Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐ πολλῷ δὲ ὕστερον χειροτονεῖται Κωνσταντινουπόλεως ἐπίσκοπος Ἀρσάκιος, Νεκταρίου τοῦ πρὸ

855
Ἰωάννου ταύτην τὴν ἐπισκοπὴν διανύσαντος ἀδελφός: ἀνὴρ πρᾷος, καὶ περὶ τὸ θεῖον εὐλαβής: ἔβλαψαν δὲ τὴν ἐν τῷ πρεσβυτερίῳ περὶ αὐτοῦ κρατοῦσαν δόξαν κληρικοί τινες, ποιοῦντες μὲν ἅπερ ἐβούλοντο, αὐτῷ δὲ ταῦτα ἀνατιθέντες: διέβαλε δὲ αὐτὸν μάλιστα καὶ τὰ συμβάντα μετὰ ταῦτα περὶ τοὺς Ἰωάννου ἐπαινέτας.

Ἐπεὶ γὰρ αὐτῷ καὶ τοῖς αὐτῷ συνοῦσι κοινωνεῖν ἢ συνεύχεσθαι οὐκέτι ἀνεκτὸν ἡγοῦντο, ἀναμεμιγμένων αὐτοῖς τῶν ἐπιβούλων Ἰωάννου, καθ̓ ἑαυτοὺς δὲ, ὡς εἴρηται, συνιόντες ἐν ταῖς ἐσχατιαῖς τῆς πόλεως ἐκκλησίαζον, κοινοῦται βασιλεῖ περὶ τούτου. Συνηγμένοις δὲ συνταγματάρχης ἅμα στρατιώταις ἐμβαλεῖν ἐπιτραπεὶς, τὸ μὲν πλῆθος παίων ξύλοις καὶ λίθοις, εἰς φυγὴν τρέπει: τοὺς δὲ ἐπισημότερον καὶ προθυμότερον τὰ Ἰωάννου ζηλοῦντας, ἐν φρουρᾷ ποιεῖται.

Ἐνταῦθα δὲ, οἷα συμβαίνειν φιλεῖ, στρατιωτῶν ἐπιτραπέντων νεανιεύεσθαι, γύναια πρὸς

856
βίαν τοῦ κόσμου, τῶν μὲν ὅρμους καὶ ζώνας χρυσᾶς καὶ περιδέραια καὶ στρεπτοὺς ληϊζομένων: τῶν δὲ σὺν αὐτοῖς λοβοῖς ἐξελκόντων τὰ ἐνώτια. Μεγίστης δὲ ταραχῆς καὶ οἰμωγῆς ἀνὰ τὴν πόλιν συμβάσης, οὐδ̓ οὕτως μετέθεντο τοῦ περὶ Ἰωάννην φίλτρου.

Δημοσίᾳ δὲ οὐκέτι συνῄεσαν: πολλοὶ δὲ, οὔτε εἰς ἀγορὰν, οὔτε εἰς βαλανεῖα ἐφοίτων: τισὶ δὲ καὶ τὸ οἴκοι μένειν, οὐκ ἀκίνδυνον ἦν: καὶ φυγὴν ἑαυτοῖς ἐπιτάξαντες, τῆς πόλεως ἐξῆλθον, ἄλλοι τε ἄνδρες σπουδαῖοι, καὶ ἀγαθαὶ γυναῖκες: ὧν ἦν Νικαρέτη ἡ Βιθυνὴ, τῶν παρὰ Νικομηδεῦσιν εὐπατριδῶν ἐπισήμου γένους, ἐπὶ ἀϊδίῳ παρθενίᾳ καὶ ἀρετῇ βίου εὐδοκιμοῦσα.