Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ἐπίρρυπον τῷ ἱματίῳ ὑπὸ τοῦ ἐλαίου τὴν ζώνην ἔχοντα, καὶ τὰς θρυαλλίδας ἐπιφερόμενον. Ἐρωτηθέντα δὲ περὶ τοῦ ἐπισκόπου εἰπεῖν, ὡς ἐνθάδε ἐστὶ,

644
καὶ μηνύσω τοῦτον. Αὐτίκα δὲ τοὺς ἄνδρας οἷά γε ἐξ ὁδοῦ κεκμηκότας, εἰς τὸ ἐπισκοπικὸν καταγώγιον ὁδηγῆσαι,

καὶ τράπεζαν παραθεῖναι, καὶ ἐκ τῶν ὄντων ἑστιᾶσαι. Μετὰ δὲ τὴν ἑστίασιν, νιψάμενον τὰς χεῖρας, διηκονεῖτο γὰρ τοῖς ἑστιωμένοις, ἑαυτὸν προσαγγεῖλαι. Τοὺς δὲ τὸν ἄνδρα θαυμάσαντας, ὁμολογῆσαι μὲν ἐφ̓ ᾧ ἐληλύθεισαν: αἰδοῖ δὲ τῇ πρὸς αὐτὸν, ἐξουσίαν δοῦναι φυγῆς. Τὸν δὲ φάναι, ὡς οὐκ ἂν προοίμην ταὐτὰ τοῖς ὁμοδόξοις ἱερεῦσιν ὑπομεῖναι, ἀλλ̓ ἑκοντὶ ἑλέσθαι εἰς τὴν ὑπερορίαν ἐλθεῖν. Πᾶσαν δὲ, οἷαγε ἐκ νέου φιλοσοφήσας, μοναχικὴν ἀρετὴν

ἐξησκεῖτο. Ὁ δὲ Σόλων ἀπὸ ἐμπόρου εἰς μοναχὸν μεταβαλὼν, οὐδὲ αὐτὸς ὀλίγον ἀπώνατο τῆς ἐνθένδε

645
ὠφελείας. Ὑπὸ διδασκάλῳ γὰρ τῷ ἀδελφῷ καὶ τοῖς τῇδε φιλοσοφοῦσιν ἐπιμελῶς παιδευθεὶς καὶ περὶ τὸ θεῖον ὅτι μάλιστα προθύμως ἐσπούδαζε, καὶ πρὸς τοὺς πέλας ἀγαθὸς ἐτύγχανεν.

Ἡ μὲν Ῥινοκουρούρων ἐκκλησία, τοιούτων ἐξ ἀρχῆς ἡγουμένων ἐπιτυχοῦσα, οὐ διέλιπεν ἐξ ἐκείνου μέχρι καὶ εἰς ἡμᾶς καὶ ἔτι νῦν τοῖς ἐκείνων χρωμένη θεσμοῖς, καὶ ἀγαθοὺς ἄνδρας φέρουσα. Κοινὴ δέ ἐστι τοῖς αὐτόθι κληρικοῖς οἴκησίς τε καὶ τράπεζα, καὶ τ̓ ἄλλα πάντα.