Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἰωάννης δὲ ἄριστα τῆς Κωνσταντινουπόλεως ἐκκλησίας

802
ἐπιτροπεύων, πολλοὺς μὲν ἐκ τῶν Ἑλλήνων, πολλοὺς δὲ ἐκ τῶν αἱρέσεων ἐπήγετο. Συνέρρει δὲ πρὸς αὐτὸν ἑκάστοτε πλῆθος, τῶν μὲν, ἐπ̓ ὠφελείᾳ ἀκουσομένων, τῶν δὲ, ἀπόπειραν ληψομένων. Ἅπαντάς τε ᾕρει, καὶ τὰ αὐτὰ δοξάζειν αὐτῷ περὶ τὸ θεῖον ἔπειθε.

Τοσοῦτον δὲ πρὸς αὐτὸν τὸ πλῆθος ἐκεχήνεσαν, καὶ τῶν αὐτοῦ λόγων κόρον οὐκ εἶχον, ὥστε, ἐπεὶ ὠστιζόμενοι καὶ περιθλίβοντες ἀλλήλους ἐκινδύνευον, ἕκαστος προσωτέρω ἰέναι βιαζόμενος ὅπως ἐγγὺς παρεστὼς ἀκριβέστερον αὐτοῦ λέγοντος ἀκούοι, μέσον ἑαυτὸν πᾶσι παρέχων, ἐπὶ τοῦ βήματος τῶν ἀναγνωστῶν καθεζόμενος ἐδίδασκεν.

Ἐν καιρῷ δέ μοι δοκεῖ, τὸ συμβὰν ἐπὶ αὐτοῦ θαῦμα συμπεριλαβεῖν τῇ γραφῇ. Ἀνήρ τις τῆς Μακεδονίου αἱρέσεως, τοιαύτῃ γυναικὶ συνῴκει: περιτυχὼν δὲ αὐτῷ διδάσκοντι ὅπως χρὴ περὶ Θεοῦ δοξάζειν, ἐπαινέτης ἦν τοῦ δόγματος, καὶ τὴν γυναῖκα ὁμοφρονεῖν αὐτῷ παρεκάλει. Ἐπεὶ δὲ τῇ πρὸ τούτου συνηθείᾳ, καὶ ταῖς ὁμιλίαις

803
τῶν γνωρίμων γυναικῶν ἡττᾶτο, καὶ πολλάκις νουθετῶν ὁ ἀνὴρ οὐδὲν ἤνυεν, Εἰ μὴ, φησὶ, κοινωνήσεις μοι τῶν θείων, οὐδὲ τοῦ βίου κοινωνὸς ἔσῃ μοι τοῦ λοιποῦ.

Ἐνταῦθα δὲ ἡ γυνὴ συνθεμένη τοῦτο ποιεῖν, κοινοῦται τινὶ τῶν θεραπαινίδων ἣν ἡγεῖτο πιστὴν, καὶ παραλαμβάνει συνεργὸν ἐς ἀπάτην τοῦ ἀνδρός. Περὶ δὲ τὸν καιρὸν τῶν μυστηρίων: ἴσασι δὲ οἱ μεμυημένοι ὃ λέγω: ἡ μὲν, ὅπερ ἐδέξατο κατέχουσα, ὡς εὐξομένη ἐπέκυψε. Παρεστῶσα δὲ αὐτῇ ἡ θεράπαινα, λάθρα δέδωκεν ὃ μετὰ χεῖρας ἦλθε φέρουσα:

τὸ δὲ πρὸς τοῖς ὀδοῦσι λίθος ἐπήγνυτο. Περιδεὴς δὲ γενομένη ἡ γυνὴ μή τι πάθοι, θεῖον οὕτω πρᾶγμα ἐπ̓ αὐτῇ συμβὰν, δρομαία ἐπὶ τὸν ἐπίσκοπον ἐλθοῦσα, ἑαυτὴν κατεμήνυσε: καὶ τὸν λίθον ἐπέδειξεν, εἰκόνα φέροντα τοῦ δήγματος, ἀγνῶτα δὲ τὴν ὕλην, καὶ

804
παράξενόν τι δεικνύντα χρῶμα: σὺν δάκρυσί τε συγγνώμην αἰτήσασα, ὁμοφρονοῦσα τῷ ἀνδρὶ συνῆν.

Ἀλλὰ τάδε μὲν εἴ τῳ μὴ πιθανὰ δοκεῖ, μάρτυς αὐτὸς ὁ λίθος, εἰσέτι νῦν ἐν τοῖς κειμηλίοις τῆς ἐκκλησίας Κωνσταντινουπόλεως φυλαττόμενος.