Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Οὐ μὴν ἀλλὰ καὶ Παλαιστίνη μοναχῶν ἀνδρῶν διατριβαῖς ἤνθει. Οἵτε γὰρ πλείους ὧν ἐν τῇ Κωνσταντίου βασιλείᾳ ἀπηριθμησάμην, ἔτι ἦσαν ταύτην τὴν ἐπιστήμην σεμνύνοντες: οἱ δὲ, ταῖς αὐτῶν συνουσίαις εἰς ἄκρον ἀρετῆς ἐπέδοσαν, καὶ εἰς εὔκλειαν μείζονα τοῖς ἐνθάδε φροντιστηρίοις προσετέθησαν.

Ὧν ἦν Ἡσυχᾶς ὁ Ἱλαρίωνος ἑταῖρος, καὶ Ἐπιφάνιος

646
ὁ ὕστερον γενόμενος Σαλαμῖνος τῆς Κύπρου ἐπίσκοπος. Ἐφιλοσόφησε δὲ Ἡσυχᾶς μὲν, οὗ καὶ ὁ διδάσκαλος.

Ἐπιφάνιος δὲ, ἀμφὶ Βησανδούκην κώμην ὅθεν ἦν, νομοῦ Ἐλευθεροπόλεως. Ἐκ νέου δὲ ὑπὸ μοναχοῖς ἀρίστοις παιδευθεὶς, καὶ τούτου χάριν ἐν Αἰγύπτῳ πλεῖστον διατρίψας χρόνον, ἐπισημότατος ἐν μοναστικῇ φιλοσοφίᾳ γέγονε παρά τε Αἰγυπτίοις καὶ Παλαιστινοῖς: μετὰ δὲ ταῦτα καὶ Κυπρίοις, παῤ οἷς ᾑρέθη τῆς μητροπόλεως τῆς νήσου ἐπισκοπεῖν.

Ὅθεν οἶμαι μᾶλλον κατὰ πᾶσαν, ὡς εἰπεῖν, τὴν ὑφήλιον, ἀοιδιμώτατός ἐστιν. Ὡς ἐν ὁμίλῳ γὰρ καὶ πόλει μεγάλῃ καὶ παραλίῳ ἱερωμένος, καὶ μεθ̓ ὅσης ἀρετῆς εἶχε πολιτικοῖς ἐμβαλὼν πράγμασιν, ἀστικοῖς καὶ ξένοις παντοδαποῖς γνώριμος ἐν ὀλίγῳ ἐγένετο: τοῖς μὲν,