Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἐγένετο, ὡς αὐτίκα ἁλωσομένη. Ἀγαθὴ δὲ γνώμη ἐκράτει πρὸς τὰ παρόντα δεινά. Ὁ γὰρ βασιλεὺς

800
μηδὲν μελλήσας, τὸν μὲν Γαϊνᾶν πολέμιον ἀνεκήρυξε: τοὺς δὲ περιλειφθέντας ἐν τῇ πόλει βαρβάρους,

ἀναιρεθῆναι προσέταξεν. Ἐπιθέμενοι δὲ τούτοις οἱ στρατιῶται, ἀναιροῦσι τοὺς πλείστους: τὴν δὲ καλουμένην τῶν Γότθων ἐκκλησίαν ἐμπιπρῶσιν: ὡς εἰς συνήθη γὰρ εὐκτήριον οἶκον ἐνθάδε ἠθροισμένοι ἐτύγχανον, οἷς οὐκέτι φυγεῖν ἐξεγένετο, τῶν πυλῶν κεκλεισμένων.

Ταῦτα δὲ μαθὼν ὁ Γαϊνᾶς, διὰ Θρᾴκης ἐλάσας ἧκεν εἰς Χερρόνησον, καὶ τὸν Ἑλλήσποντον περαιοῦσθαι ἐσπούδαζε. Διενοεῖτο γὰρ ὡς εἰ τῆς ἀντιπέραν Ἀσίας κρατήσειε, ῥᾳδίως πάντα τὰ πρὸς ἕω τῆς ἀρχομένης ἔθνη ὑφ̓ ἑαυτὸν ποιήσει. Παῤ ἐλπίδας δὲ αὐτῷ καὶ τάδε ἀπήντα,

θείᾳ ῥοπῇ κἀνταῦθα Ῥωμαίων χρησαμένων. Παρῆν μὲν γὰρ στρατιὰ κατὰ γῆν καὶ θάλατταν, παρὰ βασιλέως ἀπεσταλμένη, ἧς ἡγεῖτο Φλαβίτας, ἀνὴρ βάρβαρος τὸ γένος, ἀγαθὸς δὲ τὸν τρόπον καὶ στρατηγικός. Οἱ δὲ βάρβαροι ναῦς μὴ ἔχοντες, ἐπὶ σχεδιῶν ἐπειρῶντο διεκπλεῖν

801
τὸν Ἑλλήσποντον πρὸς τὴν ἀντικρὺ ἤπειρον. Ἐξαπίνης δὲ πολὺς ἐπιπνεύσας Ζέφυρος τὰς σχεδίας διέλυσε σὺν βίᾳ,

καὶ κατὰ τούτων τὰς Ῥωμαίων ναῦς ἤλαυνε. Τῶν δὲ βαρβάρων, οἱ πλείους μὲν, αὐτοῖς ἵπποις ὑποβρύχιοι ἐγένοντο: οἱ δὲ, ὑπὸ τῶν στρατιωτῶν ἀνῃρέθησαν. Ὁ δὲ Γαϊνᾶς ἅμα ὀλίγοις περισωθεὶς τότε, οὐ πολλῷ ὕστερον ἀνὰ τὴν Θρᾴκην ἀλώμενός τε καὶ φεύγων, ἑτέρᾳ στρατιᾷ περιέπεσε, καὶ σὺν τοῖς ἀμφ̓ αὐτὸν βαρβάροις ἀπώλετο. Τοῦτο τῶν Γαϊνᾶ τολμημάτων, καὶ τοῦ βίου τὸ τέλος.

Ὁ δὲ Φλαβίτας λαμπρὸς ἐν ταύτῃ τῇ μάχῃ γενόμενος, χειροτονεῖται ὕπατος. Ἐν δὲ τῷ τότε αὐτοῦ καὶ Βικεντίου ὑπατευόντων, τίκτεται τῷ βασιλεῖ παῖς, τῷ πάππῳ ὁμώνυμος. Ἀρχομένης δὲ τῆς ἑξῆς ὑπατείας, ἀναγορεύεται Σεβαστός.