Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Καθ̓ ἑαυτὸν δὲ ἑκοντὶ ταλαιπωρούμενος

727
ἕκαστος, ἢ νηστείαις, ἢ ἀλουσίαις, ἢ ἐδεσμάτων ἀποχῇ, ἢ ἑτέροις οἷς προστέτακται, περιμένει τὸν χρόνον, εἰς ὅσον αὐτῷ τέταχεν ὁ ἐπίσκοπος: τῇ δὲ προθεσμίᾳ, ὥσπερ τι ὄφλημα διαλύσας τὴν τιμωρίαν, τῆς ἁμαρτίας ἀνίεται, καὶ μετὰ τοῦ λαοῦ ἐκκλησιάζει. Τάδε μὲν ἀρχῆθεν οἱ Ῥωμαίων ἱερεῖς ἄχρι καὶ εἰς ἡμᾶς φυλάττουσιν.

Ἐν δὲ τῇ Κωνσταντινουπόλει ἐκκλησίᾳ, ὁ ἐπὶ τῶν μετανοούντων τεταγμένος πρεσβύτερος ἐπολιτεύετο: εἰσότε δὴ γυνή τις τῶν εὐπατριδῶν, ἐπὶ ἁμαρτίαις αἷς προσήγγειλε προσταχθεῖσα παρὰ τούτου τοῦ πρεσβυτέρου νηστεύειν καὶ τὸν Θεὸν ἱκετεύειν, τούτου χάριν ἐν τῇ ἐκκλησίᾳ διατρίβουσα, ἐκπεπορνεῦσθαι παῤ ἀνδρὸς διακόνου κατεμήνυσεν.

Ἐφ̓ ᾧ τὸ πλῆθος μαθὸν ἐχαλέπαινεν ὡς τῆς ἐκκλησίας ὑβρισμένης. Μεγίστη δὲ διαβολὴ τοὺς ἱερωμένους εἶχεν. Ἀπορῶν δὲ ὅτι χρήσαιτο τῷ συμβεβηκότι Νεκτάριος, ἀφείλετο τῆς διακονίας τὸν ἡταιρηκότα. Συμβουλευσάντων δέ τινων συγχωρεῖν ἕκαστον, ὡς ἂν ἑαυτῷ συνειδείη καὶ

728
θαρρεῖν δύναιτο, κοινωνεῖν τῶν μυστηρίων, ἔπαυσε τὸν ἐπὶ τῆς μετανοίας πρεσβύτερον.

Καὶ ἐξ ἐκείνου τοῦτο κρατοῦν διέμεινεν: ἤδη τῆς ἀρχαιότητος, οἶμαι, καὶ τῆς κατ̓ αὐτὴν σεμνότητος καὶ ἀκριβείας, εἰς ἀδιάφορον καὶ ἠμελημένον ἦθος κατὰ μικρὸν διολισθαίνειν ἀρξαμένης: ἐπεὶ πρότερον, ὡς ἡγοῦμαι, μείω τὰ ἁμαρτήματα ἦν, ὑπό τε αἰδοῦς τῶν ἐξαγγελλόντων τὰς σφῶν αὐτῶν πλημμελείας, καὶ ὑπὸ ἀκριβείας τῶν ἐπὶ τούτῳ τεταγμένων κριτῶν.

Ἐκ ταύτης δὲ τῆς αἰτίας συμβάλλω, καὶ Θεοδόσιον τὸν βασιλέα προνοούμενον τῆς τῶν ἐκκλησιῶν εὐκλείας τε καὶ σεμνότητος, νομοθετῆσαι τὰς γυναῖκας, εἰ μὴ παῖδας ἔχοιεν καὶ ὑπὲρ ἑξήκοντα ἔτη γένοιντο, διακονίαν Θεοῦ μὴ ἐπιτρέπεσθαι, κατὰ τὸ ἀποστόλου Παύλου ῥητὸν πρόσταγμα: τὰς δὲ κειρομένας τὰς κεφαλὰς ἀπελαύνεσθαι τῶν ἐκκλησιῶν: τοὺς δὲ ταύτας προσιεμένους ἐπισκόπους ἀφαιρεῖσθαι τῆς ἐπισκοπῆς.

729

Ως ὑπερόριον Θεοδόσιος ὁ μέγας τὸν Εὐνόμιον ἐποίησε: καὶ περὶ Θεοφρονίου τοῦ διαδόχου αὐτοῦ, καὶ περὶ Εὐτυχίου, καὶ Δωροθέου, καὶ τῶν αἱρέσεων αὐτῶν: καὶ περὶ τῶν λεγομένων Ψαθυριανῶν: καὶ ὡς ἡ τῶν Ἀρειανῶν αἵρεσις εἰς διαφόρους μοίρας διεχωρίσθη, καὶ ὡς οἱ ἐν Κωνσταντινουπόλει μᾶλλον ἡνώθησαν.

Ἀλλὰ ταῦτα μὲν ᾗ ἂν ἑκάστῳ δοκῇ, ταυτὶ σκοπείτω. Ὁ δὲ βασιλεὺς ὑπερορίαν φυγὴν Εὐνομίου τότε κατεδίκασεν. Ἔτι γὰρ ἐν Κωνσταντινουπόλει ἐν προαστείοις διατρίβων, ἢ ἐν οἰκίαις, καθ̓ ἑαυτὸν ἐκκλησίαζε, καὶ τοὺς λόγους, οὓς συνεγράψατο, ἐπεδείκνυτο: καὶ πολλοὺς ἔπειθεν ὁμοίως φρονεῖν: ὡς ἐν ὀλίγῳ πολυάνθρωπον γενέσθαι λαὸν τῆς ἐπωνύμου αὐτῷ αἱρέσεως. Ἀλλ̓ ὁ μὲν οὐ πολλῷ ὕστερον τῆς φυγῆς τελευτήσας, ἔτυχε τῆς ἐν τῇ πατρίδι ταφῆς.

Κώμη δὲ αὕτη Καππαδοκῶν, Δακόρα ἦν δ̓ ὀνομαζομένη, νομοῦ τῆς πρὸς τῷ Ἀργαίῳ Καισαρείας. Θεοφρόνιος δὲ, ὃς ὑπ̓ αὐτῷ διδασκάλῳ τοὺς ὁμοίους

730
ἐπαιδεύθη λόγους, Καππαδόκης δὲ καὶ οὗτος, συνίστατο τοῖς αὐτοῦ δόγμασι. Μετρίως δὲ διὰ τῶν Ἀριστοτέλους μαθημάτων ἐλθὼν, ἐπιτηδείαν πρὸς εἴδησιν τῶν παῤ αὐτοῖς συλλογισμῶν εἰσαγωγὴν κατέλιπεν,