Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καὶ πρὸς τὸ παρὸν ἔλαθον. Ἐπεὶ δὲ τῷ χρόνῳ ἐφωράθησαν, οἱ μὲν Μαρκέλλου παῖδες τιμωρεῖν τῷ πατρὶ ἐσπούδαζον: ἡ δὲ ἀνὰ τὸ ἔθνος σύνοδος διεκώλυσε, μὴ δίκαιον νομίσασα τοιαύτης τελευτῆς τιμωρίαν λαμβάνειν, ἐφ̓ ἧ προσῆκε χάριν ὁμολογεῖν τὸν ὧδε

724
θανόντα, καὶ γένος αὐτοῦ καὶ φίλους, ὡς ὑπὲρ Θεοῦ ἀποθανεῖν ἠξιωμένου: καὶ τὰ μὲν οὕτως ἔσχεν.

Ὅπως καὶ δἰ ἣν αἰτίαν ἀνεπαύθη ὁ ἐν ἐκκλησίᾳ τῶν μετανοούντων πρεσβύτερος: καὶ ἐπεξεργασία περὶ τρόπου μετανοίας.

Ἐν τούτῳ δὲ τὸν ἐπὶ τῶν μετανοούντων τεταγμένον πρεσβύτερον οὐκέτι συνεχώρησεν εἶναι πρῶτος Νεκτάριος, ὁ τὴν ἐκκλησίαν Κωνσταντινουπόλεως ἐπιτροπεύων: ἐπηκολούθησαν δὲ σχεδὸν οἱ πανταχοῦ ἐπίσκοποι. Τοῦτο δὲ τί ποτέ ἐστι, ἢ πόθεν ἤρξατο, ἢ κατὰ ποίαν αἰτίαν ἐπαύσατο, ἄλλοι μὲν ἴσως ἄλλως λέγουσιν. Ἐγὼ δὲ ὡς οἶμαι ἀφηγήσομαι.

Ἐπεὶ γὰρ τὸ μὴ παντελῶς ἁμαρτεῖν θειοτέρας ἢ κατὰ ἄνθρωπον ἐδεῖτο φύσεως, μεταμελουμένοις δὲ καὶ πολλάκις ἁμαρτάνουσι συγγνώμην νέμειν ὁ Θεὸς παρεκελεύσατο, ἐν δὲ τῷ παραιτεῖσθαι συνομολογεῖν τὴν

725
ἁμαρτίαν χρεὼν, φορτικὸν, ὡς εἰκὸς, ἐξ ἀρχῆς τοῖς ἱερεῦσιν ἔδοξεν, ὡς ἐν θεάτρῳ ὑπὸ μάρτυρι τῷ πλήθει τῆς ἐκκλησίας, τὰς ἁμαρτίας ἐξαγγέλλειν: πρεσβύτερον δὲ τῶν ἄριστα πολιτευομένων, ἐχέμυθόν τε καὶ ἔμφρονα, ἐπὶ τοῦτο τετάχασιν.

Ὧι δὴ προσιόντες οἱ ἡμαρτηκότες, τὰ βεβιωμένα ὡμολόγουν: ὁ δὲ, πρὸς τὴν ἑκάστου ἁμαρτίαν, ὅ, τι χρὴ ποιῆσαι ἢ ἐκτίσαι

726
ἐπιτίμιον θεὶς,

ἀπέλυε, παρὰ σφῶν αὐτῶν τὴν δίκην εἰσπραξαμένους. Ἀλλὰ Ναυατιανοῖς μὲν, οἷς οὐ λόγος μετανοίας, οὐδὲν τούτου ἐδέησεν: ἐν δὲ ταῖς ἄλλαις αἱρέσεσιν, εἰς ἔτι νῦν τοῦτο κρατεῖ: ἐπιμελῶς δὲ καὶ ἐν ταῖς κατὰ δύσιν ἐκκλησίαις φυλάττεται,

καὶ μάλιστα ἐν τῇ Ῥωμαίων. Ἐνθάδε γὰρ ἔκδηλός ἐστιν ὁ τόπος τῶν ἐν μετανοίᾳ ὄντων: ἑστᾶσι δὲ κατηφεῖς, καὶ οἱονεὶ πενθοῦντες: ἤδη δὲ πληρωθείσης τῆς τοῦ Θεοῦ λειτουργίας, μὴ μετασχόντες ὧν μύσταις θέμις,

σὺν οἰμωγῇ καὶ ὀδυρμῷ πρηνεῖς ἐπὶ γῆς ῥίπτουσι σφᾶς. Ἀντιπρόσωπος δὲ δεδακρυμένος ὁ ἐπίσκοπος προσδραμὼν, ὁμοίως ἐπὶ τοῦ ἐδάφους πίπτει: σὺν ὀλολυγῇ καὶ τὸ πᾶν τῆς ἐκκλησίας πλῆθος δακρύων ἐμπιπλᾶται. Τὸ μετὰ τοῦτο δὲ, πρῶτος ὁ ἐπίσκοπος ἐξανίσταται, καὶ τοὺς κειμένους ἀνίστησι: καὶ ᾗ προσῆκεν ὑπὲρ ἡμαρτηκότων μεταμελουμένων εὐξάμενος, ἀποπέμπει.