De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Καὶ ὁ μὲν ἀκούων ἔστω τοιοῦτος· οἱ δὲ λόγοι τοιοίδε γενέσθωσαν. Αἱ τῶν θεῶν οὐσίαι οὐδὲ ἐγένοντο· (τὰ γὰρ ἀεὶ ὄντα οὐδέποτε γίνονται. Ἀεὶ δέ εἰσιν, ὅσα δύναμίν τε ἔχει τὴν πρώτην καὶ πάσχειν οὐδὲν πέφυκεν). Οὐδὲ ἐκ σωμάτων εἰσί· καὶ γὰρ τῶν σωμάτων αἱ δυνάμεις ἀσώματοι. Οὐδὲ τόπῳ περιέχονται· σωμάτων γὰρ τοῦτό γε. Οὐδὲ τῆς πρώτης αἰτίας ἢ ἀλλήλων χωρίζονται, ὥσπερ οὐδὲ νοῦ αἱ νοήσεις οὐδὲ ψυχῆς αἱ ἐπιστῆμαι.