De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Τῶν δὲ μύθων οἱ μέν εἰσι θεολογικοί, οἱ δὲ φυσικοί, οἱ δὲ ψυχικοί τε καὶ ὑλικοί, καὶ ἐκ τούτων μικτοί. Εἰσὶ δὲ θεολογικοὶ μὲν οἱ μηδενὶ σώματι χρώμενοι, ἀλλὰ τὰς οὐσίας αὐτὰς τῶν θεῶν θεωροῦντες· οἷον αἱ τοῦ Κρόνου καταπόσεις τῶν παίδων· ἐπειδὴ νοερὸς ὁ θεός, πᾶς δὲ νοῦς εἰς ἑαυτὸν ἐπιστρέφει, τήν οὐσίαν ὁ μῦθος αἰνίττεται τοῦ θεοῦ. Φυσικῶν δὲ τοὺς μύθους ἔστι θεωρεῖν, ὅταν τὰς περὶ τὸν κόσμον ἐνεργείας λέγῃ τις τῶν θεῶν, ὥσπερ ἤδη τινὲς χρόνον μὲν τὸν Κρόνον ἐνόμισαν, τὰ δὲ μέρη τοῦ χρόνου παῖδας τοῦ ὅλου καλέσαντες καταπίνεσθαι ὑπὸ τοῦ πατρὸς τοὺς παῖδάς φασιν. Ὁ δὲ ψυχικὸς τρόπος ἐστίν, αὐτῆς τῆς ψυχῆς τὰς ἐνεργείας σκοπεῖν, ὅτι καὶ τῶν ψυχῶν αἱ νοήσεις, κἂν εἰς τοὺς ἄλλους προέλθωσιν, ἀλλ’ οὖν ἐν τοῖς γεννήσασι μένουσιν. Ὑλικὸς δέ ἐστι καὶ ἔσχατος, ᾧ μάλιστα οἱ Αἰγύπτιοι δι’ ἀπαιδευσίαν ἐχρήσαντο, αὐτὰ τὰ σώματα θεοὺς νομίσαντες καὶ καλέσαντες· καὶ Ἶσιν μὲν τὴν γῆν, Ὄσιριν δὲ τὸ ὑγρόν, Τυφῶνα δὲ τὴν θερμότητα, ἢ Κρόνον μὲν ὕδωρ, Ἄδωνιν δὲ καρπούς, Διόνυσον δὲ οἶνον. Ταῦτα δὲ ἀνακεῖσθαι μὲν θεοῖς λέγειν, ὥσπερ καὶ βοτάνας καὶ λίθους καὶ ζῷα, σωφρονούντων ἐστὶν ἀνθρώπων, θεοὺς δὲ καλεῖν μαινομένων, εἰ μὴ ἄρα ὥσπερ τοῦ ἡλίου τὴν σφαῖραν, καὶ τὴν ἀπὸ τῆς σφαίρας ἀκτῖνα ἥλιον ἐν συνηθείᾳ καλοῦμεν. Τὸ δὲ μικτὸν εἶδος τῶν μύθων ἐν πολλοῖς μὲν καὶ ἄλλοις ἔστιν ἰδεῖν· καὶ μέντοι καὶ ἐν συμποσίῳ φασὶ τῶν θεῶν τὴν Ἔριν μῆλον ῥῖψαι χρυσοῦν, καὶ περὶ τούτου τὰς θεὰς φιλονεικούσας ὑπὸ τοῦ Διὸς πρὸς τὸν Πάριν πεμφθῆναι κριθησομένας· τῷ δὲ καλήν τε φανῆναι τὴν Ἀφροδίτην, καὶ ταύτῃ δοῦναι τὸ μῆλον. Ἐνταῦθα γὰρ τὸ μὲν συμπόσιον τὰς ὑπερκοσμίους δυνάμεις δηλοῖ τῶν θεῶν· καὶ διὰ τοῦτο μετ’ ἀλλήλῶν
εἰσί· τὸ δὲ χρυσοῦν μῆλον τὸν κόσμον, ὃς ἐκ τῶν ἐναντίων γενόμενος εἰκότως ὑπὸ τῆς Ἔριδος λέγεται ῥίπτεσθαι. Ἄλλων δὲ ἄλλα τῷ κόσμῳ χαριζομένων θεῶν, φιλονεικεῖν ὑπὲρ τοῦ μήλου δοκοῦσιν· ἡ δὲ κατ’ αἴσθησιν ζῶσα ψυχή, τοῦτο γάρ ἐστιν ὁ Πάρις, τὰς μὲν ἄλλας ἐν τῷ κόσμῳ δυνάμεις οὐχ ὁρῶσα, μόνον δὲ τὸ κάλλος, τῆς Ἀφροδίτης εἶναι τὸ μῆλόν φησι. Πρέπουσι δὲ τῶν μύθων οἱ μὲν θεολογικοὶ φιλοσόφοις, οἱ δὲ φυσικοὶ καὶ ψυχικοὶ ποιηταῖς, οἱ δὲ μικτοὶ τελεταῖς· ἐπειδὴ καὶ πᾶσα τελετὴ πρὸς τὸν Κόσμον ἡμᾶς καὶ πρὸς τοὺς θεοὺς συνάπτειν ἐθέλει. Εἰ δὲ δεῖ καὶ ἕτερον μῦθον εἰπεῖν, τὴν μητέρα τῶν θεῶν φασι τὸν Ἄττιν παρὰ τῷ Γάλλῳ κείμενον ἰδοῦσαν ποταμῷ, ἐρασθῆναί τε καὶ λαβοῦσαν τὸν ἀστερωτὸν αὐτῷ περιθεῖναι πῖλον, καὶ τοῦ λοιποῦ μεθ’ ἑαυτῆς ἔχειν. Ὁ δὲ νύμφης ἐρασθεὶς τὴν θεῶν μητέρα ἀπολιπών, τῇ νύμφῃ συνῆν, καὶ διὰ τοῦτο ἡ μήτηρ τῶν θεῶν ποιεῖ μανῆναι τὸν Ἄττιν, καὶ τὰ γόνιμα ἀποκοψάμενον ἀφεῖναι παρὰ τῇ νύμφῃ· πάλιν δὲ ἀνελθόντα αὐτῇ συνοικεῖν. Ἡ μὲν οὖν μήτηρ τῶν θεῶν ζωογόνος ἐστὶ θεά, καὶ διὰ τοῦτο μήτηρ καλεῖται· ὁ δὲ Ἄττις τῶν γινομένων καὶ φθειρομένων δημιουργός, καὶ διὰ τοῦτο παρὰ τῷ Γάλλῳ λέγεται εὑρεθῆναι ποταμῷ· ὃ γὰρ Γάλλος τὸν γαλαξίαν αἰνίττεται κύκλον, ἀφ’ οὗ τὸ παθητὸν ἔρχεσθαι σῶμα. Τῶν δὲ πρώτων θεῶν τελειούντων τοὺς δευτέρους, ἐρᾷ μὲν ἡ μήτηρ τοῦ Ἄττεως, καὶ οὐρανίους αὐτῷ δίδωσι δυνάμεις· τοῦτο γάρ ἐστιν ὁ πῖλος· ἐρᾷ δὲ ὅ Ἄττις τῆς νύμφης· αἱ δὲ νύμφαι γενέσεως ἔφοροι· πᾶν γὰρ τὸ γινόμενον ῥεῖ. Ἐπεὶ δὲ ἔδει στῆναι τὴν γένεσιν, καὶ μὴ τῶν ἐσχὰτων γενέσθαι τὸ χεῖρον, ὁ ταῦτα ποιῶν δημιουργός, δυνάμεις γονίμους ἀφεὶς εἰς τὴν γένεσιν, πάλιν συνάπτεται τοῖς θεοῖς. Ταῦτα δὲ ἐγένετο μὲν οὐδέποτε, ἔστι δὲ ἀεί. Καὶ ὁ μὲν νοῦς ἅμα πάντα ὁρᾷ, ὁ δὲ λόγος τὰ μὲν πρῶτα, τὰ δὲ δεύτερα λέγει. Οὕτω δὲ πρὸς τὸν κόσμον οἰκείως ἔχοντος τοῦ μύθου, ἡμεῖς τὸν κόσμον μιμούμενοι, (πῶς γὰρ ἂν μᾶλλον κοσμηθείημεν;) ἑορτὴν ἄγομεν διὰ ταῦτα. Καὶ πρῶτον μὲν καὶ αὐτοὶ πεσόντες ἐξ οὐρανοῦ καὶ τῇ νύμφῃ συνόντες ἐν κατηφείᾳ ἐσμὲν σίτου τε καὶ τῆς ἄλλης παχείας καὶ ῥυπαρᾶς τροφῆς ἀπεχόμεθα· ἑκάτερα γὰρ ἐναντία ψυχῇ· εἶτα δένδρου τομαὶ και νηστεία, ὥσπερ καὶ ἡμῶν ἀποκοπτομένων τὴν περαιτέρω τῆς γενέσεως πρόοδον· ἐπὶ τούτοις γάλακτος τροφή, ὥσπερ ἀναγεννωμένων· ἐφ’ οἷς ἱλαρεῖαι καὶ στέφανοι, καὶ πρὸς τοὺς θεοὺς οἷον ἐπάνοδος. Μαρτυρεῖ δὲ τούτοις καὶ τῶν δρωμένων καιρός· περὶ γὰρ τὸ ἔαρ καὶ τὴν ἰσημερίαν δρᾶται τὰ δρώμενα, ὅτε τοῦ μὲν γίνεσθαι παύεται τὰ γινόμενα, ἡμέρα δὲ μείζων γίνεται τῆς νυκτός, ὅπερ οἰκεῖον ἀναγομέναις ψυχαῖς. Περὶ γοῦν τὴν ἐναντίαν ἰσημερίαν ἡ τῆς Κόρης ἁρπαγή μυθολογεῖται γενέσθαι, ὃ δ’ κάθοδός ἐστι τῶν ψυχῶν. Τοσαῦτα περὶ μύθων εἰποῦσιν ἡμῖν αὐτοί τε οἱ θεοὶ καὶ τῶν γραψάντων τοὺς μύθους αἱ ψυχαὶ ἵλεῳ γένοιντο.