De Deis et Mundo

Sallustius

Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

Οί δὲ περὶ τῆς ἀρετῆς καὶ κακίας λόγοι πάλιν τῶν περὶ ψυχῆς δέονται. Τῆς γὰρ ἀλόγου ούσης εἰς τὰ σώματα καὶ θυμὸν εὐθὺς καὶ ἐπιθυμίαν ποιούσης, ἡ λογικὴ τούτοις ἐφεστηκυῖα τριμερῆ ποιεῖ τὴν ψθχήν,ἐκ λόγου καὶ θυμοῦ καὶ ἐπιθυμίας. Ἀρετὴ δὲ λόγου μὲν φρόνησις, θυμοῦ δὲ ἀνδρεία, ἐπιθυμίας δὲ σωφροσύνη, ὄλης δὲ τῆς ψυχῆς δικαιοσύνη. Δεῖ γὰρ

τὸν λόγον κρίνειν τὰ δέοντα, τὸν δὲ θυμὸν λόγῳ πειθόμενοὑ τῶν δοκούντων δεινῶν καταφρονεῖν, τὴν δὲ ἐπιθυμίαν μὴ τὸ φαινόμενον ἡδύ, ἀλλὰ τὸ μετὰ λόγου διώκειν. Τούτων δὲ οὕτως ἐχόντων ὁ βίος γίνεται δίκαιος· ἡ γὰρ περὶ χρήματα δικαιοσύνη μικρόν τι μέρος ἐστὶν ἀρετῆς. Καὶ διὰ τοῦτο ἐν μὲν τοῖς πεπαιδευμένοις πάσας ἔστιν ἰδεῖν· ἐν δὲ τοῖς ἀπαιδεύτοις ὁ μέν ἐστιν ἀνδρεῖος καὶ ἄδικος, ὁ δὲ σώφρων καὶ ἀνόητος, ὁ δὲ φρόνιμος καὶ ἀκόλαστος· ὥσπερ οὐδὲ ἀρετὰς προσήκει καλεῖν λόγου τε ἐστερημένας, καὶ ἀτελεῖς οὔσας, καὶ τῶν ἀλόγων τισὶ παραγινομένας. Ἡ δὲ κακία ἐκ τῶν ἐναντίων θεωρείσθω· λόγου μὲν ἄνοια, θυμοῦ δὲ δειλία, ἐπιθυμίας δὲ ἀκολασία, ὅλης δὲ τῆς ψυχῆς ἀδικία. Γίνονται δὲ αἱ μὲν ἀρεταὶ ἐκ πολιτείας ορθῆς καὶ τοῦ τραφῆναι καλῶς καὶ παιδευθῆναι, αἱ δὲ κακίαι ἐκ τῶν ἐναντίων.