Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Προὔδωκε δὲ, ὡς λέγεται, τὴν πατρῴαν θρησκείαν, συνουσίαις μάντεων ὑπαχθεὶς τὰ πρῶτα. Μετὰ χρόνον γάρ τινα παυσαμένου Κωνσταντίου τῆς ὀργῆς, Γάλλος μὲν εἰς τὴν Ἀσίαν ἐλθὼν, ἐν Ἐφέσῳ διέτριβεν, ἔνθα δὴ τὰ πλείω τῆς οὐσίας εἶχεν. Ἰουλιανὸς δὲ, εἰς Κωνσταντινούπολιν ἐπανελθὼν, τοῖς ἐκεῖσε διδασκάλοις ἐφοίτα: φύσεως δὲ εὖ ἔχων, καὶ τοῖς μαθήμασι ῥᾳδίως ἐπιδιδοὺς, οὐκ ἐλάνθανεν. Ἐν ἰδιώτου γὰρ σχήματι τὰς προόδους ποιούμενος, πολλοῖς συνεγίνετο. Ἐπεὶ δὲ οἷα φιλεῖ, ἐν ὁμίλῳ καὶ βασιλευούσῃ

437
πόλει, ἀδελφὸς ὢν τοῦ κρατοῦντος, καὶ πράγματα διοικεῖν ἱκανὸς εἶναι φαινόμενος, προσεδοκᾶτο βασιλεύειν, καὶ πολὺς περὶ αὐτοῦ τοιοῦτος ἐκράτει λόγος,

προσετάχθη ἐν Νικομηδείᾳ διάγειν. Ἐνταῦθα περιτυχὼν αὐτῷ Μάξιμος ὁ Ἐφέσιος φιλόσοφος, φιλοσόφων αὐτῷ λόγων καθηγητὴς ἐγένετο, καὶ μίσους τῆς Χριστιανῶν θρησκείας: καὶ οἷα μάντις, ἀληθὲς εἶναι ἰσχυρίζετο τὸ περὶ αὐτοῦ θρυλλούμενον. Ὁ δὲ, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, ἐν ὑπονοίᾳ δυσχερῶν πραγμάτων ταλαιπωρούμενος, βουκοληθεὶς αἰσίαις ἐλπίσι, φίλον ἔσχε τὸν Μάξιμον.

Τῷ βασιλεῖ δὲ τούτων μηνυθέντων, δείσας ἐν χρῷ ἐκείρατο, καὶ τὸν μοναχικὸν ἐπλάττετο βίον: λάθρα δὲ τῆς ἑτέρας εἴχετο θρησκείας. Ἐπειδὴ δὲ εἰς ἄνδρας ἤδη προῄει,