De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Ἀλλὰ πῶς θεῶν ἀγαθῶν ὄντων καὶ πάντα ποιούντων, τὰ κακὰ τῷ κόσμῳ; Ἢ πρῶτον μὲν αὐτὸ τοῦτο ῥητέον, ὅτι ἀγαθῶν οντων καὶ πάντα ποιούντων, κακοῦ φύσις οὐκ ἔστιν, ἀπουσίᾳ δὲ ἀγαθοῦ γίνεται, ὥσπερ καὶ σκότος αὐτὸ μὲν οὐκ ἔστιν, ἀπουσίᾳ δὲ φωτὸς γίνεται. Ἀνάγκη δέ, εἴπερ ἔστιν, ἢ ἐν θεοῖς εἶναι, ἢ νοῖς, ἢ ψυχαῖς, ἢ σώμασιν. Ἀλλ’ ἐν μὲν θεοῖς οὐκ ἔστιν, ἐπειδὴ πᾶς θεὸς ἀγαθός. Εἰ δὲ νοῦν τίς φησι κακόν, νοῦν ἀνόητον λέγει· εἰ δὲ ψυχήν, χείρονα ποιήσει σώματος· πᾶν γὰρ σῶμα καθ’ ἑαυτὸ κακίαν οὐκ ἔχει· εἰ δὲ ἐκ ψυχῆς καὶ σώματος, ἄλογον, κεχωρισμένα μὲν μὴ εἶναι κακά, συνελθόντα δὲ κακίαν ποιεῖν. Εῖ δὲ δαίμονάς τις λέγει κακούς, εἰ μὲν ἐκ θεῶν τὴν δύναμιν ἔχουσιν, οὐκ ἂν εἶεν κακοί, εἰ δὲ ἀλλαχόθεν, οὐ πάντα ποιοῦσιν οἱ θεοί. Εἰ δὲ μὴ πάντα ποιοῦσιν, ἢ βουλόμενοι οὐ δύνανται, ἢ δυνάμενοι οὐ βούλονται· ὦν οὐδέτερον πρέπει θεῷ. Ὅτι μὲν οὖν οὐδὲν ἐν τῷ κόσμῳ φύσει κακόν, ἐκ τούτων ἔστιν ἰδεῖν. Περὶ δὲ τὰς τῶν ἀνθρώπων ἐνεργείας, καὶ τούτων οὐ πάντων, οὐδὲ ἀεὶ φαίνεται τὰ κακά. Ταῦτα δέ, εἰ μὲν δι’ αὐτὸ τὸ κακὸν ἡμάρτανον ἄνθρωποι, αὐτὴ ἂν ἦν ἡ φύσις κακή· εἰ δὲ ὁ μὲν μοιχεύων τὴν μέν μοιχείαν ἡγεῖται κακόν, τὴν δὲ ἡδονὴν ἀγαθόν· ὁ δὲ φονεύων τὸν μὲν φόνον ἡγεῖται κακόν, τὰ δὲ χρήματα ἀγαθά· ὁ δὲ ἐχθρὸν κακῶς ποιῶν τὸ μὲν κακῶς ποιῆσαι κακόν, τὸ δὲ τὸν ἐχθρὸν ἀμύνασθαι ἀγαθόν, καὶ πάντα οὕτως ἁμαρτάνει ψυχή, δι’ ἀγαθότητα γίνεται τὰ κακά· (ὥσπερ διὰ τὸ φῶς μὴ εἶναι γίνεται
σκότος φύσει μὴ ὄν) ἁμαρτάνει μὲν οὖν ψυχή, ὅτι ἐφίεται ἀγαθοῦ, πλανᾶται δὲ περὶ τὸ ἀγαθόν, ὅτι μὴ πρώτη ἐστὶν οὐσία. Ὑπὲρ δὲ τοῦ μὴ πλανᾶσθαι, καὶ πλανηθεῖσαν θεραπεύεσθαι, πολλὰ παρὰ θεῶν γινόμενα ἔστιν ἰδεῖν. Καὶ γὰρ τέχναι καὶ ἐπιστῆμαι καὶ ἀραί, εὐχαί τε καὶ θυσίαι καὶ τελεταί, νόμοι τε καὶ πολιτεῖαι, δίκαι τε καὶ κολάσεις διὰ τὸ κωλύειν ψυχὰς ἁμαρτάνειν ἐγένοντο· καὶ τοῦ σώματος ἐξελθούσας θεοὶ καθάρσιοι καὶ δαίμονες τῶν ἁμαρτημάτων καθαίρουσι.