De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Αὐτὸν δὲ τὸν κόσμον ἄφθαρτόν τε καὶ ἀγέννητον εἶναι ἀνάγκη. Ἄφθαρτον μέν, ὅτι οὐκ ἔστι τούτου φθαρέντος ἢ χείρονα ἢ κρείττονα ποιῆσαι, ἢ τὸν αὐτόν, ἢ ἀκοσμίαν. Ἀλλ’ εἰ μὲν χείρονα, κακὸς ὁ ἐκ κρείττονος χεῖρον ποιῶν· εἰ δὲ κρείττονα, ἀδύνατος ὁ μὴ τὴν ἀρχὴν τὸ κρεῖττον ποιήσας· εἰ δὲ τὸν αὐτόν, μάτην ποιήσει· εἰ δὲ ἀκοσμίαν, ἀλλ’ οὐδὲ ἀκούειν τοῦτό γε θέμις. Ἀγέννητον δὲ ἱκανὰ μὲν δεῖξαι ταῦτα· εἰ γὰρ μὴ φθείρεται, οὐδὲ γέγονεν· ἐπειδὴ πᾶν τὸ γινόμενον φθείρεται, καὶ ὅτι ἀνάγκη διὰ τὴν τοῦ θεοῦ ἀγαθότητα ὄντος τοῦ κόσμου ἀεί τε τὸν θεὸν ἀγαθὸν εἶναι καὶ τὸν κόσμον ὑπάρχειν· ὥσπερ ἡλίῳ μὲν καὶ πυρὶ συνυφίσταται φῶς, σώματι δὲ σκιά. Τῶν δὲ ἐν τῷ κόσμῳ σωμάτων τὰ μὲν νοῦν μιμεῖται καὶ κύκλῳ κινεῖται, τὰ δὲ ψυχήν, καὶ ἐπ’ εὐθείας, πῦρ μὲν καὶ ἀὴρ ἄνω, γῆ δὲ καὶ ὕδωρ κάτω· τῶν δὲ κύκλῳ, ἡ μὲν
ἀπλανὴς ἀπ’ ἀνατολῆς· αἱ δὲ ἑπτὰ ἐκ δύσεως φέρονται. Αἰτίαι δὲ τούτων πολλαὶ μὲν καὶ ἄλλαι, καὶ τὸ μή, ταχείας τῆς περιόδου τῶν σφαιρῶν γινομένης, ἀτελῆ τὴν γένεσιν εἶναι. Διαφόρου δὲ κινήσεως οὔσης διαφέρειν καὶ τὴν φύσιν τῶν σωμάτων ἀνάγκη· καὶ μήτε καίειν μήτε ψύχειν τὸ οὐράνιον σῶμα μηδὲ ἄλλο τι ποιεῖν, ἃ τῶν τεσσάρων στοιχείων. Σφαίρας δὲ οὔσης τοῦ κόσμου, (ὁ γὰρ ζῳδιακὸς δείκνυσι τοῦτο) ἐπειδὴ σφαίρας πάσης τὸ κάτω μέσον ἐστί, πανταχόθεν γὰρ πλεῖστον ἀφέστηκε· τά τε βαρέα φέρεται κάτω, φέρεται δὲ εἰς γῆν. Ταῦτα δὲ πάντα ποιοῦσι μὲν θεοί, τάττει δὲ νοῦς, κινεῖ δὲ ψυχή. Καὶ περὶ μὲν θεῶν ἤδη προείρηται.