De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Τί δήποτε οὖν τούτους ἀφέντες τοὺς λόγους οἱ παλαιοὶ μύθοις ἐχρήσαντο, ζητεῖν ἄξιον. Καὶ τοῦτο πρῶτον ἐκ τῶν μύθων ὠφελεῖσθαι τό γε ζητεῖν καὶ μὴ ἀργὸν τὴν διάνοιαν ἔχειν. Ὅτι μὲν οὖν θεῖοι οἱ μῦθοι, ἐκ τῶν χρησαμένων ἔστιν ἰδεῖν. Καὶ γὰρ τῶν ποιητῶν οἱ θεόληπτοι, καὶ τῶν φιλοσόφων οἱ ἄριστοι, οἵ τε τὰς τελετὰς καταδείξαντες, καὶ αὐτοὶ δὲ ἐν χρησμοῖς οἱ θεοὶ μύθοις ἐχρήσαντο. Διὰ τί δὲ θεῖοι οἱ μῦθοι, φιλοσοφίας ζητεῖν. Ἐπεὶ τοίνυν πάντα τὰ ὄντα ὁμοιότητι μὲν χαίρει, ἀνομοιότητα δὲ ἀποστρέφεται, ἐχρῆν καὶ τοὺς περὶ θεῶν λόγους ὁμοίους εἶναι ἐκείνοις, ἵνα τῆς τε οὐσίας αὐτῶν ἄξιοι γίνωνται καὶ τοῖς λέγουσι τοὺς θεοὺς ποιῶσιν εὐμενεῖς, ὅπερ καὶ διὰ τῶν μύθων μόνως ἂν γένοιτο. Αὐτοὺς μὲν οὖν τοὺς θεοὺς κατὰ τὸ ῥητόν τε καὶ ἄῤῥητον, ἀφανές τε καὶ φανερόν, σαφές τε καὶ κρυπτόμενον οἱ μῦθοι μιμοῦνται καὶ τὴν τῶν θεῶν ἀγαθότητα· ὅτι ὥσπερ ἐκεῖνοι τὰ μὲν ἐκ τῶν αἰσθητῶν ἀγαθὰ κοινὰ πᾶσιν ἐποίησαν, τὰ δὲ ἐκ τῶν νοητῶν μόνοις τοῖς ἔμφροσιν, οὕτως οἱ μῦθοι τὸ μὲν εἶναι θεοὺς πρὸς ἅπαντας λέγουσι, τίνες δὲ οὗτοι καὶ ὁποῖοι, τοῖς δυναμένοις εἰδέναι. Καὶ τὰς ἐνεργείας δὲ μιμοῦνται τῶν θεῶν· ἔξεστι γὰρ καὶ τὸν κόσμον μῦθον εἰπεῖν, σωμάτων μὲν καὶ χρημάτων ἐν αὐτῷ φαινομένων, ψυχῶν δὲ καὶ νόων κρυπτομένων. Πρὸς δὲ τούτοις τὸ μὲν πάντας τὴν περὶ θεῶν ἀλήθειαν διδάσκειν ἐθέλειν τοῖς μὲν ἀνοήτοις, διὰ τὸ μὴ δύνασθαι μανθάνειν, καταφρόνησιν, τοῖς δὲ σπουδαίοις ῥᾳθυμίαν ἐμποιεῖ· τὸ δὲ διὰ μύθων τ’ ἀληθὲς ἐπικρύπτειν τοὺς μὲν καταφρονεῖν οὐκ ἐᾷ, τοὺς δὲ φιλοσοφεῖν ἀναγκάζει. Ἀλλὰ διὰ τί μοιχείας καὶ κλοπὰς καὶ πατέρων δεσμοὺς καὶ τὴν ἄλλην ἀτοπίαν ἐν τοῖς μύθοις εἰρήκασιν; ἢ καὶ τοῦτο ἄξιον θαύματος, ἵνα διὰ τῆς φαινομένης ἀτοπίας εὐθὺς ἡ ψυχὴ τοὺς μὲν λόγους ἡγήσηται προκαλύμματα, τὸ δὲ ἀληθὲς ἀπόῤῥητον εἶναι νομίσῃ;