Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οἱ δὲ ἐν τῇ ἐκκλησίᾳ ἔτι μᾶλλον ἔφραττον τὰς ἐξόδους, ἐπὶ ταύτας συρρέοντες καὶ περιωθοῦντες ἀλλήλους. Μόλις δὲ τὰς θύρας ἐπέτασαν σὺν βίᾳ πολλῇ, τῶν μὲν λίθοις κατεαξάντων, τῶν δὲ πρὸς ἑαυτοὺς ἀνθελκόντων, καὶ τὸν κατὰ νώτου ὄχλον εἰς τοὐπίσω ἀπωθουμένων. Ἐν τούτῳ δὲ πῦρ ἐξαπίνης πάντοθεν τὴν ἐκκλησίαν ἐπεβόσκετο: καὶ πᾶσαν διαδραμὸν, ἐνεμήθη καὶ τὸν παρακείμενον αὐτῇ ἐκ μεσημβρίας μέγιστον

οἶκον τῆς συγκλήτου βουλῆς. Τούτου δὲ τὴν αἰτίαν ἀντεπῆγον ἀλλήλοις: οἱ μὲν Ἰωάννῃ ἐπιβουλεύοντες,

854
τοὺς τὰ αὐτοῦ φρονοῦντας ἐπαιτιώμενοι, ὡς χαλεπῄναντας πρὸς τὴν τῆς συνόδου ψῆφον: οἱ δὲ, συκοφαντεῖσθαι ἰσχυριζόμενοι, καὶ τὴν ἐκείνων πρᾶξιν σφίσι περιτρέπειν, ἅμα τῇ ἐκκλησίᾳ καὶ αὐτοὺς πυρπολῆσαι βουλευσαμένων.

Ἀπὸ δείλης δὲ ὀψίας μέχρις ἕω τοῦ πυρὸς περαιτέρω χωροῦντος, καὶ πρὸς τὰς ἔτι συνεστώσας ὕλας ἕρποντος, οἱ μὲν ἐπιδιώξαντες Ἰωάννην εἰς Κουκουσὸν διῆγον τῆς Ἀρμενίας, βασιλέως γράμματι καταδικασθέντα τὴν ἐκεῖσε οἴκησιν.

Οἱ δὲ τοὺς ξυνελθόντας αὐτῷ ἐπισκόπους καὶ κληρικοὺς ἀγαγόντες, ἐν Χαλκηδόνι καθεῖρξαν. Ἄλλοι δὲ περιϊόντες ἀνὰ τὴν πόλιν, τοὺς καταμηνυομένους τὰ αὐτοῦ φρονεῖν, συνελαμβάνοντο καὶ ἐφρούρουν: καὶ ἀναθεματίζειν αὐτὸν ἠνάγκαζον.