De Deis et Mundo

Sallustius

Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.

Περὶ μὲν οὖν θεῶν καὶ κόσμον καὶ τῶν ἀνθρωπίνων πραγμάτων τοῖς μήτε διὰ φιλοσοφίας ἀχθῆναι δυναμένοις, μηδὲ τὰς ψυχὰς ἀνιάτοις, ἀρκέσει ταῦτα. Περὶ δὲ τό μὴ γενέσθαι ταῦτα ποτέ, μηδὲ ἀλλήλων χωρίζεσθαι λείπεται λέγειν, ἐπειδὴ καὶ ἡμεῖς ἐν τοῖς λόγοις ὑπὸ τῶν πρώτων τὰ δεύτεραεἰπομεν γίνεσθαι. Πᾶν τὸ γινόμενον ἢ τέχνῃ, ἢ φύσει, ἢ κατὰ δύναμιν γίγνεται. Τὰ μὴν οὖν κατὰ τέχνην, ἢ φύσιν ποιοῦντα πρότερα εἶναι τῶν ποιουμένων ἀνάγκη· τὰ δὲ κατὰ δύναμιν μεθ’ ἑαυτῶν συνίστησι τὰ γινόμενα, ἐπειδὴ καὶ τὴν δύναμιν ἀχώριστον ἔχει· ὥσπερ δὴ ἥλιος μὲν φῶς, πῦρ δὲ θερμότητα, χιὼν δὲ ψυχρότητα. Εἰ μὲν οὖν τέχνῃ τὸν κόσμον ποιοῦσι θεοί, οὐ τὸ εἶναι, τὸ δὲ τοιόνδε εἶναι ποιοῦσι· πᾶσα γὰρ τέχνη τὸ εἶδος ποιεῖ. Πόθεν οὖν τὸ εἶναι τῷ κόσμῳ; Εἰ δὲ φύσει, πῶς τὸ φύσει ποιοῦν οὐχ ἑαυτοῦ τι δίδωσι τῷ γινομένῳ; ἀσωμάτων δὲ θεῶν ὄντων ἐχρῆν καὶ τὸν κόσμον ἀσώματον εἶναι. Εἰ δὲ τοὺς θεοὺς σώματα λέγοι τις, πόθεν τῶν ἀσωμάτων ἡ δύναμις; Εἰ δὲ τοῦτο συγχωρήσαιμεν, φθειρομένου τοῦ κόσμου τὸν ποιήσαντα φθείρεσθαι ἀνάγκη, εἴπερ κατὰ φύσιν ποιεῖ. Εῖ δὲ μὴ τέχνῃ μηδὲ φύσει τὸν κόσμον ποιοῦσι θεοί, δυνάμει λείπεται μόνον. Πᾶν δὲ τὸ δυνάμει γινόμενον τῷ τὴν δύναμιν ἔχοντι συνυφίσταται. Καὶ οὐδὲ ἀπολέσθαι ποτὲ τὰ οὕτως γινόμενα δύναται, εἰ μή τις τοῦ ποιοῦντος ἀφέλοι τὴν δύναμιν· ὥστε οἱ τὸν κόσμον φθείροντες θεοὺς μὴ εἶναι λέγουσιν, ἢ θεοὺς εἶναι λέγοντες τὸν θεὸν ποιοῦσιν ἀδύνατον. Δυνάμει μὲν οὖν πάντα

ποιῶν ἑαυτῷ συνυφίστησι πάντα. Μεγίστης δὲ δυνάμεως οὔσης οὐκ ἀνθρώπους ἔδει καὶ ζῷα μόνον ποιεῖν, ἀλλὰ θεούς τε καὶ ἀνθρώπους καὶ δαίμονας. Καὶ ὅσῳ τῆς ἡμετέρας φύσεως διαφέρει ὁ πρῶτος θεός, τοσούτῳ πλείους εἶναι τὰς μεταξὺ ἡμῶν τε κἀκείνου δυνάμεις ἀνάγκη. Πάντα γὰρ πλεῖστον ἀλλήλων κεχωρισμένα πολλὰ ἔχει τὰ μέσα.