Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Τηνικαῦτα γοῦν φασὶν αὐτοὺς, σπουδάζοντας μεγίστῳ περιλαβεῖν οἴκῳ τὸν τάφον Μάμα τοῦ μάρτυρος, εἰς ἀμφοτέρους μερίσαι τὸ ἔργον: ἀμιλλωμένου δὲ ἑκατέρου φιλοτιμίᾳ καὶ τιμῇ ὑπερβάλλεσθαι τὸν ἕτερον, παράδοξον συμβῆναι καὶ παντελῶς ἄπιστον, εἰ μὴ πολλοὶ τῶν ἀκηκοότων παρὰ τῶν τεθεαμένων μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν.

Τὸ μὲν γὰρ Γάλλου μέρος ἐπεδίδου, καὶ κατὰ γνώμην προὐχώρει: τῶν δὲ Ἰουλιανοῦ πονημάτων, τὰ μὲν ἠρείπωτο: τὰ δὲ ἐκ τῆς γῆς ἀνεδίδοτο:

436
τὰ δὲ παραυτίκα συνάπτεσθαι πρὸς τὸ ἔδαφος οὐκ ἠνείχετο, οἷά γε ἐξ ἀντιτύπου καὶ βιαίου τινὸς δυνάμεως κάτωθεν ἀντωθούσης ἀνακρουόμενα. Πᾶσι δὲ εἰκότως τεράστιον ἐδόκει τὸ πρᾶγμα.

Καὶ τοῖς μὲν πολλοῖς τῇ ἀποβάσει ἐκρίθη. Οἱ δὲ ἐξ ἐκείνου συνέβαλον, μὴ ὑγιῶς ἔχειν τὸν ἄνδρα περὶ τὴν θρησκείαν, ἀλλ̓ εὐσεβεῖν πλάττεσθαι, πρὸς Χριστιανὸν ὄντα τὸν τότε κρατοῦντα ὑποκρινόμενον, καὶ εἰς τὸ προφανὲς ἐξάγειν τὴν γνώμην οὐκ ἀσφαλὲς ἡγούμενον.