Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀλλ̓ ὁ μὲν κλήρῳ ἐγκατελέγη, καὶ εἰς πρεσβυτέρου προῆλθεν ἀξίαν. Ἀδδᾶς δὲ γήμας, μέγιστα τὴν ἐκκλησίαν ὠφέλησε, καὶ παῖδα καταλιπὼν Αὐξέντιον, ἄνδρα περὶ τὸ θεῖον πιστότατον, καὶ περὶ φίλους σπουδαῖον, ἐμμελῆ δὲ τὸν βίον, καὶ

752
φιλολόγον, καὶ πολυμαθῆ τῶν Ἕλλησι καὶ τοῖς ἐκκλησιαστικοῖς συγγραφεῦσιν ἱστορημένων: μέτριον δὲ τὸ ἦθος, καίπερ βασιλεῖ καὶ τοῖς ἀμφ̓ αὐτὸν ἐπιτήδειον, καὶ λαμπρᾶς ἐπειλημμένον στρατείας. Ἀλλὰ τοῦδε μὲν πολύς ἐστι λόγος παρά τε εὐδοκιμωτάτοις μοναχοῖς καὶ σπουδαίοις ἀνδράσιν, οἵπερ αὐτοῦ ἐπειράθησαν.

Ἡ δὲ Ματρώνα μέχρι τελευτῆς ἐν τῇ Κοσιλάου κώμῃ διέτριβε: διεβίω δὲ ἱεροπρεπῶς μάλα καὶ σωφρόνως, ἱερῶν παρθένων ἡγουμένη: ὧν εἰσέτι νῦν πολλὰς περιεῖναι ἐπυθόμην, τῆς ὑπὸ Ματρώναν παιδεύσεως ἄξιον φερούσας ἦθος.

Περὶ τῆς δἰ ἀγχόνης τελευτῆς Οὐαλεντινιανοῦ τοῦ νέου βασιλέως ἐν Ῥώμῃ, καὶ περὶ τῆς τυραννίδος Εὐγενίου: καὶ περὶ τῆς προφητείας Ἰωάννου τοῦ ἐν Θηβαΐδι μοναχοῦ.

Καὶ ὁ μὲν Θεοδόσιος, ἐν εἰρήνῃ τὴν πρὸς ἕω ἀρχομένην ἰθύνων, ἐν τούτοις ἐσπούδαζε, καὶ ἐπιμελῶς μάλα τὸ θεῖον ἐθεράπευεν. Ἐν τούτῳ δὲ ἀγγέλλεται Οὐαλεντινιανὸς ὁ βασιλεὺς ἀγχόνῃ ἀπολωλέναι.

753

Ἐλέγετο δὲ ταύτην αὐτῷ καττύσαι τὴν τελευτὴν διὰ τῶν θαλαμηπόλων εὐνούχων, ἄλλους τέ τινας τῶν εἰς τὰ βασίλεια, καὶ Ἀρβογάστην τὸν ἐπὶ τῶν αὐτοῦ στρατευμάτων τεταγμένον: καθότι πατρώζοντα τὸν νέον εὑρὼν περὶ τὴν ἀρχὴν, καὶ πρὸς πολλὰ τῶν ἐκείνοις δοκούντων χαλεπαίνοντα. Οἱ δὲ αὐτὸν ἡγοῦνται αὐτόχειρα ἑαυτοῦ γενέσθαι, ὡς ἐπιχειροῦντα τισὶν οὐ δέον ἐν τῷ ζέοντι τῆς ἡλικίας, καὶ κωλυόμενον: καὶ τούτου χάριν οὐ καταξιώσαντα ζῆν, ὅτι βασιλεύων μὴ συγχωροῖτο ποιεῖν ἃ βούλεται.

Φασί γε μὴν τοῦτο τὸ μειράκιον εὐγενείᾳ σώματος, καὶ βασιλικῶν τρόπων ἀρετῇ, ὑπερφυῶς δόξαι τῆς ἡγεμονίας ἄξιον, καὶ οἷος μεγαλοψυχίᾳ καὶ δικαιοσύνῃ ὑπερβαλέσθαι τὸν αὐτοῦ πατέρα, εἰ παρῆλθεν εἰς ἄνδρας: