Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

θεασαμένοις καὶ πεῖραν λαβοῦσι τῆς αὐτοῦ πολιλείας: τοῖς δὲ, παρὰ τούτων πυθομένοις. Πρὸ δὲ τῆς ἐν Κύπρῳ ἐπιδημίας, ἔτι ἐν Παλαιστίνῃ διέτριβεν ἐπὶ τῆς παρούσης ἡγεμονίας. Ἡνίκα δὴ ἐν τοῖς

647
τότε φροντιστηρίοις εὖ μάλα διαπρέπων Σαλαμίνης τε καὶ Φύσκων, καὶ Μαλαχίων καὶ Κρισπίων ἀδελφοί: ἐφιλοσόφουν δὲ ἀμφὶ Βηθελέαν κώμην τοῦ νομοῦ Γάζης. Καὶ γὰρ δὴ καὶ εὐπατρίδαι τῶν ἔνθεν ἦσαν.

Διδασκάλου δὲ ταύτης τῆς φιλοσοφίας ἔτυχον Ἱλαρίωνος, ἀφ̓ οὗ λέγεται ποτὲ τούτων ἅμα οἴκοι ἀπιόντων, ἐκ μέσου ἁρπαγῆναί πως τὸν Μαλαχίωνα, καὶ ἀφανῆ γενέσθαι: ἐξαπίνης δὲ πάλιν ἀναφανῆναι, τὴν αὐτὴν ὁδὸν βαδίζοντα τοῖς ἀδελφοῖς: μετ̓ οὐ πολὺ δὲ ἀποβιῶναι: νέον μὲν ἔτι ὄντα, τῶν γεγηρακότων δὲ ἐν φιλοσοφίᾳ κατ̓ ἀρετὴν βίου καὶ θεοφίλειαν οὐ λειπόμενον.

Καὶ Ἀμμώνιος δὲ ὡσεὶ δέκα σταδίοις διεστὼς, ᾤκει ἀμφὶ Χαφαρχοβρὰν κώμην Γαζαίαν, ἀφ̓ ἧς τὸ γένος εἶχεν:

ἀνὴρ ἀκριβῶς ὅτι μάλιστα καὶ ἀνδρείως ἐν τῇ ἀσκήσει διαγενόμενος. Σιλβανὸς δὲ,

648
ὃν διὰ τὴν ἄγαν ἀρετὴν ὑπὸ ἀγγέλων ὑπηρετούμενον θεαθῆναι λόγος, Παλαιστινὸς ὢν, ἔτι οἶμαι κατὰ τὴν Αἴγυπτον ἐφιλοσόφει τότε: ἔπειτα δὲ ἐν τῷ ὄρει Σινὰ χρόνον τινὰ διατρίψας, ὕστερον τὴν ἐν Γεράροις ἐν τῷ χειμάρρῳ μεγίστην τε καὶ ἐπισημοτάτην πλείστων ἀγαθῶν ἀνδρῶν συνοικίαν συνεστήσατο: ἧς μετ̓ αὐτὸν ἡγήσατο Ζαχαρίας ὁ θεσπέσιος.