Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ Ἰωάννης πυθόμενος ὑπὸ ἀναξίων τὰς ἐν Ἀσίᾳ καὶ πέριξ ἐκκλησίας ἐπιτροπεύεσθαι, καὶ τοὺς μὲν, λήμμασι καὶ δωροδοκίαις, τοὺς δὲ, χάριτι ὑπαγομένους τὰς ἱερωσύνας ἀπεμπωλεῖν, ἧκεν εἰς Ἔφεσον: καθελών τε δέκα καὶ τρεῖς ἐπισκόπους, τοὺς μὲν ἐν Λυκίᾳ καὶ Φρυγίᾳ, τοὺς δὲ ἐν αὐτῇ τῇ Ἀσίᾳ, ἑτέρους ἀντ̓ αὐτῶν κατέστησε.

Τῆς δὲ Ἐφεσίων ἐκκλησίας, ἔτυχε γὰρ ὁ τότε ἐνθάδε ἐπισκοπῶν τελευτήσας, Ἡρακλείδην ἄνδρα Κύπριον τὸ γένος, διάκονον τῶν

805
ὑπ̓ αὐτὸν μοναχῶν τῶν ἐκ τῆς Σκήτεως, Εὐαγρίου τοῦ μοναχοῦ μαθητήν. Οὐ μὴν ἀλλὰ καὶ Γερόντιον ἐξεώσατο τῆς Νικομηδέων ἐκκλησίας.

Οὗτος γὰρ ὑπὸ Ἀμβροσίῳ τῷ ἐπισκόπῳ Μεδιολάνων διακονούμενος, οὐκ οἶδ̓ ὅ, τι παθὼν, ἀλλ̓ ἢ τερατευόμενος, ἢ δαιμονίου σπουδῇ καὶ φαντασίαις ὑπαχθεὶς, νύκτωρ ἔφη τισὶν Ὀνοσκελίδα συλλαβόμενος, ξυρίσαι τὴν κεφαλὴν καὶ μυλωνίῳ ἐμβαλεῖν: ὡς ἀνάξια δὲ τοῦ διακόνου Θεοῦ φθεγξάμενον,

ἐκέλευσεν Ἀμβρόσιος τέως καθ̓ ἑαυτὸν εἶναι, καὶ μεταμελείᾳ καθαίρεσθαι. Ὁ δὲ, ἰατρὸς ὢν ἄριστος, καὶ ἀοκνότατος λέγειν καὶ πείθειν, καὶ φίλους περιποιεῖν ἱκανὸς, ὡς ἐπεγγελῶν Ἀμβροσίῳ, ἧκεν εἰς Κωνσταντινούπολιν. Ἐν ὀλίγῳ τε χρόνῳ τινὰς τῶν ἐν τοῖς βασιλείοις δυναμένων ποιεῖται φίλους: καὶ μετ̓ οὐ πολὺ ἐπιτρέπεται τὴν Νικομηδέων ἐπισκοπήν.

Ἐχειροτόνησε δὲ αὐτὸν Ἑλλάδιος ὁ Καισαρέων Καππαδοκῶν ἐπίσκοπος, ἀμειβόμενος

806
καθότι παιδὶ αὐτοῦ πρόξενος λαμπρᾶς στρατιᾶς ἐγένετο ἐν τοῖς βασιλείοις. Μαθὼν δὲ ταῦτα Ἀμβρόσιος, ἔγραψε Νεκταρίῳ τῷ προϊσταμένῳ τῆς ἐκκλησίας Κωνσταντινουπόλεως, ἀφελέσθαι Γεροντίου τὴν ἱερωσύνην, καὶ μὴ περιϊδεῖν αὐτὸν ὑβρισμένον, καὶ τὴν ἐκκλησιαστικὴν τάξιν.

Νεκταρίῳ δὲ, καὶ μάλα τοῦτο σπουδάσαντι, γέγονεν ἀνήνυτον, πανδημεὶ τῶν Νικομηδέων ἀνδρικῶς ἀνθισταμένων. Ὁ δὲ Ἰωάννης καθελὼν αὐτὸν, ἐχειροτόνησε Πανσόφιον: ὃς παιδαγωγὸς ἐγεγόνει τῆς τοῦ βασιλέως γαμετῆς: εὐλαβὴς δὲ, καὶ τὸ ἦθος μέτριός τε καὶ πρᾷος: οὐ μὴν Νικομηδεῦσι καταθύμιος.