Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐκτὸς δὲ τοιαύτης αἰτίας, οὐχ ὁμιλοῦσιν ἀλλήλοις, εἰ μὴ λόγων ἕνεκεν εἰς γνῶσιν Θεοῦ τεινόντων ἢ ὠφέλειαν ψυχῆς ἔλθοι τὶς μαθησόμενος παρὰ τὸν φράσαι δυνάμενον. Οἰκοῦσι δὲ ἐν τοῖς κελλίοις, ὅσοι τῆς φιλοσοφίας εἰς ἄκρον ἐληλύθασι,

καὶ σφᾶς ἄγειν δύνανται καὶ μόνοι διατρίβειν, δἰ ἡσυχίαν χωρισθέντες τῶν ἄλλων. Τάδε μὲν ἡμῖν ὡς ἐν βραχεῖ περὶ Σκήτεως εἰρήσθω, καὶ τῶν ἐνθάδε φιλοσοφούντων. Εἰ γὰρ τὸ καθέκαστον τῆς

643
αὐτῶν ἀγωγῆς διεξελθεῖν πειραθείην, μηκυνομένην ἴσως τὴν γραφὴν μωμήσαιτό τις. Ἰδίαν γὰρ συστησάμενοι πολιτείαν, ἔργα καὶ ἤθη καὶ γυμνάσια καὶ δίαιταν καὶ καιρὸν ἑκάστῃ ἡλικίᾳ κατὰ τὸ εἰκὸς διένειμαν.

Καὶ Ῥινοκουροῦρα δὲ, οὐκ ἐπεισάκτοις, ἀλλ̓ οἴκοθεν ἀνδράσιν ἀγαθοῖς ἐξ ἐκείνου διέπρεπεν. Ὧν δὲ ἐνθάδε φιλοσοφεῖν ἐπυθόμην ἀρίστους ἔγνων, τόν τε Μέλανα τὸν κατ̓ ἐκεῖνο καιροῦ τὴν ἐκκλησίαν ἐπιτροπεύοντα: καὶ Διονύσιον, ὃς πρὸς Βορέαν τῆς πόλεως τὸ φροντιστήριον εἶχε: καὶ Σόλωνα τὸν Μέλανος ἀδελφὸν, καὶ τῆς ἐπισκοπῆς διάδοχον.

Λέγεται δὲ, ἡνίκα προστέτακτο τοὺς κατὰ πόλιν ἱερέας ἐναντίως Ἀρείῳ φρονοῦντας ἀπελαύνεσθαι, καταλαβεῖν Μέλανα τοὺς ἐπ̓ αὐτὸν ἐλθόντας τοὺς λύχνους τῆς ἐκκλησίας παρασκευάζοντα, οἷά γε ὑπηρέτην ἔσχατον,