De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Κεφ. ϛ′.Περὶ τῶν ὑπερκοσμίων καὶ ἐγκοσμίων θεῶν.
Τῶν δὲ θεῶν οἱ μέν εἰσιν ἐγκόσμιοι, οἱ δὲ ὑπερκόσμιοι. Ἐγκοσμίους δὲ λέγω αὐτοὺς τοὺς τὸν κόσμοποιοῦντας θεούς. Τῶν δὲ ὑπερκοσμίων οἱ μὲν οὐσίας ποιοῦσι θεῶν, οἱ δὲ νοῦν, οἱ δὲ ψυχάς· καὶ διὰ τοῦτο τρεῖς ἔχουσι τάξεις, καὶ πάσας ἐν τοῖς περὶ τούτων λόγοις ἔστιν εὑρεῖν. Τῶν δὲ ἐγκοσμίων οἱ μὲν εἶναι ποιοῦσι τὸν κόσμον, οἱ δὲ αὐτὸν ψυχοῦσιν, οἱ δὲ ἐκ διαφόρων ὄντα ἁρμόζουσιν, οἱ δὲ ἡρμοσμένον φρουροῦσι. Τούτων δὲ ὄντων τεσσάρων πραγμάτων, καὶ ἑκάστου πρῶτα ἔχοντος, καὶ μέσα καὶ τελευταῖα, καὶ τοὺς διοικοῦντας δώδεκα εἶναι ἀνάγκη. Οἱ μὲν οὖν ποιοῦντες τὸν κόσμον Ζεὺς καὶ Ποσειδῶν ἐστι καὶ Ἥφαιστος, οἱ δὲ ψυχοῦντες Δημήτηρ καὶ Ἥρα καὶ Ἄρτεμις, οἱ δὲ ἁρμόζοντες Ἀπόλλων καὶ Ἀφροδίτη καὶ Ἑρμῆς, οἱ δὲ φρουροῦντες Ἑστία καὶ Ἀθηνᾶ καὶ Ἄρης. Αἰνίγματα δὲ τούτων ἐν τοῖς ἀγάλμασιν ἔστιν ἰδεῖν. Ὁ μὲν γὰρ Ἀπολλῶν λύραν ἁρμόζει, ὥπλισται δὲ ἡ Ἀθηνᾶ, γυμνἡ δὲ ἡ Ἀφροδίτη· ἐπειδὴ ἁρμονία μὲν τὸ κάλλος ποιεῖ, τὸ δὲ κάλλος ἐν τοῖς ὁρωμένοις οὐ κρύπτεται. Τούτων δὲ πρώτως ἐχόντων τὸν κόσμον, καὶ τοὺς ἄλλους ἐν τούτοις ἡγητέον εἶναι θεούς, οἷον Διόνυσον μὲν ἐν Διί, Ἀσκληπιὸν δὲ ἐν Ἀπόλλωνι, Χάριτας δὲ ἐν Ἀφροδίτῃ. Καὶ σφαίρας δὲ τούτων ἔστιν ἰδεῖν, Ἑστίας μὲν Γῆν, Ποσειδῶνος δὲ ὕδωρ, Ἥρας δὲ ἀέρα, Ἡφαίστου δὲ πῦρ, ἓξ δὲ τὰς ἀνωτέρας, ὧν ἔθος νομίζειν, θεῶν· Ἀπόλλωνα γὰρ καὶ Ἄρτεμιν ἀνθ’ ἡλίου καὶ σελήνης ληπτέον· τὴν Κρόνου δὲ Δήμητρι δοτέον, Ἀθηνᾷ μὲν
τὸν αἰθέρα· ὁ δὲ οὐρανὸς πάντων κοινός. Αἱ μὲν οὖν τάξεις καὶ δυνάμεις καὶ σφαῖραι τῶν δώδεκα θεῶν οὕτως εἴρηνταί τε καὶ ὕμνηνται.