Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ κυκλωθεὶς μόλις ὑπὸ τοῦ πλήθους ἐθηρεύθη, ἄγουσιν αὐτὸν εἰς τὰ βασίλεια. Καὶ μαρτυρόμενοι τῶν ἀπεχθανομένων Ἰωάννῃ τὴν ἐπιβουλὴν, καὶ τὸν φονέα καὶ τοὺς ἐπὶ τοῦτο ἀναπείσαντας ἐπεβόων τιμωρίαν δοῦναι. Παραλαβὼν δὲ τοῦτον ὁ ὕπαρχος ὡς ἐπεξιὼν τῇ δίκῃ, διέλυσε τοῦ δήμου τὴν ὀργήν.

852

Ὡς ἐξηλάθη τοῦ θρόνου ἀδίκως ὁ Ἰωάννης, καὶ περὶ τοῦ γενομένου θορύβου: καὶ περὶ τοῦ πεμφθέντος τῇ ἐκκλησίᾳ θεηλάτου πυρὸς, καὶ περὶ τῆς εἰς Κουκουσὸν αὐτοῦ ἐξορίας.

Ἐξ ἐκείνου δὲ τὸν Ἰωάννην ἐφύλαττον οἱ τοῦ λαοῦ σπουδαιότεροι, νύκτωρ καὶ μεθ̓ ἡμέραν, ἀμοιβαδὸν παρακαθήμενοι τὸν ἐπισκοπικὸν οἶκον. Σύγχυσιν δὲ ἐπαιτιώμενοι τῶν ἐκκλησιαστικῶν νόμων οἱ κατὰ αὐτοῦ συνεληλυθότες ἐπίσκοποι, ἐπὶ σφᾶς αὐτοὺς ἔφασαν δικαιοτάτην οὖσαν ἀναδεδέχθαι τὴν ἐπ̓ αὐτῷ κρίσιν, καὶ τῆς πόλεως αὐτὸν ἐξιέναι ἐκέλευσαν:

ἄλλως γὰρ μηδὲ τὸ πλῆθος ἠρεμήσειν. Παραγενομένου δὲ τοῦ ἀπὸ βασιλέως, καὶ ταῦτα σὺν ἀπειλῇ ποιεῖν προστάξαντος, λαθὼν τοὺς ἀπὸ τοῦ λαοῦ φύλακας ἐξῆλθε: τοσοῦτον μεμφόμενος, ὅτι γέ παρανόμως πρὸς βίαν ἐλαύνεται, μὴ ἀξιωθεὶς κρίσεως, ἧς καὶ ἀνδροφόνοις καὶ γόησι καὶ μοιχοῖς μέτεστιν ἐκ νόμων. Καὶ διὰ μικροῦ σκάφους περαιοῦται αὐτίκα

853
εἰς Βιθυνίαν: ἐκεῖθέν τε παραχρῆμα εἴχετο τῆς ὁδοῦ.

Προϊδόντες δέ τινες τῶν ἐπιβουλευόντων αὐτῷ, ὡς εἰ αἴσθοιτο ὁ λαὸς, ἐπιδιώξει, καὶ πάλιν βιάσεται ἐπανελθεῖν, φθάσαντες ἀποκλείουσι τὰς θύρας τῆς ἐκκλησίας. Ἐπεὶ δὲ οἱ ἀνὰ τὰς ἀγυιὰς ἔγνωσαν, οἱ μὲν δρομαῖοι ἠπείγοντο πρὸς θάλασσαν, ὡς δὴ καταληψόμενοι: οἱ δὲ, περιδεεῖς γενόμενοι, εἰς φυγὴν ἠλαύνοντο, ὡς ἐπὶ τοσούτῳ θορύβῳ καὶ ταραχῇ στάσεως καὶ βασιλέως ὀργῆς προσδοκωμένης.