Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Λέγεται δὲ τῶν περὶ τούτων γραφέντων παρὰ βασιλέως εἰς τὸ κοινὸν ἀναγνωσθέντων, μέγα

721
ἀναβοῆσαι Χριστιανοὺς, καθότι εὐθὺς ἐκ προοιμίων ἐν αἰτίᾳ τοὺς Ἑλληνιστὰς ἐποιεῖτο. Ἐντεῦθεν δὲ εἰς δέος ἐμπεσόντας τοὺς τὸ Σεράπιον φυλάσσοντας, εἰς φυγὴν τραπῆναι: καταλαβόντας δὲ τὸν τόπον τοὺς

Χριστιανοὺς, ἐξ ἐκείνου κατασχεῖν. Ὁ δὲ Ὀλύμπιος, ὡς ἐπυθόμην, οὐ πολλῷ πρότερον, ἀωρὶ τῆς νυκτὸς μεθ̓ ἣν ταῦτα ἐπιγενομενης ἡμέρας συνέβη, ἐπήκουσέ τινος ἐν τῷ Σεραπίῳ Ἀλληλούϊα ψάλλοντος. Ἐπεὶ δὲ τῶν θυρῶν κεκλεισμένων, καὶ ἡσυχίας οὔσης, οὐδένα καθεώρα, φωνῆς δὲ μόνης ἤκουε τὸν αὐτὸν ψαλμὸν μελῳδούσης, ἔγνω τὸ σύμβολον. Καὶ λαθὼν πάντας ἔξεισι τοῦ Σεραπίου, καὶ πλοίου τυχὼν εἰς Ἰταλίαν ἀνήχθη.

Φασὶ δὲ τοῦ ναοῦ τούτου τότε καθαιρουμένου, τινὰ τῶν καλουμένων ἱερογλυφικῶν χαρακτήρων, σταυροῦ σημείῳ ἐμφερεῖς ἐγκεχαραγμένοις τοῖς λίθοις ἀναφανῆναι: παῤ ἐπιστημόνων

722
δὲ τὰ τοιάδε ἑρμηνευθεῖσαν σημᾶναι ταύτην τὴν γραφὴν, ζωὴν ἐπερχομένην: τοῦτο δὲ πρόφασιν Χριστιανισμοῦ πολλοῖς γενέσθαι τῶν Ἑλληνιστῶν, καθότι καὶ γράμματα ἕτερα τοῦτο τὸ ἱερὸν τέλος ἕξειν ἐδήλου, ἡνίκα οὗτος ὁ χαρακτὴρ φανῇ. Τὸ μὲν δὴ Σεράπιον ὧδε ἥλω, καὶ μετ̓ οὐ πολὺ εἰς ἐκκλησίαν μετεσκευάσθη, Ἀρκαδίου τοῦ βασιλέως ἐπώνυμον.

Εἰσέτι δὲ κατὰ πόλεις τινὰς προθύμως ὑπερεμάχοντο τῶν ναῶν οἱ Ἑλληνισταί: παρὰ μὲν Ἁραβίοις, Πετραῖοι, καὶ Ἀρεοπολῖται: παρὰ δὲ Παλαιστινοῖς, Ῥαφιῶται καὶ Γαζαῖοι: παρὰ δὲ Φοίνιξιν,

οἱ τὴν Ἡλιούπολιν οἰκοῦντες. Σύρων δὲ μάλιστα οἱ τοῦ ναοῦ Ἀπαμείας τῆς πρὸς τῷ Ἀξίῳ ποταμῷ οὓς ἐπυθόμην ἐπὶ φυλακῇ τῶν παῤ αὐτοῖς ναῶν, συμμαχίαις χρήσασθαι πολλάκις Γαλιλαίων ἀνδρῶν, καὶ τῶν περὶ τὸν Λίβανον κωμῶν: τὸ δὲ τελευταῖον ἐπὶ τοσοῦτον προελθεῖν τόλμης, ὡς Μάρκελλον τὸν τῇδε ἐπίσκοπον ἀνελεῖν.

Λογισάμενος

723
γὰρ ὡς οὐκ ἄλλως αὐτοῖς ῥᾴδιον μετατεθῆναι τῆς προτέρας θρησκείας, τοὺς ἀνὰ τὴν πόλιν καὶ τὰς κώμας ναοὺς κατεστρέψατο. Πυθόμενος δὲ μέγιστον εἶναι ναὸν ἐν τῷ Αὐλῶνι, κλῖμα δὲ τοῦτο τῆς Ἀπαμέων χώρας, στρατιώτας τινας καὶ μοναμάχους παραλαβὼν,

ἐπὶ τοῦτο ᾔει. Πλησίον δὲ γενόμενος, ἔξω βελῶν περιέμενεν: ἦν γὰρ ποδαλγὸς, καὶ οὔτε μάχεσθαι, οὔτε διώκειν ἢ φεύγειν ἠδύνατο. Ἠσχολημένων δὲ τῶν στρατιωτῶν καὶ μονομάχων περὶ τὸ ἑλεῖν τὸν ναὸν, μαθόντες αὐτὸν τινες τῶν Ἑλληνιστῶν μεμονῶσθαι, καθ̓ ὃ μέρος ἐλεύθερον ἦν μάχης τὸ χωρίον, ἐξῆλθον: ἐξαπίνης τε ἐπιστάντες, συνέλαβον αὐτὸν, καὶ πυρᾷ ἐμβαλόντες ἀνεῖλον.