱὸς, ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς, διηνεκῆ τὴν χάριν ταύτην ὑμῖν παράσχοι, διδοὺς ἔπαθλον τῇ θαυμαστῇ ὑμῶν πίστει, ἣν περὶ τὸν ἐπίσκοπον ὑμῶν ἐνδόξῳ μαρτυρίᾳ ἐνεδείξασθε, ἵνα ὑμῖν τε καὶ τοῖς μεθ̓ ὑμᾶς ἐνταῦθα, καὶ ἐν τῷ μέλλοντι τὰ βελτίονα μένοι, ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, [*](1 Cor. ii. 9.) καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δἰ οὗ τῷ παντοκράτορι Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. Ἐρρῶσθαι ὑμᾶς εὔχομαι, ἀγαπητοὶ ἀδελφοί. Τούτοις πεπιστευκὼς τοῖς γράμμασιν Ἀθανάσιος ἐπὶ τὴν ἀνατολὴν παρεγένετο. Κωνστάντιος δὲ ὁ βασιλεὺς οὐκ ἀπεχθῶς μὲν τότε ἀπεδέξατο, σοφίζεσθαι δὲ αὐτὸν ἐπεχείρει ἐκ κατασκευῆς τῶν
92
Ἀρειανιζόντων ὑποβαλλόμενος: καὶ φησὶ πρὸς αὐτόν: Τὸν μὲν θρόνον τὸν σαυτοῦ ψήφῳ τῆς συνόδου καὶ ἡμετέρᾳ συναινέσει ἀπείληφας: ἐπειδὴ δὲ εἰσὶν ἐν τῇ Ἀλεξανδρείᾳ τινες τοῦ λαοῦ διακρινόμενοι τὴν πρός σε κοινωνίαν, μίαν ἐν τῇ πόλει ἐκκλησίαν ἔασον ἔχειν αὐτούς. Πρὸς τὴν πρότασιν ταύτην Ἀθανάσιος γοργῶς ὑπαπήντησε καὶ φησὶ, Ὦ βασιλεῦ, ἐπ̓ ἐξουσίας μὲν ἔχεις κελεύειν τε καὶ πράττειν ὅσα ἂν θέλῃς: χάριν δὲ καὶ αὐτὸς αἰτῶ, καὶ δέομαι, δός μοι. Τοῦ δὲ βασιλέως δώσειν ἑτοίμως ἐπαγγειλαμένου, εὐθὺς ἐπήγαγεν Ἀθανάσιος, τὴν αὐτὴν ἀξιῶν χάριν λαβεῖν, ἣν ὁ βασιλεὺς ἐπεζήτει λαβεῖν. Μίαν γὰρ καὶ αὐτὸς ἐκκλησίαν ἀπονεμηθῆναι ἠξίου καθ̓ ἑκάστην πόλιν τοῖς διακρινομένοις πρὸς τὴν τῶν Ἀρειανιζόντων κοινωνίαν. Τὴν Ἀθανασίου τοίνυν γνώμην [*]([*wales. for lusit.]) ἀλυσιτελῆ γνόντες οἱ Ἀρειανίζοντες, ὑπερτίθεσθαι μὲν τοῦτο ἔλεγον, πράττειν δὲ τὰ δοκοῦντα τῷ βασιλεῖ παρεχώρουν. Διόπερ ὁ βασιλεὺς Ἀθανασίῳ τε καὶ Παύλῳ καὶ Μαρκέλλῳ τοὺς ἰδίους ἀπεδίδου θρόνους: ἔτι μὲν καὶ Ἀσκληπᾷ τῷ Γάζης, καὶ Λουκίῳ Ἀδριανουπόλεως. Καὶ γὰρ οὗτοι ὑπὸ τῆς ἐν Σαρδικῇ συνόδου [*](Ath. Apol. c. Ari. 47.) ἐδέχθησαν: Ἀσκληπᾶς μὲν ὑπομνήματα ἐπιδείξας, ἐν οἷς ἐδέδεικτο Εὐσέβιος ὁ Παμφίλου ἅμα πλείοσι διαγνοὺς τὰ κατ̓ αὐτὸν, καὶ ἀποδοὺς τὴν ἀξίαν αὐτοῦ: Λούκιος δὲ, ὅτι οἱ κατηγοροῦντες αὐτοῦ φυγῇ ἐχρήσαντο. Προστάγματα οὖν τοῦ βασιλέως εἰς τὰς ἑαυτῶν ἐφοίτα πόλεις, κελεύοντα ἑτοίμως αὐτοὺς ὑποδέχεσθαι. Ἐν μὲν οὖν Ἀγκύρᾳ, Βασιλείου ἐξωθουμένου καὶ ἀντεισιόντος Μαρκέλλου, ταραχὴ οὐχ ἡ τυχοῦσα ἐγένετο, ἣ πρόφασιν λοιδορίας παρέσχε τοῖς τὰ ἐναντία φρονοῦσιν: Ἀσκληπᾶν δὲ ἑτοίμως Γαζαῖοι ἐδέξαντο. Ἐν δὲ τῇ Κωνσταντινουπόλει Μακεδόνιος Παύλῳ πρὸς ὀλίγον ὑπεξέστη, καθ̓ ἑαυτὸν ἐν ἰδιαζούσῃ ἐκκλησίᾳ τῆς πόλεως τὰς συνόδους ποιούμενος. Ὑπὲρ μέντοι Ἀθανασίου ὁ βασιλεὺς ἐπισκόποις τε καὶ κληρικοῖς καὶ λαοῖς περὶ τοῦ ἀσμένως αὐτὸν ὑποδεχθῆναι ἐπέστειλεν: ἔτι μὴν καὶ τὰ κατ̓ αὐτοῦ ἐν δικαστηρίοις πραχθέντα δἰ ἑτέρων γραμμάτων ἀφανισθῆναι ἐκέλευσε. Τὰ δὲ περὶ ἀμφοτέρων τούτων γραφέντα ἔστι τάδε. [*](Ath. Apol. c. Ari. 54.) Ἐπιστολὴ Κωνσταντίου ὑπὲρ Ἀθανασίου. Νικητὴς Κωνστάντιος, μέγιστος, Σεβαστὸς, ἐπισκόποις καὶ πρεσβυτέροις τῆς καθολικῆς ἐκκλησίας. Οὐκ ἀπελείφθη τῆς τοῦ Θεοῦ χάριτος ὁ αἰδεσιμώτατος ἐπίσκοπος Ἀθανάσιος.
93
Ἀλλ̓ εἰ καὶ ἐν βραχεῖ χρόνῳ τῇ κατὰ ἀνθρώπους δοκιμασίᾳ ὑπεβλήθη, ὅμως τὴν ὀφειλομένην παρὰ τῆς παντεφόρου προνοίας ἀπηνέγκατο ψῆφον: ἀπολαβὼν βουλήσει τοῦ κρείττονος καὶ κρίσει ἡμετέρᾳ τὴν πατρίδα ὁμοῦ καὶ τὴν ἐκκλησίαν, ἧς θείῳ νεύματι προστάτης ἐτύγχανε. Τούτῳ τὰ ἀκόλουθα ἔδει παρὰ τῆς ἡμετέρας ὑπᾶρξαι πρᾳότητος: ὥστε πάντα τὰ πρὸ τούτου κατὰ τῶν αὐτῷ κεκοινωνηκότων ὡρισμένα νῦν ἀμνηστίᾳ παραδοθῆναι, πᾶσάν [*](Cp. c. 41. Ath. Apol. c. Ari. 54.) τε ὑποψίαν τὴν κατ̓ αὐτοῦ σχολάσαι τοῦ λοιποῦ, τήν τε ἀτέλειαν ἧς ἔτυχον πάλαι οἱ ἅμα αὐτῷ κληρικοὶ, τούτοις βεβαιωθῆναι προσηκόντως. Ἀλλὰ μὴν καὶ τοῦτο τῇ εἰς αὐτὸν χάριτι προστεθῆναι ἐδικαιώσαμεν, ὥστε πάντας τοὺς τοῦ ἱεροῦ καταλόγου γινώσκειν ἐνδεδόσθαι τὸ ἄφοβον πᾶσι τοῖς αὐτῷ προστεθειμένοις, εἴτε ἐπισκοποῖς εἴτε κληρικοῖς. Ἱκανὸν δὲ γνώρισμα τῆς ἑκάστου ὀρθῆς προαιρέσεως ἔσται ἡ πρὸς τοῦτον ἕνωσις. Ὅσοι γὰρ ἂν, τῆς καλλίονος ὁμοῦ κρίσεώς τε καὶ μοίρας γενόμενοι, τὴν τούτου ἕλωνται κοινωνίαν, τούτους πάντας ἐκελεύσαμεν, καθ̓ ὁμοιότητα τῆς φθανούσης προνοίας, καὶ νῦν τῆς ὑφ̓ ἡμῶν βουλήσει τοῦ κρείττονος παρασχεθείσης χάριτος ἀπολαύειν. Ἄλλη ἐπιστολὴ τοῖς Ἀλεξανδρεῦσι πεμφθεῖσα. [*](Ath. ib. 55.) Νικητὴς Κωνστάντιος, μέγιστος, Σεβαστὸς, τῷ λαῷ τῆς κατὰ Ἀλεξάνδρειαν καθολικῆς ἐκκλησίας. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν, εἰδότες τε ὡς ἐπὶ πολὺ τῆς τοῦ ἐπισκοποῦντος προνοίας ἐστέρησθε, Ἀθανάσιον τὸν ἐπίσκοπον, ἄνδρα τοῖς πᾶσι διά τε τὴν προσοῦσαν ὀρθοτήτα καὶ διὰ τὴν οἰκείαν εὐτροπίαν γνώριμον, πάλιν πρὸς ὑμᾶς ἀποστεῖλαι ἐδικαιώσαμεν. Τοῦτον συνήθως καὶ προσηκόντως ὑποδεξάμενοι, καὶ ταῖς πρὸς τὸν Θεὸν εὐχαῖς βοηθὸν προστησάμενοι, τὴν ὑμῖν τε ἀπρέπουσαν καὶ ἡμῖν ἀρεστὴν ὁμόνοιαν καὶ εἰρήνην κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν διαρκῆ φυλάττειν σπουδάσατε. Οὐδὲ γὰρ εὔλογόν ἐστι, διχόνοιάν τινα ἢ στάσιν ἐν ὑμῖν κινηθῆναι ὑπεναντίαν τῆς τῶν ἡμετέρων καιρῶν εὐμοιρίας. Καὶ τοῦτο μὲν ἀπεῖναι ἀφ̓ ὑμῶν παντελῶς βουλόμεθα: τὸ δέ γε ταῖς εὐχαῖς ὑμᾶς διαρκῶς αὐτῷ, ὡς προείρηται, προστάτῃ καὶ ἐπικούρῳ χρωμένους πρὸς τὸ Θεῖον ἐμμένειν συνήθως παραινοῦμεν: ὡς ἂν τῆς τοιαύτης ὑμῶν προθέσεως εἰς τὰς ἁπάντων εὐχὰς διαβαινούσης, [*]([*wales. conj. a)koa/s]) καὶ ἐκ τῶν ἐθνῶν οἳ τῇ τῶν εἰδώλων πλάνῃ ἔτι καὶ νῦν προσανέχοντες ἐπὶ τὴν τῆς ἱερᾶς θρησκείας ἐπίγνωσιν προθυμότατα σπεύδοιεν, Ἀλεξανδρεῖς προσφιλέστατοι. Καὶ αὖθις οὖν παραινοῦμεν τοῖς προειρημένοις ἐμμένειν: τὸν δὲ ἐπίσκοπον ψήφῳ τοῦ κρείττονος καὶ ἡμετέρᾳ γνώμῃ ἀπεσταλμένον ἡδέως δέξασθε, καὶ πάσῃ ψυχῇ καὶ γνώμῃ ἀσπαστὸν ἡγήσασθε. Τοῦτο γὰρ καὶ ὑμῖν πρέπει, καὶ τῇ ἡμετέρᾳ πρᾳότητι προσήκειν συνέστηκεν. Ὑπὲρ γὰρ τοῦ πᾶσαν ἀνασοβὴν καὶ στάσεως πρόφασιν περιαιρεθῆναι τῶν ἐθελοκακίᾳ [*]([a)nas(??)bh=s Ath.])
94
χρωμένων, τοῖς παῤ ὑμῖν δικασταῖς διὰ γραμμάτων προσετάξαμεν ἅπαντας οὓς ἂν στασιώδεις καταμάθοιεν τῇ τῶν νόμων ὑποβάλλειν ἐκδικίᾳ. Ἀμφότερα τοίνυν συνορῶντες, καὶ τὴν ἡμετέραν μετὰ τοῦ κρείττονος γνώμην καὶ τὸν ὑπὲρ ὑμῶν καὶ τῆς ὁμονοίας λόγον, καὶ τὴν κατὰ τῶν ἀτάκτων τιμωρίαν, τὰ πρέποντα καὶ ἁρμόζοντα τῷ τῆς ἱερᾶς θρησκείας θεσμῷ διαφυλάττοντες, τὸν προειρημένον διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἄγοντες, τὰς εὐχὰς ἅμα αὐτῷ ὑπέρ τε ἑαυτῶν καὶ τῆς τοῦ βίου παντὸς εὐνομίας τῷ τῶν ὅλων Πατρὶ Θεῷ ἀναπέμπειν σπουδάζετε. [*](Ath. Apol. c. Ari. 56.) Ἐπιστολὴ περὶ τοῦ ἀφανισθῆναι τὰ πραχθέντα κατὰ Ἀθανασίου. [*]([Al. *au)goustoni/kh|]) Νικητὴς Κωνστάντιος Αὔγουστος Νεστορίῳ: τῷ δὲ αὐτῷ τύπῳ καὶ τοῖς ἐν Αὐγουστομνίκῃ καὶ Θηβαΐδι καὶ Λιβύῃ ἡγεμόσιν. Εἴ τί ποτε πρὸ τούτου ἐπὶ βλάβῃ καὶ ὕβρει τῶν κοινωνούντων Ἀθανασίῳ τῷ ἐπισκόπῳ πραχθὲν εὑρίσκεται, τοῦτο νῦν ἀπαλειφθῆναι βουλόμεθα: καὶ γὰρ τὴν ἀλειτουργησίαν, ἣν οἱ αὐτοῦ κληρικοὶ εἶχον, τὴν αὐτὴν πάλιν θέλομεν ἔχειν. Ταύτην δὲ τὴν ἡμετέραν πρόσταξιν φυλαχθῆναι βουλόμεθα: ὥστε ἀποδοθέντος Ἀθανασίου τοῦ ἐπισκόπου τῇ ἐκκλησίᾳ, τοὺς κοινωνοῦντας αὐτῷ ἔχειν ἀλειτουργησίαν ἣν ἀεὶ ἔσχον, ἣν καὶ οἱ λοιποὶ κληρικοὶ ἔχουσιν: ἵν̓ οὕτως ἔχοντες καὶ αὐτοὶ χαίρωσιν.

Ὡς Ἀθανάσιος ἐπὶ τὴν Ἀλεξάνδρειαν διὰ τῶν Ἱεροσολύμων παριὼν ὑπὸ Μαξίμου εἰς κοινωνίαν ἀνεδέχθη, καὶ σύνοδον ἐπισκόπων τὰ ἐν Νικαίᾳ κυροῦσαν συνήγαγεν.

Ταῖς τοιαύταις ἐπιστολαῖς ὀχυρωθεὶς Ἀθανάσιος ὁ ἐπίσκοπος, διὰ τῆς Συρίας ὁρμήσας τῆς Παλαιστίνης ἐπέβη: καταλαβών τε τὰ Ἱεροσόλυμα, καὶ τῷ ἐπισκόπῳ Μαξίμῳ καταφανῆ ποιήσας τά τε ὑπὸ τῆς ἐν Σαρδικῇ συνόδου γνωσθέντα, καὶ ὡς ὁ βασιλεὺς Κωνστάντιος τῇ ἐκείνων κρίσει ἐγένετο σύμψηφος, παρασκευάζει σύνοδον τῶν ἐκεῖ ἐπισκόπων γενέσθαι. Μάξιμός τε μηδὲν μελλήσας μετεπέμπετό τινας τῶν ἀπὸ Συρίας καὶ Παλαιστίνης ἐπισκόπων: καὶ καθίσας συνέδριον, ἀποδίδωσι καὶ αὐτὸς τὴν κοινωνίαν [*](Ath. Apol. c. Ari. 57.) Ἀθανασίῳ καὶ τὴν ἀξίαν. Γράφει τε καὶ αὐτὴ ἡ συνόδος τοῖς τε ἐν Ἀλεξανδρείᾳ, καὶ πᾶσι τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ ἐπισκόποις τὰ ἐγνωσμένα καὶ ἐψηφισμένα περὶ Ἀθανασίου: ἐφ̓ ᾧ σφόδρα κατεμωκήσαντο τοῦ Μαξίμου οἱ ἀπεχθῶς ἔχοντε πρὸς Ἀθανάσιον, ὅτι πρότερον καθελὼν αὐτὸν, αὖθις ἐκ μεταμελείας, ὡς μηδενὸς γενομένου, ψῆφον ὑπὲρ Ἀθανασίου ἐξήνεγκεν τήν τε κοινωνίαν

95
αὐτῷ καὶ τὴν ἀξίαν παρέχουσαν. Ταῦτα γνόντες Οὐρσάκιος καὶ Οὐάλης, οἱ περὶ τὸ Ἀρειάνιον δόγμα πρότερον διαπύρως σπουδάζοντες, καταγνόντες τότε τῆς προλαβούσης σπουδῆς ἐπὶ τὴν Ῥώμην ἀνῆλθον: βιβλίον τε μετανοίας τῷ ἐπισκόπῳ Ἰουλίῳ ἐπιδόντες, τῷ τε ὁμοουσίῳ συνέθεντο, καὶ γράμματα πρὸς Ἀθανάσιον διαπεμψάμενοι κοινωνεῖν αὐτῷ τοῦ λοιποῦ ὡμολόγησαν. Οὕτω μὲν οὖν τότε Οὐρσάκιος καὶ Οὐάλης, τοῖς ἐπὶ Ἀθανασίῳ γεγονόσιν ἡττηθέντες, ὡς ἔφην, τῷ ὁμοουσίῳ συνέθεντο. Ἀθανάσιος δὲ διὰ τοῦ Πηλουσίου ἐπὶ τὴν Ἀλεξάνδρειαν ἐπορεύετο: κατὰ πόλεις τε παριὼν ἐδίδασκε, τοὺς μὲν Ἀρειανίζοντας ἐκτρέπεσθαι, ἀσπάζεσθαι δὲ τοὺς τὸ ὁμοούσιον ὁμολογοῦντας. Ἔν τισι δὲ τῶν ἐκκλησίων καὶ χειροτονίας ἐποίει: καὶ τοῦτο γέγονεν ἀρχὴ ἑτέρας μέμψεως κατ̓ αὐτοῦ, ὅτι ἐν ταῖς ἄλλων παροικίαις χειροτονεῖν ἐπεχείρει. Τὰ μὲν οὖν κατὰ Ἀθανάσιον οὕτως τότε προέβαινεν.

Περὶ τῶν τυράννων Μαγνεντίου καὶ Βετρανίωνος.

Ἐν τούτῳ δὲ τὰ δημόσια οὐχ ἡ τυχοῦσα ταραχὴ διεδέχετο: περὶ ἦς ὅσα κεφαλαιώδη παραδραμεῖν οὐκ ἀναγκαῖον ἀναλαβόντες, βραχὺ λέξομεν. Ὅτι τοῦ κτίστου τῆς Κωνσταντινουπόλεως τελευτήσαντος, οἱ τρεῖς αὐτοῦ παῖδες τὴν βασιλείαν αὐτοῦ διεδέξαντο, ὡς [*](Supra i. 36.) ἐν τῷ πρὸ τούτου βιβλίῳ πεποιήμεθα μνήμην. Ἰστέον δὲ ὅτι συνεβασίλευσε τούτοις ἀνεψιὸς αὐτῶν, ᾧ ὄνομα Δαλμάτιος ὁμώνυμος τῷ ἰδίῳ πατρί: ὃν ἐπ̓ ὀλίγον συμβασιλεύσαντα οἱ στρατιῶται ἀνεῖλον, οὐ κελεύοντος Κωνσταντίου τὴν σφαγὴν, ἀλλὰ μὴ κωλύοντος. Ὡς δὲ Κωνσταντῖνος ὁ νέος τοῖς τοῦ ἀδελφοῦ μέρεσιν ἐπιὼν καὶ αὐτὸς ὑπὸ τῶν στρατιωτῶν συμβαλὼν ἀνῄρεθη, ἤδη πολλάκις πρότερον [*](Supra 5, 15.) εἴρηται. Μετὰ δὲ τὴν ἐκείνου ἀναίρεσιν ὁ Περσικὸς πρὸς Ῥωμαίους ἐκινήθη πόλεμος, καθ̓ ὃν Κωνστάντιος οὐδὲν ἔπραττεν εὐτυχῶς: νυκτομαχίας γὰρ περὶ τοὺς ὅρους Ῥωμαίων καὶ Περσῶν γενομένης, ἐπικρατέστερα τότε τὰ Περσῶν πρὸς ὀλίγον ἔδοξε γίνεσθαι. Καθ̓ ὃν καιρὸν οὔτε τὰ Χριστιανῶν ἡσύχαζεν, ἀλλὰ δἰ Ἀθανάσιον καὶ τὴν τοῦ ὁμοουσίου λέξιν περὶ τὰς ἐκκλησίας πόλεμος ἦν. Ἐν τούτοις καθεστώτων τῶν πραγμάτων, Μαγνέντιος περὶ τὰ ἑσπέρια

96
μέρη ἐπεφύη τύραννος: ὃς Κώνσταντα, τὸν τῶν ἑσπερίων μερῶν βασιλεύοντα, περὶ τὰς Γαλλίας διάγοντα ἐκ συσκευῆς ἀνεῖλε. Οὖ γενομένου, ἐμφύλιος μέγιστος ἀνερριπίσθη πόλεμος. Μαγνέντιος μὲν γὰρ ὁ τύραννος πάσης Ἰταλίας ἐκράτει, Ἀφρικήν τε καὶ Λιβύην ὑφ̓ ἑαυτῷ πεποίητο, καὶ αὐτὰς τὰς Γαλλίας ἔσχε λαβών. Ἐν Ἰλλυρικοῖς δὲ ἐν Σιρμίῳ πόλει ὑπὸ τῶν στρατιωτῶν ἕτερος ἐπῇρτο τύραννος: ὄνομα δὲ αὐτῷ Βετρανίων. Οὐ μὴν ἀλλὰ καὶ τὴν [*]([*kwnstan. ti/nou, *wal.]) Ῥώμην ταραχὴ κατεῖχεν: τοῦ Κωνσταντίου γὰρ ἀδελφιδοῦς ἦν, ᾧ Νεπωτιανὸς ὄνομα, ὃς ἀντεποιεῖτο τῆς βασιλείας χειρὶ μονομάχων δορυφορούμενος. Νεπωτιανὸν μὲν οὖν οἱ Μαγνεντίου καθεῖλον στρατηγοί: Μαγνέντιος δὲ ἐπιὼν πάντα τὰ ἑσπέρια κατεστρέφετο.

Ὡς τοῦ βασιλέως τῶν ἑσπερίων τελευτήσαντος αὖθις τῶν ἰδίων ἐξεβλήθησαν τόπων Παῦλος καὶ Ἀθανάσιος: καὶ ὡς Παῦλος μὲν εἰς ἐξορίαν ἀγόμενος ἀνῃρέθη: Ἀθανάσιος δὲ ἀπέδρα.

Τούτων δὲ πάντων τῶν κακῶν σύρροια ἐν βραχεῖ γέγονε [*](A.D. 350.) χρόνῳ: τετάρτῳ γὰρ ὕστερον ἔτει μετὰ τὴν ἐν Σαρδικῇ σύνοδον γέγονε, κατὰ τὴν ὑπατείαν Σεργίου καὶ Νιγριανοῦ. Τούτων ἀγγελθέντων, ἐδόκει μὲν εἰς Κωνστάντιον μόνον περιεληλυθέναι τὰ τῆς βασιλείας: αὐτοκράτωρ δὲ ἐν τοῖς ἀνατολικοῖς ἀναδειχθεὶς μέρεσι, κατὰ τῶν τυράννων παντοῖος ἦν εὐτρεπίζεσθαι. Καιρὸν δὲ εὔκαιρον οἱ πρὸς Ἀθανάσιον διαφερόμενοι εὑρηκέναι νομίσαντες, αὖθις κατ̓ αὐτοῦ καὶ μηδέπω τῆς Ἀλεξανδρείας ἐπιστάντος μεγίστας [*](Ath. Apol. ad Const. 2-10.) διαβολὰς ἐξειργάζοντο: διδάσκουσί τε τὸν βασιλέα Κωνστάντιον, ὡς εἴη πᾶσαν ἀνατρέπων Αἴγυπτον καὶ Λιβύην. Μάλιστα δὲ τὴν διαβολὴν ηὔξησε τὸ χειροτονίας αὐτὸν ἐν ἀλλοτρίαις παροικίαις ποιήσασθαι. Ἀθανάσιος δὲ ἐν τοσούτῳ καταλαβὼν τὴν Ἀλεξάνδρειαν συνόδους τῶν ἐν Αἰγύπτῳ ἐπισκόπων συνήθροισεν: οἱ ὁμόφωνα ἐψηφίσαντο τοῖς τότε ἐν Σαρδικῇ συνελθοῦσι καὶ τῇ παρὰ Μαξίμου ἐν τοῖς Ἱεροσολύμοις γενομένῃ συνόδῳ. Ὁ δὲ βασιλεὺς, καὶ αὐτὸς πάλαι τῇ Ἀρειανῇ κατεχόμενος δόξῃ, πάντα τὰ μικρὸν ἔμπροσθεν αὐτῷ δεδογμένα εἰς τοὐναντίον μετέστρεφε. Καὶ πρῶτον [*](Ath. Hist. Ari. 7.) μὲν τῆς Κωνσταντινουπόλεως τὸν ἐπίσκοπον Παῦλον ἐξόριστον γενέσθαι ἐκέλευσεν, ὃν οἱ ἀπαγαγόντες ἐν Κουκουσῷ τῆς Καππαδοκίας

97
ἀπέπνιξαν. Μαρκέλλου δὲ ἐκβληθέντος, αὖθις τῆς ἐν Ἀγκύρᾳ ἐκκλησίας ἐγκρατὴς Βασίλειος γέγονε. Λούκιος δὲ, ὁ τῆς [*](Ath. Hist. Ari. 19.) Ἀδριανουπόλεως, σιδηροδέσμιος ἐν εἱρκτῇ διεφθάρη. Τοσοῦτο δὲ ἐπεκράτησε τὰ περὶ Ἀθανασίου λεγόμενα, ὡς εἰς ἄμετρον ὀργὴν ἐκπεσεῖν τὸν βασιλέα, κελεῦσαί τε ἀναιρεθῆναι αὐτὸν, ἔνθα ἂν εὑρίσκοιτο: σὺν αὐτῷ δὲ Θεόδουλον καὶ Ὀλύμπιον, προεστῶτας ἐκκλησιῶν ἐν Θρᾴκῃ. Ἀθανάσιον δὲ τὰ τῷ βασιλεῖ δεδογμένα οὐκ ἔλαθεν: ἀλλὰ προαισθόμενος αὖθις φυγῇ ἐχρήσατο, καὶ οὕτως [*](Ath. Apol. de Fuga, 24, 1, 8.) τὴν ἀπειλὴν τοῦ βασιλέως διέφυγεν. Ταύτην αὐτοῦ τὴν φυγὴν διέβαλλον οἱ Ἀρειανίζοντες, καὶ μάλιστα Νάρκισσος ὁ Νερωνιάδος τῆς ἐν Κιλικίᾳ ἐπίσκοπος, καὶ Γεώργιος ὁ Λαοδικείας, καὶ Λεόντιος ὁ τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας τότε προεστηκὼς, ὅστις ἡνίκα πρεσβύτερος ἦν ἀφῃρέθη τῆς ἀξίας, ὅτι γυναικὶ συνδιημερεύων Εὐστολίῳ ὄνομα, καὶ τὴν εἰς αὐτὴν αἰσχρὰν ὑπόνοιαν ἐπικρύψαι [*](Ath. Hist. Ari. 28.) σπουδάσας, τῶν γεννητικῶν ἐξέτεμεν ἑαυτὸν, καὶ τοῦ λοιποῦ παρρησιέστερον τῇ γυναικὶ συνδιῆγεν, ὡς μὴ ἔχων δἰ ἃ εἰς αὐτὴν διεβάλλετο. Γνώμῃ δὲ καὶ σπουδῇ τοῦ βασιλέως Κωνσταντίου τῆς ἐν Ἀντιοχείᾳ ἐκκλησίας προεβλήθη ἐπίσκοπος μετὰ Στέφανον, ὃς Πλάκιτον διεδέδεκτο πρότερον. Τοσαῦτα μὲν περὶ τούτου.

Ὡς Μακεδόνιος τοῦ θρόνου ἐπιλαβόμενος πολλὰ κακὰ τοὺς μὴ φρονοῦντας τὰ αὐτοῦ πεποίηκε.

Τότε δὲ καὶ ἐν Κωνσταντινουπόλει Μακεδόνιος τῶν ἐκκλησιῶν ἐγκρατὴς γίνεται, Παύλου ἐκποδὼν γενομένου καθ̓ ὃν εἴρηται τρόπον: παρρησίαν τε παρὰ βασιλεῖ μεγίστην κτησάμενος, Χριστιανικὸν ἐκίνησε πόλεμον, οὐχ ἥττονα ἢ ὑπὸ τὸν αὐτὸν χρόνον ἐποίουν οἱ τύραννοι: πείσας τε τὸν βασιλέα συλλαμβάνεσθαι αὐτῷ πορθοῦντι τὰς ἐκκλησίας, παρασκευάζει νόμῳ κυροῦσθαι ὅσα κακῶς πράττειν ἐβούλετο. Καὶ τὸ ἐντεῦθεν κατὰ πόλεις μὲν νόμος προὐτίθετο, στρατιωτικὴ δὲ χεὶρ ὑπουργεῖν κεκέλευστο τοῖς τοῦ βασιλέως θεσπίσμασιν: ἐξωθοῦντό τε οἱ φρονοῦντες τὸ ὁμοούσιον οὐκ ἐκ τῶν ἐκκλησιῶν μόνον, ἀλλ̓ ἤδη καὶ ἐκ τῶν πόλεων. Καὶ τὸ μὲν πρότερον περὶ τὸ ἐξωθεῖν μόνον ἐσχόλαζον: προβαίνοντος δὲ τοῦ κακοῦ, ἐπὶ τὸ ἀναγκάζειν συγκοινωνεῖν αὐτοῖς ἐτρέποντο, μικρὰ τῶν ἐκκλησιῶν φροντίσαντες. Ἦν δὲ ἡ ἀνάγκη οὐ μείων ἧς πρότερον

98
παρέσχον οἱ τοῖς ἀγάλμασι προσκυνεῖν ἀναγκάσαντες. Καὶ γὰρ παντοίας αἰκίας προσέφερον, καὶ στρεβλώσεις ποικίλας καὶ δημεύσεις χρημάτων: ἐξορίαις τε πολλοὶ ὑπεβάλλοντο: καὶ οἱ μὲν ταῖς βασάνοις ἐναπέθνησκον, οἱ δὲ ἐφθείροντο κατὰ τὰς ἐξορίας ἀπαγόμενοι. Καὶ ταῦτα ἐγίνοντο κατὰ πάσας μὲν τὰς ἀνατολικὰς πόλεις, ἐξαιρέτως δὲ ἐν τῇ Κωνσταντινουπόλει. Τοῦτον μὲν οὖν τὸν ἐμφύλιον διωγμὸν, βραχὺν ὄντα πρότερον, εἰς τὴν ἐπισκοπὴν παρελθὼν Μακεδόνιος ηὔξησεν. Αἱ δὲ περὶ τὴν Ἑλλάδα πόλεις καὶ Ἰλλυριοὺς καὶ τὰ ἑσπέρια μέρη ἔμμενον ἔτι ἀσάλευτοι, τῷ συμφωνεῖν τε ἀλλήλοις καὶ τὸν παραδοθέντα ἐκ τῆς ἐν Νικαίᾳ συνόδου κανόνα κρατεῖν.