De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Τὴν δὲ τῶν θεῶν πρόνοιαν ἔστι μὲν καὶ ἐκ τουτων ἰδεῖν. Πόθεν γὰρ ἡ τάξις τῷ κόσμῳ, εἴπερ μηδὲν ἦν τὸ τάττον; Πόθεν δὲ τὸ πάντα τινὸς ἕνεκα γίνεσθαι, οἷον ἄλογον μὲν ψυχήν, ἵνα αἴσθησις ᾖ· λογικὴν δὲ ἵνα κοσμῆται ἡ γῆ; Ἔστι δὲ καὶ ἐκ τῆς περὶ τὴν φύσιν προνοίας ἰδεῖν. Τὰ μὲν γὰρ ὄμματα διαφανῆ πρὸς τὸ βλέπειν κατεσκεύασται· ἡ δὲ ῥὶς ὑπὲρ τὸ στόμα διὰ τὸ κρίνειν τὰ δυσώδη· τῶν δὲ ὀδόντων οἱ μέσοι μὲν ὀξεῖς, διὰ τὸ τέμνειν, οἱ δὲ ἔνδον πλατεῖς, διὰ τὸ τρίβειν τὰ σιτία. Καὶ πάντα δὲ ἐν πᾶσιν οὕτω κατὰ λόγον ὁρῶμεν. Ἀδύνατον δὲ ἐν μὲν τοῖς ἐσχάτοις τοσαύτην εἶναι πρόνοιαν, ἐν δὲ τοῖς πρώτοις μὴ εἶναι. Αἵ τε ἐν τῷ κόσμῳ μαντεῖαι καὶ θεραπεῖαι σωμάτων γινόμεναι τῆς ἀγαθῆς προνοίας εἰσὶ τῶν θεῶν. Τὴν δὲ τοιαύτην περὶ τὸν κόσμον ἐπιμέλειαν οὐδὲν βουλομένους οὐδὲ πονοῦντας τοὺς θεοὺς ἡγητέον ποιεῖσθαι· ἀλλ’ ὥσπερ τῶν σωμάτων τὰ δύναμιν ἔχοντα αὐτῷ τῷ εἶναι ποιεῖ ἃ ποιεῖ· οἷον ἥλιος φωτίζει καὶ θάλπει αὐτῷ μόνῳ τῷ εἶναι· οὕτω πολὺ μᾶλλον ἡ τῶν θεῶν πρόνοια αὐτῇ τε ἀπόνως καὶ τοῖς προνοουμένοις ἐπ’ ἀγαθῷ γίνεται· ὥστε καὶ αἱ τῶν Ἐπικουρείων λέλυνται ζητήσεις· τὸ γὰρ θεῖόν φασιν οὐδὲ αὐτὸ πράγματα ἔχειν, οὐδὲ ἄλλοις παρέχειν. Καὶ ἡ μὲν ἀσώματος περί τε τὰ σώματα καὶ τὰς ψυχὰς πρόνοια τῶν θεῶν ἐστι τοιαύτη· ἡ δὲ ἐκ τῶν σωμάτων καὶ ἐν τοῖς σώμασιν ἑτέρα τε ταύτης ἐστί, καὶ εἱμαρμένη καλεῖται, διὰ τὸ μᾶλλον ἐν τοῖς σώμασι φαίνεσθαι τὸν εἱρμόν, περὶ ἣν καὶ ἡ μαθηματικὴ εὕρηται τέχνη. Τὸ μὲν οὖν μὴ μόνον ἐκ θεῶν, ἀλλὰ καὶ ἐκ τῶν θείων σωμάτων διοικεῖσθαι τὰ ἀνθρώπινα πράγματα, καὶ μάλιστα τήν σωματικὴν φύσιν, εὔλογόν τέ ἐστι καὶ ἀληθές, καὶ διὰ τοῦτο ὑγίειάν τε καὶ νόσον, εὐτυχίας τε καὶ δυστυχίας, κατ’ ἀξίαν ἐκεῖθεν γίνεσθαι ὁ λόγος εὑρίσκει. Τὸ δὲ ἀδικίας τε καὶ ἀσελγείας εἰς τὴν εἱμαρμένην ἀποδιδόναι, ἡμᾶς μὲν ἀγαθούς, τοὺς δὲ θεοὺς ποιεῖν ἐστι κακούς· εἰ μὴ ἄρα ἐκεῖνο λέγειν ἐθέλοι τις, ὡς ὅλως μὲν τῷ κόσμῳ καὶ τοῖς κατὰ φύσιν ἔχουσιν ἐπ’ ἀγαθῷ γίνεται πάντα, τὸ δὲ τραφῆναι κακῶς ἢ τὴν φύσιν
σθενεστέρως ἔχειν τὰ παρὰ τῆς εἱμαρμένης ἀγαθὰ εἰς τὸ χεὶρον μεταβάλλει· σπερ τὸν ἤλιον ἀγαθὸν ὄντα πᾶσι, τοῖς ὀφθαλμιῶσιν ἢ πυρέσσουσι βλαδερὸν εἶναι συμδαίνει. Διὰ τί γὰρ Μασσαγέται μὲν τοὺς πατέρας ἐσθίουσιν, Ἐδραῖοι δὲ περιτέμνονται, Πέρσαι δὲ τὴν εὐγένειαν σώζουσι; πῶς δὲ Κρόνον τε χαὶ Ἂρην κακοποιοὺς λέγοντες πάλιν ποιοῦσιν ἀγαθούς, φιλοσοφίαν τε καὶ βασιλείαν, στρατηγίας τε καὶ θησαυροὺς εἰς ἐκείνους ἀνᾶγοντες; Εἰ δὲ τρίγωνα καὶ τετράγωνα λέξουσιν, ἄτοπον τὴν μὲν ἀνθρωπίνην ἀρετὴν πανταχοῦ τὴν αὐτὴν μένειν, τοὺς δὲ θεοὺς ἐκ τῶν τόπων μεταζάλλεσθαι. Τὸ δὲ καὶ πατέρων εὐγένειαν ἢ δυσγένειαν τ προλέγειν, ὡς οὐ πάντα ποιούντων, τινὰ δὲ σημαινόντων μόνον τῶν ἀστέρων διδάσκει· πῶς γὰρ ν τὰ πρὸ τῆς γενέσεως ἐκ τῆς γενέσεως γένοιτο; Ὣσπερ τοίνυν πρόνοια καὶ εἱμαρμένη ἐστὶ καὶ περὶ ἔθνη καὶ πόλεις, ἔστι δὲ καὶ περὶ ἕκαστον ἄνθρωπον· οὕτω καὶ τύχη, περὶ ἦς καὶ λέγειν ἀκόλουθον. Ἡ τοίνυν τὰ διάφορα καὶ τὰ παρ’ ἐλπίδα γινόμενα πρὸς ἀγαθὸν τάττουσα δύναμις τῶν θεῶν τύχη νομίζεται, καὶ διὰ τοῦτο μάλιστα κοινῇ τὰς πόλεις τὴν θεὸν προσήκει τιμᾶν· πᾶσα γὰρ πόλις ἐκ διαφόρων πραγμάτων συνίσταται. Ἐν τοῖς ὑπὸ σελήνην δὲ τὴν δύναμιν ἔχει, ἐπειδὴ ὑπὲρ σελήνην οὐδὲ ἒν ἐκ τύχης ἃν γένοιτο. Εἰ δὲ κακοὶ μὲν εὐτυχοῦσιν, ἀγαθοὶ δὲ πένονται, θαυμάζειν οὐ δεῖ· οἱ μὲν γὰρ πάντα, οἱ δὲ δι’ οὐδενὸς πλοῦτον ποιοῦσι. Καὶ τῶν μὲν κακῶν ἡ εὐτυχία οὐκ ἃν ἀφέλοι τὴν κακίαν, τοῖς δὲ ἀγαθοῖς ἡ ἀρετὴ μόνον ἀρκέσει.