Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ αὐτοὺς διεσπάραξαν, καὶ τὰς κεφαλὰς ἔθλασαν, ὡς καὶ τὸν ἐγκέφαλον χαμαὶ ῥεῖν, ἤγαγον πρὸ τοῦ ἄστεος, ᾗ τὰ ἀποθνήσκοντα τῶν ἀλόγων ζώων ῥίπτειν εἰώθεσαν: καὶ πῦρ ἀνάψαντες, ἔκαυσαν αὐτῶν τὰ σώματα: καὶ τὰ περιλειφθέντα τῶν ὀστέων, ὅσα μὴ τὸ πῦρ ἐδαπάνησε, τοῖς ἐρριμμένοις αὐτόθι καμήλων τε καὶ ὄνων ὀστέοις ἀνέμιξαν,

463

ὥστε μὴ ῥᾳδίαν αὐτῶν εἶναι τὴν εὕρεσιν. Ἔλαθέ γε μὴν οὐκ ἐπὶ πολύ: γυνὴ γάρ τις Χριστιανὴ οὐκ ἀπὸ Γάζης οὖσα, ἀλλ̓ ἐνθάδε τὴν οἴκησιν ἔχουσα, κατὰ θείαν σύνταξιν ἀνελέξατο ταῦτα νύκτωρ: καὶ ἐμβαλοῦσα χύτρᾳ, Ζήνωνι τῷ αὐτῶν ἀνεψιῷ φυλάττειν ἔδωκεν. Ὧδε γὰρ ἐν τοῖς ὀνείροις ἔχρησεν ὁ Θεὸς, καὶ τὸν ἄνδρα τῇ γυναικὶ κατεμήνυσεν, ᾗ διάγοι: καὶ πρὶν ἰδεῖν ἐπέδειξε, καθότι ἄγνωστος ἦν αὐτῇ, καὶ προσφάτως τοῦ διωγμοῦ κεκινημένου, ἐκρύπτετο.

Ἐπεὶ καὶ αὐτὸς τότε μικροῦ συλληφθεὶς παρὰ τῶν Γαζαίων ἀνῃρέθη: ἀσχολουμένου δὲ τοῦ πλήθους περὶ τὸν φόνον τῶν αὐτοῦ ἀνεψιῶν, καιρὸν εὑρὼν ἔφυγεν εἰς Ἀνθηδόνα πόλιν ἐπὶ θάλασσαν, ἀφεστῶσαν Γάζης ὡς εἰς σταδίους εἴκοσι, παραπλησίως δὲ τηνικαῦτα τῷ Ἑλληνισμῷ χαίρουσαν, καὶ περὶ τὴν θεραπείαν τῶν ξοάνων ἐπτοημένην.

Καταμηνυθεὶς δὲ ἐνταῦθα ὡς Χριστιανὸς, δεινῶς κατὰ νώτου ῥάβδοις ἐμαστιγώθη παρὰ τῶν Ἀνθηδονίων, καὶ τῆς

464
πόλεως ἐξηλάθη: καὶ εἰς τὸ τῶν Γαζαίων ἐπίνειον ἐλθὼν, ἔλαθεν ἐκεῖσε κρυπτόμενος.