De Deis et Mundo

Sallustius

Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

Ἔστι δέ τις δύναμις, οὐσίας μὲν δευτέρα, ψυχῆς δὲ πρώτη, ἔχουσα μὲν ἐκ τῆς οὐσίας τὸ εἶναι, τελειοῦσα δὲ τὴν ψυχήν, ὥσπερ ἥλιος τὰς ὄψεις. Τῶν δὲ ψυχῶν αἱ μέν εἰσι λογικαὶ καὶ ἀθάνατοι, αἱ δὲ ἄλογοι καὶ θνηταί. Καὶ αἱ μὲν ἐκ τῶν πρώτων, αἱ δὲ ἐκ τῶν δευτέρων παράγονται θεῶν. Πρῶτον δὲ ὅ, τιπέρ ἐστι ψυχὴ ζητητέον. Ὧι τοίνυν διαφέρει τὰ ἔμψυχα τῶν ἀψύχων, τοῦτό ἐστι ψυχή. Διαφέρει δὲ κινήσει, αἰσθήσει, φαντασίᾳ, νοήσει. Ἔστιν ἄρα ψυχή, ἄλογος μέν, ζωὴ αἰσθητικὴ καὶ φανταστική· λογικὴ δὲ αἰσθήσεως καὶ φαντασίας ἄρχουσα, καὶ λόγῳ χρωμένη. Καὶ ἡ μὲν ἄλογος τοῖς σωματικοῖς ἕπεται πάθεσιν· ἐπιθυμεῖ γὰρ ἀλόγως καὶ ὀργίζεται· ἡ δὲ λογικὴ τοῦ τε σώματος μετὰ λόγου καταφρονεῖ, καὶ πρὸς τὴν ἄλογον μαχομένη, κρατήσασα μὲν ἀρετήν, ἡττηθεῖσα δὲ κακίαν ποιεῖ. Ἀθάνατον δὲ αὐτὴν εἶναι ἀνάγκη, ὅτι τε γινώσκει θεούς· (θνητὸν δὲ οὐδὲν ἀθάνατον οἶδε·) τῶν τε ἀνθρωπίνων πραγμάτων ὡς ἀλλοτρίων καταφρονεῖ, καὶ τοῖς σώμασιν ὡς ἀσώματος ἀντιπέπονθε· καλῶν μὲν γὰρ καὶ νέων ὄντων ἁμαρτάνει, γηρώντων δὲ ἐκείνων ἀκμάζει. Καὶ πᾶσα μὲν σπουδαία ψυχὴ κέχρηται νῷ· νοῦν δὲ οὐδὲν σῶμα γεννᾷ· πῶς γὰρ ἂν τὰ ἀνόητα νοῦν γεννήσαι; Ὀργάνῳ τε χρωμένη τῷ σώματι, οὐκ ἔστιν ἐν τούτῳ· ὥσπερ οὐδὲ ὁ μηχανοποιὸς ἐν τοῖς μηχανοποιήμασι· καίτοι πολλὰ τῶν μηχανημάτων οὐδενὸς ἁπτομένου κινεῖται Εἰ δὲ ὑπὸ τοῦ σώματος παρατρέπεται πολλάκις, θαυμάζειν οὐ δεῖ· καὶ γὰρ καὶ αἱ τέχναι τῶν ὀργάνων βλαβέντων ἐνεργεῖν οὐκ ἂν δύναιντο.