De Deis et Mundo
Sallustius
Sallustius. Fragmenta Philosophorum Graecorum, Vol. 3. Mullach, Friedrich Wilhelm August, editor. Paris: Firmin-Didot, 1881.
Εἰ δέ τις τὸ μὲν θεοὺς μὴ μεταβάλλεσθαι εὔλογόν τε ἡγεῖται καὶ ἀληθές, ἀπορεῖ δέ, πῶς ἀγαθοῖς μὲν χαίρουσι, κακοὺς δὲ ἀποστρέφονται, καὶ ἁμαρτάνουσι μὲν ὀργίζονται, θεραπευόμενοι δὲ ἵλεῳ γίνονται, ῥητέον ὡς οὐ χαίρει θεός· τὸ γὰρ χαῖρον καὶ λυπεῖται· οὐδὲ ὀργίζεται· πάθος γὰρ τὸ ὀργίζεσθαι· οὐδὲ δώροις θεραπεύεται· ἡδονῇ γὰρ ἂν ἡττηθείη. Οὐδὲ θέμις ἐκ τῶν ἀνθρωπίνων πραγμάτων οὔτε καλῶς οὔτε κακῶς ἔχειν τὸ θεῖον. Ἀλλ’ ἐκεῖνοι μὲν ἀγαθοί τέ εἰσιν ἀεί, καὶ ὠφελοῦσι μόνον, βλάπτουσι δὲ οὐδέποτε, κατὰ τὰ αὐτὰ ὡσαύτως ἔχοντες. Ἡμεῖς δὲ ἀγαθοὶ μὲν ὄντες δι’ ὁμοιότητα θεοῖς συναπτόμεθα, κακοὶ δὲ γενόμενοι δι’ ἀνομοιότητα χωριζόμεθα· καὶ κατ’ ἀρετὰς ζῶντες ἐχόμεθα τῶν θεῶν, κακοὶ δὲ γενόμενοι ἐχθροὺς ἡμῖν ποιοῦμεν ἐκείνους, οὐκ ἐκείνων ὀργιζομένων, ἀλλὰ τῶν ἁμαρτημάτων θεοὺς μὲν ἡμῖν οὐκ ἐώντων ἐλλάμπειν, δαίμοσι δὲ κολαστικοῖς συναπτόντων. Εἰ δὲ εὐχαῖς καὶ θυσίαις λύσιν τῶν ἁμαρτημάτων εὑρίσκομεν, οὕτε τοὺς θεοὺς θεραπεύομεν, οὔτε μεταβάλλομεν, ἀλλὰ διὰ τῶν δρωμένων καὶ τῆς πρὸς τὸ θεῖον ἐπιστροφῆς τὴν ἡμετέραν κακίαν ἰώμενοι πάλιν τῆς τῶν θεῶν ἀγαθότητος ἀπολαύομεν. Ὥστε ὅμοιον, τὸν θεὸν λέγειν τοὺς κακοὺς ἀποστρέφεσθαι, καὶ τὸν ἥλιον τοῖς ἐστερημένοις τῶν ὄψεων κρύπτεσθαι.