Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ εἰς τοῦτο προήχθην λόγου, καὶ τὴν Γεωργίου καὶ Θεοδωρίτου ἀναίρεσιν διεξῆλθον, καιρὸν ἔχειν δοκῶ ποιήσασθαι μνήμην Εὐσεβίου καὶ Νεστάβου καὶ Ζήνωνος τῶν ἀδελφῶν: οὓς κατὰ τοῦτο μισῶν ὁ τῶν Γαζαίων δῆμος, οἴκοι κρυπτομένους συνελάβοντο, καὶ δεσμωτηρίῳ τὰ πρῶτα παρέδοσαν,

καὶ ἐμαστίγωσαν. Ἔπειτα συνελθόντες εἰς θέατρον, πλεῖστα αὐτῶν κατεβόησαν, ὡς κακουργησάντων τὰ ἱερὰ, καὶ ἐπὶ καθαιρέσει καὶ ὕβρει τοῦ Ἑλληνισμοῦ τῷ παρελθόντι χρόνῳ ἀποχρησαμένων. Ἐν δὲ τῷ

462
κεκραγέναι καὶ παροτρύνειν ἀλλήλους εἰς τὸν κατ̓ αὐτῶν φόνον, ἐνεπλήσθησαν θυμοῦ.

Καὶ παρακελευσάμενοι ἑαυτοῖς, οἷά γε δῆμος στασιάζων εἴωθε, κατέδραμον εἰς τὸ δεσμωτήριον: καὶ ἐξαγαγόντες αὐτοὺς, ὠμότατα διεχρήσαντο: πῆ μὲν πρηνεῖς, πῆ δὲ ὑπτίους ἕλκοντες, καὶ τῷ ἐδάφει προσρηγνύντες: καὶ εἰ ἔτυχον παίοντες, οἱ μὲν λίθοις, οἱ δὲ ξύλοις, ἄλλοι δὲ ἄλλοις τισὶ τοῖς ἐπιτυχοῦσιν.

Ἐπυθόμην δ̓ αὖ ὡς καὶ γυναῖκες ἐκ τῶν ἱστῶν ἐξιοῦσαι, ταῖς κερκίσιν αὐτοὺς κατεκέντουν: καὶ τῶν ἐπ̓ ἀγορᾶς μαγείρων, οἱ μὲν, ὕδατι θερμῷ καχλάζοντας τοὺς λέβητας ἐξαρπάζοντες τῶν χυτροπόδων, κατέχεον: οἱ δὲ τοῖς ὀβελίσκοις διέπειρον.