Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἔνθα δὴ περιτυχὸν αὐτῷ τὸ γύναιον, τὰ λείψανα δέδωκεν: ὁ δὲ, τέως μὲν οἴκοι ταῦτα ἐφύλαττεν: ἐπεὶ δὲ τὴν αὐτόθι ἐκκλησίαν ἔλαχεν ἐπισκοπεῖν, συνέβη δὲ τοῦτο ἐπὶ τῆς Θεοδοσίου βασιλείας, εὐκτήριον ἐδείματο οἶκον πρὸ τοῦ ἄστεος, καὶ θυσιαστήριον ἐν αὐτῷ ἐπήξατο, καὶ τὰ ὀστᾶ τῶν μαρτύρων ἀπέθετο, πλησίον Νέστορος τοῦ ὁμολογητοῦ: ὃς τῷ βίῳ περιοῦσι τοῖς αὐτοῦ ἀνεψιοῖς συνῆν: καὶ συλληφθεὶς ἅμα αὐτοῖς παρὰ τοῦ δήμου, δεσμῶν καὶ μαστίγων ἐκοινώνησεν.

Ἐν δὲ τῷ ἕλκεσθαι, καλὸν ἔχοντα τὸ σῶμα ἰδόντες οἱ ἕλκοντες, ἠλέησαν: καὶ πρὸ τῶν πυλῶν, ἔτι μὲν ἐμπνέοντα, ἀποθανεῖν δὲ προσδοκώμενον ἔρριψαν: ἀνελόμενοι δέ τινες πρὸς Ζήνωνα διεκόμισαν: παῤ ᾧ τὰ ἕλκη καὶ τὰς πληγὰς ἔτι θεραπευόμενος, ἐτελεύτησε.

Γαζαῖοι δὲ τὸ μέγεθος ἀναλογιζόμενοι τοῦ οἰκείου τολμήματος, περιδεεῖς ἦσαν, μὴ οὐκ ἀνέξεται

465
ὁ βασιλεὺς ἀτιμωρήτους σφᾶς καταλιπεῖν: ἤδη γὰρ καὶ φημή τις διεφοίτα, ὡς χαλεπῶς φέρει, καὶ ἀποδεκατοῦν τὸ πλῆθος σπουδάζει.

Ἦν δὲ ταῦτα ψεῦδος, καὶ θρύλλος μόνον, ὡς εἰκὸς, δημώδης, ὑπὸ τῆς δειλίας τοῦ συνειδέναι ἃ πεπράχασιν ἐν τοῖς πολλοῖς περιφερόμενος. Ἐπειδὴ οὐδὲ τοῦτο δὴ τὸ πρὸς Ἀλεξανδρέας γεγονὸς ἐπὶ Γεωργίου, οὐδὲ ἐν γράμμασιν ἐμέμψατο τοῖς Γαζαίοις.