Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

καὶ ὁ μὲν τοιοῦτος ὢν, ὧδε τέθνηκεν. Εὐγένοις δέ

754
τις οὐχ ὑγιῶς διακείμενος περὶ τὸ δόγμα τῶν Χριστιανῶν, ἐπεισπηδᾷ τῇ ἀρχῇ, καὶ τὰ σύμβολα τῆς βασιλείας ἀμφιέννυται. Ὤιετο δὲ τοῦ ἐπιχειρήματος ἀσφαλῶς κρατήσειν, ὑπαγόμενος λόγοις ἀνθρώπων εἰδέναι τὸ μέλλον ὑπισχνουμένων, σφαγίοις τισὶ καὶ ἡπατοσκοπίαις καὶ καταλήψει ἀστέρων.

Ἐσπούδαζον δὲ περὶ ταῦτα ἄλλοι τε πολλοὶ τῶν ἐν τέλει Ῥωμαίων, καὶ Φλαβιανὸς ὁ τότε ὕπαρχος, ἀνὴρ ἐλλόγιμος, καὶ περὶ τὰ πολιτικὰ ἐχέφρων εἶναι δοκῶν: προσέτι δὲ καὶ τὰ μέλλοντα ἀκριβοῦν λογιζόμενος ἐπιστήμῃ παντοδαπῆς μαντείας. Ταύτῃ γὰρ μάλιστα τὸν Εὐγένιον ἔπεισε εἰς πόλεμον παρασκευάσασθαι, μοιρίδιον εἶναι αὐτῷ τὴν βασιλείαν ἰσχυριζόμενος, καὶ νίκην ἐπὶ τῇ μάχῃ συμβήσεσθαι, καὶ μεταβολὴν τῆς Χριστιανῶν θρησκείας.

Καὶ Εὐγένιος μὲν ταύταις ταῖς ἐλπίσι βουκολούμενος, πλείστην ἤγειρε στρατιὰν, καὶ τὰς πρὸς τῇ Ἰταλίᾳ πύλας, ἃς οἱ Ῥωμαῖοι Ἰουλίας Ἄλπεις καλοῦσι, προκαταλαβὼν ἐφρούρει,

755
ὡς ἐν στενῷ μίαν πάροδον ἐχούσας, ἑκατέρωθεν πεφραγμένας ἀπορρῶξι καὶ ὑψηλοτάτοις ὄρεσι.

Θεοδόσιος δὲ διανοούμενος, πῆ ἄρα τὴν ἀπόβασιν ἕξει ὁ πρὸς αὐτὸν πόλεμος, καὶ πότερον ἐπ̓ αὐτὸν χωρεῖν δεῖ ἢ ἐπιόντα περιμένειν, ἔγνωκε περὶ τούτου συμβούλῳ χρήσασθαι Ἰωάννῃ τῷ ἐν Θηβαΐδι μοναχῷ: ὃν ἐν τοῖς πρόσθεν εἴρηται ἐπιφανέστατον τηνικάδε γενέσθαι ἐπὶ γνώσει τῶν ἐσομένων. Καὶ Εὐτρόπιον, ὃς πιστὸς ἦν αὐτῷ τῶν ἐν τοῖς βασιλείοις εὐνούχων, πέπομφεν εἰς Αἴγυπτον, εἰ μὲν δυνατὸν, ἄξοντα αὐτόν:

εἰ δὲ παραιτήσαιτο, τὸ πρακτέον μαθεῖν. Καὶ ὁ μὲν εἰς Ἰωάννην παραγενόμενος, οὐκ ἔπεισε πρὸς τὸν βασιλέα ἐλθεῖν: ἐπανελθὼν δὲ, ἤγγειλεν εἰπεῖν, αὐτὸν νικήσειν τὸν πόλεμον, καὶ καθελόντα τὸν τύραννον, μετὰ τὴν νίκην ἐν Ἰταλίᾳ μεταλλάξαι τὸν βίον. Ἀμφότερα δὲ ἀληθῆ τὸ τέλος ἔδειξεν.

756