Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Δαλματίῳ συναπολέσθαι ἐκινδύνευον. Ἐξείλετο δὲ τῆς ἐπιβουλῆς Γάλλον μὲν, ὅτι νοσῶν ἔτυχε, καὶ ὅσον οὔπω αὐτομάτως τεθνήξεσθαι προσεδοκήθη: Ἰουλιανὸν δὲ τὸ νέον: ἔτι γὰρ ὄγδοον ἡλικίας ἦγεν ἔτος. Παραδόξως δὲ ὧδε διασωθέντες, προσετάχθησαν ἐν Καππαδοκίᾳ διατρίβειν ἐν Μακέλλῳ. Χωρίον δὲ τοῦτο βασιλικὸν πρὸς τῷ Ἀργέῳ ὄρει, οὐκ ἀπὸ πολλοῦ τῆς Καισαρέων πόλεως, μεγαλοπρεπῆ τε βασίλεια ἔχον, καὶ λουτρὰ καὶ κήπους, καὶ πηγὰς ἀεννάους.

Ἔνθα δὴ θεραπείας καὶ ἀγωγῆς

435
βασιλικῆς ἠξιοῦντο, καὶ μαθήμασι καὶ γυμνασίοις τοῖς καθ̓ ἡλικίαν ἐχρῶντο, καὶ λόγων διδασκάλοις, καὶ τοῖς ὑφηγηταῖς τῶν ἁγίων γραφῶν: ὡς καὶ κλήρῳ ἐγκαταλεγῆναι, καὶ ὑπαναγινώσκειν τῷ λαῷ τὰς ἐκκλησιαστικὰς βίβλους.

Οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἠθῶν καὶ τῶν ἔργων, τὴν εὐσέβειαν ἐπεδείκνυντο: περὶ πολλοῦ ποιούμενοι τοὺς ἱερέας, καὶ τοὺς ἄλλως ἀγαθοὺς, καὶ περὶ δόγμα σπουδαίους, τοῖς τε εὐκτηρίοις οἴκοις θαμίζοντες, καὶ ταῖς προσηκούσαις τιμαῖς τὰς τῶν μαρτύρων θήκας γεραίροντες.