Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν δὲ τῷ τότε Παυλίνου ἐν Ἀντιοχείᾳ τελευτήσαντος, διέμειναν οἱ ὑπ̓ αὐτῷ ἐκκλησιάζοντες, ὡς

718
παραβάντα τοὺς ἐπὶ Μελετίου δοθέντας ὅρκους ἀποστρεφόμενοι Φλαβιανὸν, καίπερ οὐδὲν περὶ τὸ δόγμα διαφερόμενοι: καθίσταται δὲ αὐτῶν ἐπίσκοπος Εὐάγριος. Τοῦ δὲ βραχύν τινα χρόνον ἐπιβιώσαντος, οὐκέτι ταύτην τὴν διαδοχὴν ἕτερος ἐπλήρωσε, Φλαβιανοῦ ἀντιπράττοντος: ἰδίᾳ δὲ ἐκκλησίαζον ὅσοι τὴν πρὸς αὐτὸν παρῃτοῦντο κοινωνίαν.

Ὑπὸ δὲ τοῦτον τὸν χρόνον Ἀλεξανδρέων ἐπίσκοπος τὸ παῤ αὐτοῖς Διονύσου ἱερὸν εἰς ἐκκλησίαν μετεσκεύαζε: δῶρον γὰρ εἰλήφει τοῦτο παρὰ τοῦ βασιλέως αἰτήσας. Καθαιρουμένων δὲ τῶν ἐνθάδε ξοάνων, καὶ τῶν ἀδύτων ἀνακαλυπτομένων, ἐπίτηδες σπουδάζων ἐνυβρίσαι τοῖς Ἑλληνικοῖς μυστηρίοις, ἐξεπόμπευε ταῦτα.

Καὶ φαλλοὺς, καὶ εἴ τι ἕτερον ἐν τοῖς ἀδύτοις κεκρυμμένον κατεγέλαστον ἦν ἢ ἐφαίνετο, δημοσίᾳ ἦγεν εἰς ἐπίδειξεν. Πρὸς δὲ τὸ ἀληθὲς καὶ τὸ ἀδόκητον τοῦ συμβάντος καταπλαγέντες οἱ Ἕλληνες,

719
ἠρεμεῖν οὐκ ἠνείχοντο: παρασκευασάμενοι δὲ ἐν ἑαυτοῖς κατέδραμον τοὺς Χριστιανούς. Καὶ τοὺς μὲν κτείναντες, τοὺς δὲ τραυματίας ποιήσαντες, καταλαμβάνουσι τὸ Σεράπιον: ναὸς δὲ οὗτος ἦν κάλλει καὶ μεγέθει ἐμφανέστατος, ἐπὶ γεωλόφου κείμενος.

Ἐντεῦθεν ὡς ἀπ̓ ἄκρας τινὸς ἐξαπιναίως ἐλθόντες, συνέλαβόν τε πολλοὺς Χριστιανῶν, καὶ βασανίζοντες ἠνάγκαζον θύειν. Παραιτουμένους δὲ, τοὺς μὲν ἀνεσκολόπισαν, τῶν δὲ τὰ σκέλη κατέαξαν: ἄλλους δὲ ἄλλως ἀνῄρουν.

Ἐπὶ πολλῷ δὲ χρόνῳ τῆς στάσεως κρατούσης, παραγενόμενοι πρὸς αὐτοὺς οἱ ἄρχοντες νόμων ὑπεμίμνησκον, καὶ παύεσθαι πολέμου παρεκελεύοντο, καὶ τὸ Σεράπιον καταλιμπάνειν. Ἦρχε δὲ τότε τῶν ἐν Αἰγύπτῳ στρατιωτικῶν τάγμάτων Ῥωμανός: Εὐάγριος δὲ ὕπαρχος τῆς Ἀλεξανδρείας ἡγεῖτο. Ὡς δὲ οὐδὲν ἤνυον, ἐμήνυσαν τῷ βασιλεῖ τὰ γενόμενα.

Προθυμοτέρους δὲ τοὺς ἐν τῷ Σεραπίῳ παρεσκεύαζεν εἶναι, τὸ συνειδέναι σφίσιν ἃ

720
τετολμήκασιν: ἔπειτα δὲ καὶ Ὀλύμπιός τις ἐν φιλοσόφου σχήματι συνὼν αὐτοῖς, καὶ πείθων χρῆναι μὴ ἀμελεῖν τῶν πατρίων, ἀλλ̓ εἰ δέοι ὑπὲρ αὐτῶν θνήσκειν: καθαιρουμένων δὲ τῶν ξοάνων, ἀθυμοῦντας ὁρῶν, συνεβούλευε μὴ ἐξίστασθαι τῆς θρησκείας, ὕλην φθαρτὴν καὶ ἰνδάλματα λέγων εἶναι τὰ ἀγάλματα, καὶ διὰ τοῦτο ἀφανισμὸν ὑπομένειν: δυνάμεις δέ τινας ἐνοικῆσαι αὐτοῖς, καὶ εἰς οὐρανὸν ἀποπτῆναι. Καὶ ὁ μὲν, τοιάδε εἰσηγούμενος, καὶ πληθὺν Ἑλλήνων ἔχων περὶ αὐτὸν, ἐν τῷ Σεραπίῳ διέτριβεν.

Ὁ δὲ βασιλεὺς ἀγγελθέντων τῶν γενομένων, τοὺς μὲν ἀναιρεθέντας Χριστιανοὺς ἐμακάριζεν, ὡς μαρτυρίας γερῶν μετασχόντας, καὶ ὑπὲρ τοῦ δόγματος προκινδυνεύσαντας: τοὺς δὲ ἀνελόντας, συγγνώμης τυχεῖν προσέταξεν, ὡς ἂν ῥᾷστα εἰς Χριστιανισμὸν μεταβάλοιεν, τὴν εὐεργεσίαν αἰδούμενοι: καθαιρεθῆναι δὲ τοὺς ἐν Ἀλεξανδρείᾳ ναοὺς, ὡς αἰτίους στάσεως τῷ δήμῳ.