Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὡς δὲ οὐδὲν ἤνυον, ἐδόκει δὲ πᾶσι καὶ αὐτῷ τῷ βασιλεῖ παράδοξον εἶναι καὶ θεῖον τὸ πρᾶγμα, ἀπέθεντο ταύτην τὴν ἱερὰν κεφαλὴν ἐν τῇ Κοσιλάου κώμῃ:

ἔτυχε γὰρ ἐκ γειτόνων οὖσα, καὶ Μαρδονίου τούτου κτῆμα. Περὶ δὲ τοῦτον τὸν χρόνον, ἢ τοῦ Θεοῦ, ἢ αὐτοῦ τοῦ προφήτου κινοῦντος, ἧκεν εἰς τήνδε τὴν κώμην Θεοδόσιος ὁ βασιλεύς: βουλομένῳ τε τοῦ Βαπτιστοῦ τὸ λείψανον λαβεῖν, μόνην φασὶν ἀντειπεῖν Ματρώναν:

750
ἣ παρθένος μὲν ἦν ἱερά: εἴπετο δὲ αὐτῷ διάκονος καὶ φύλαξ: ἀνθισταμένην δὲ παντὶ σθένει, βιάσασθαι οὐχ ἡγήσατο δεῖν: ἀντιβολῶν δὲ, ἐδεῖτο συγχωρεῖν.

Ἐπεὶ δὲ μόλις εἶξεν, ἀνήνυτον εἶναι νομίσασα τῷ κρατοῦντι τὴν ἐπιχείρησιν κατὰ τὸ συμβὰν ἐπὶ τῶν Οὐάλεντος χρόνων, περιλαβὼν τῇ ἁλουργίδι τὴν θήκην ἐν ᾗ ἔκειτο, ἔχων ἐπανῆλθε. Καὶ πρὸ τοῦ ἄστεως Κωνσταντινουπόλεως ἔθετο ἐν τῷ καλουμένῳ ἑβδόμῳ: μέγιστον καὶ περικαλλέστατον τῷ Θεῷ ἐνθάδε ναὸν ἐγείρας: πολλὰ δὲ πολλάκις λιπαρήσας Ματρώναν, καὶ κεχαρισμένα ὑποσχόμενος, οὐκ ἔπεισε μεταθέσθαι τῆς δόξης:

ἦν γὰρ τῆς Μακεδονίου αἱρέσεως. Καίτοιγε Βικέντιος πρεσβύτερος, ὁμόδοξος ὢν αὐτῇ, καὶ

751
τὴν σόρον τοῦ προφήτου ἐπίσης θεραπεύων, καὶ περὶ ταύτην ἱερώμενος, ἠκολούθησεν αὐτίκα, καὶ τοῖς ἀπὸ τῆς καθόλου ἐκκλησίας ἐκοινώνησεν: ἀπώμοτον μὲν, ὡς λέγουσιν οἱ τὰ Μακεδονίου φρονοῦντες, ποιησάμενος, μή ποτε μεταθήσεσθαι τῆς αὐτῶν δόξης: τὸ δὲ τελευταῖον εἰς τὸ προφανὲς ὁρίσας, ὡς εἰ ἕλοιτο ὁ Βαπτιστὴς ἀκολουθῆσαι τῷ βασιλεῖ, καὶ αὐτὸν κοινωνήσειν αὐτῷ, μηδὲν διαφερόμενον.

Ἐγένετο δὲ οὗτος Πέρσης τὸ γένος: ἐπὶ δὲ τῆς Κωνσταντίου βασιλείας διωγμοῦ καταλαβόντος τοὺς ἐν Περσίδι Χριστιανοὺς, φεύγων ἅμα Ἀδδᾷ τῷ αὐτοῦ ἀνεψιῷ, εἰς Ῥωμαίους ἦλθεν.