De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Ἀκόλουθον δὲ τούτοις ἐστὶ τήν τε πρώτην αἰτίαν εἰδέναι, καὶ τὰς μετ’ ἐκείνην τάξεις τῶν θεῶν, καὶ τὴν κόσμου φύσιν, νοῦ τε καὶ ψυχῆς τὰς οὐσίας, πρόνοιάν
τε καὶ εἱμαρμένην καὶ τύχην, ἀρετήν τε καὶ κακίαν, καὶ τὰς ἐκ τούτων γινομένας ἀγαθάς τε καὶ φαύλας πολιτείας ἰδεῖν· καὶ πόθεν ἄρα τὰ κακὰ εἰς τὸν κόσμον ἀφίκετο. Τούτων δὲ ἕκαστον λόγων δεῖται πολλῶν καὶ μεγάλων, ἀλλ’ ὡς ἐν βραχέσιν εἰπεῖν, καὶ πρὸς τὸ μὴ παντελῶς ἀνηκόους εἶναι, οὐδὲν ἴσως λέγειν κωλύει. Τὴν πρώτην αἰτίαν μίαν τε εἶναι, προσήκει· παντὸς γὰρ πλήθους ἡγεῖται μονάς, δυνάμει τε καὶ ἀγαθότητι πάντα νικᾷ, καὶ διὰ τοῦτο πάντα μετέχειν ἐκείνης ἀνάγκη. Οὐδὲν γὰρ αὐτὴν ἄλλο κωλύσει διὰ τὴν δύναμιν, οὐδὲ ἑαυτὴν ἀφέξει δι’ ἀγαθότητα. Ἀλλ’ εἰ μὲν ἦν ψυχή, πάντα ἂν ἔμψυχα ἦν· εἰ δὲ νοῦς, πάντα νοερά· εἰ δὲ οὐσία, πάντα οὐσίας μετεῖχε. Τοῦτο δὲ ἐν πᾶσιν ἰδόντες τινές, ἐκεῖνο οὐσίαν ἐνόμισαν. Εἰ μὲν οὖν ἦν μόνον τὰ ὄντα, ἀγαθὰ δὲ οὐκ ἦν, ἀληθὴς ἦν ὁ λόγος· εἰ δὲ δι’ ἀγαθότητα ἔστι τε τὰ ὄντα, καὶ μετείληχεν ἀγαθοῦ, ὑπερούσιον μὲν ἀγαθὸν δὲ εἶναι τὸ πρῶτον ἀνάγκη. Σημεῖον δὲ μέγιστον· τοῦ γὰρ εἶναι διὰ τὸ ἀγαθὸν αἱ σπουδαῖαι καταφρονοῦσι ψυχαί, ὅταν ὑπὲρ πατρίδος ἢ φίλων ἢ ἀρετῆς κινδυνεύειν ἐθέλωσι. Μετὰ δὲ τὴν οὕτως ἄῤῥητον δύναμιν αἱ τῶν θεῶν τάξεις εἰσί.